θεῖς, ἀμαθαίνοντες δὲ περὶ τὸ καίριον παρὰ πάντας, καὶ οὐδεμίαν ἀκριβῆ περὶ τῆς ἐν μονάδι μακαρίας Τριάδος εἴδησιν ἔχοντες, αὐτῶν (παραπλησίως τῇ λεγούσῃ Γραφῇ, ‹ Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν, καταφρονεῖ· ›) δι’ ἐθελοακρότητα δεισιδαιμονίας δῆθεν καὶ περιεργίας, εἰς βεβαίωσιν τῆς πολυθεΐας, μᾶλλον δὲ ἀθεΐας αὐτῶν ἐπερείδονται κακῶς τῇ προλεχθείσῃ τοῦ Ἀποστόλου φωνῇ· ‹ Εἴ τινές εἰσι λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· › καὶ τῇ προφητικῇ, τῇ φασκούσῃ· ‹ Θεοὺς οὐ κακολογήσεις· › καὶ, ‹ Θεὸς θεῶν Κύριος ἐλάλησεν· › οὐκ ἔτι βλέποντες δύο ταῦτα· ἓν μὲν, ὅτι ὁ Ἀπόστολος ἔγραψε πρὸ τοῦ μνησθέντος ῥητοῦ· ‹ Οὐδεὶς Θεὸς, εἰ μὴ εἷς· › ἕτερον δὲ, ὅτι ‹ Λεγόμενοι θεοί εἰσιν· › τοῦτ’ ἔστιν, οὐ φύσει ὑπάρχοντες, ἀλλ’ ὀνόματι. Τὸ μὲν γὰρ ἀποτέλεσμα σεσιώπηται, δεῖ δὲ ἐκδέξασθαι, ὡς δεδομένον ἀπὸ μέρους τὸ ὅλον νοοῦντας. Χάριν γὰρ καὶ τῶν κατ’ ἔλλειψιν φρασθέντων γράφει· ‹ Ὁ ἀναγινώσκων νοείτω. › Θεοὺς τοίνυν τοὺς ἁγίους λέγει, τοὺς κατὰ χάριν ἀξιωθέντας τῆς υἱοθεσίας καὶ ταύτης τῆς προσηγορίας· ὧν ἐξ ἀρετῆς τὸ πολίτευμα, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ἔστιν ἐν οὐρανῷ· περὶ ὧν αὐτὸς ὁ ἀπλανὴς Θεὸς εἰρηκὼς φαίνεται· ‹ Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες· › καὶ ὁ εὐαγγελιστής· ‹ Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. › Καὶ μέντοι Μωϋσέα καὶ Ἀαρὼν αἰνίττεται ἡ Γραφὴ, τοὺς ἀγγέλων γείτονας, τοὺς οὐ μόνον γενικώτερον, ἀλλὰ καὶ ἰδικώτερον κατηγλαϊσμένους τῷ τοῦ Θεοῦ ὀνόματι. Εἶπεν γὰρ ὁ Θεὸς τῷ Μωϋσεῖ· ‹ Ἰδοὺ τίθεμαί σε θεὸν τῷ Φαραώ· › καὶ πάλιν τῷ Ἀαρών· ‹ Ἔσῃ αὐτῷ εἰς θεόν· › τουτέστι, τῇ περὶ αὐτὸν προνοίᾳ. Ἦ τάχα οὐκ ἀπεικὸς κατ’ ἐμὲ καὶ τὰς πιστὰς καὶ εὐδοκίμους λειτουργικὰς τοῦ Θεοῦ δυνάμεις τὰ εὐχάριστα ποιήματα, σεραφὶμ λέγω καὶ κυριότητας, δυνάμεις τε καὶ ἐξουσίας, τούτῳ, καθὰ καὶ ἡμεῖς, τῷ ὑπερφερεῖ τετιμῆσθαι ὀνόματι. Ἀφθόνως γὰρ ὁ πάντων γενεσιουργὸς τοῖς αἰτοῦσιν αὐτὸν, καὶ οὐκ αἰτοῦσι, πιστοῖς δὲ καὶ εὐγνώμοσιν οὖσιν, καὶ χάριτος εἰδόσι μεμνῆσθαι, πάντων μεταδίδωσι, κἂν σιγῶσιν, τῶν ἑαυτοῦ ἀγαθῶν. Μᾶλλον οὖν ἐπιλεγέσθωσαν, Ἱερεμίαν μὲν προφητεύοντα περὶ τῶν παρ’ Ἕλλησι συμπτωχοτάτων αὐτοῖς θεῶν· ‹ Θεοὶ, οἳ
learned, while being more ignorant than all about the essential matter, and having no exact knowledge of the blessed Trinity in unity, through a self-willed excess of superstition, as it were, and idle curiosity (similarly to the Scripture which saith: When the ungodly cometh into a depth of evils, he despiseth), they lean wickedly, for the confirmation of their polytheism, or rather atheism, upon the aforesaid saying of the Apostle: Though there be that are called gods, whether in heaven or upon earth; as there are gods many, and lords many; and upon the prophetic word which saith: Thou shalt not revile gods; and: The God of gods, the Lord, hath spoken; no longer seeing these two things: first, that the Apostle wrote before the passage mentioned: There is no God, save one; and secondly, that he saith: They are called gods, that is, existing not by nature, but in name. For the conclusion hath been passed over in silence, and one must receive it by understanding the whole from a part given. For on account of things expressed elliptically also he writeth: Let him that readeth understand. He calleth the saints, therefore, gods, those who by grace have been counted worthy of adoption and of this appellation, whose citizenship by virtue, according to the same Apostle, is in heaven; concerning whom the unerring God Himself is seen to have said: I said, Ye are gods, and all of you sons of the Most High; and the Evangelist: If he called them gods, unto whom the word of God came. And indeed Scripture hinteth at Moses and Aaron, the neighbours of angels, who were adorned not only more generally, but also more particularly, with the name of God. For God said unto Moses: Behold, I make thee a god to Pharaoh; and again concerning Aaron: Thou shalt be to him for a god; that is, in providence towards him. Or perhaps it is not unlikely, in my judgement, that the faithful and approved ministering powers of God, the grateful creatures—I mean seraphim and dominions, powers and authorities—have also been honoured, even as we, with this surpassing name. For the Creator of all things bestoweth bountifully upon those who ask Him, and upon those who ask not, yet are faithful and grateful and know how to remember grace, all His good things, even if they keep silence. Rather, then, let them read Jeremiah prophesying concerning the gods among the Greeks, who are utterly destitute together with them: The gods, who