Migne Reading Room

PG 39 · cols. 833–844 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:833Read from the page
τοκος ἐκ τῶν νεκρῶν, » τὸν αὐτὸν Παῦλον Κορινθίοις διὰ τῶν πρὸς αὐτοὺς πρώτων ἐπιστολιμαίων χαραγμάτων διδάξαι· « Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος. » Χρήσαιτο δ' ἄν τις καὶ τούτῳ ὀρθῶς. Οὐ γὰρ ἕν τι μόνον ἐπὶ τοῖς οὕτω ὑψηλοῖς ῥητοῖς χρὴ ἐπισκοπεῖν, οὐδὲ τὸ ἧσσον, ἀλλὰ τὸ ἄμεινον· εἰς γὰρ τὰ περὶ Θεοῦ, ἐν τοῖς ἀμείνοσιν ἡ ἀλήθεια. Ὅτι πρωτότοκος πάσης κτίσεως ὠνόμασται, διὰ τοὺς ἐν τῷ θείῳ βαπτίσματι τῇ υἱοθεσίᾳ τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Θεοῦ γεννωμένους, καὶ διὰ τὸ πᾶν, ὃ ἐσμὲν καὶ κεκτήμεθα, ἐξ αὐτοῦ εἰληφέναι, καθὰ πάλιν ὁ αὐτὸς παιδεύων λέγει· « Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; » ὡς καὶ Ἑλλήνων παῖδες, τὰς ἄλλας ἐναντιώσεις ἀφέντες, διηγόρευσαν·
...born from the dead,' the same Paul teaches the Corinthians through his first epistolary writings to them: 'Christ has been raised from the dead, the firstfruits of those who have fallen asleep; for since through man came death, through man also came the resurrection of the dead. Just as in Adam all die, so also in Christ shall all be made alive, each in his own order: Christ the firstfruits, then those who are Christ's at His coming, then the end.' One might also rightly use this [argument]. For upon such lofty sayings one must not look at one thing only, nor the lesser, but the better; for in matters concerning God, the truth lies in the better [interpretations]. That He has been named firstborn of all creation [is] because of those who in divine baptism are born of God by the adoption of the Holy Spirit, and because we have received from Him everything that we are and possess, just as again the same [Apostle] instructs, saying: 'And what have you that you did not receive? And if you received it, why do you boast as if you had not received it?' as even the sons of the Greeks, leaving aside their other contradictions, declared:
Πάντα μὲν ἀθανάτοιο Θεοῦ πανυπέρτατα δῶρα, Ἔξοχα δ' ἐν μερόπεσσιν ἀληθείης μέγ' ὄνειαρ.
All gifts of immortal God are supreme, and pre-eminent among mortal men is the great benefit of truth.
Εἰ δὲ τολμηρῶς καὶ εἰς τὴν ἀκατάληπτον αὐτοῦ θεότητα ἐκληπτέον τὸ, « Πρωτότοκος πάσης κτίσεως, » νοηθείη ἂν οὕτω πως κεκλῆσθαι, ἢ ὡς πρὸ πάσης κτιστῆς γεννήσεως γεννηθεὶς, ἢ ὡς πρῶτος καὶ μόνος Υἱὸς Λόγος παρακομίσας καὶ τεχτηνάμενος ἐκ μὴ ὄντων πᾶσαν προηγουμένην κτίσεως κτίσιν, καὶ αἴτιος πάσης ὢν, εἶτα καὶ ὡς θεμέλιος φέρων αὐτὴν τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατὰ τὸν ψάλλοντα· « Πάντα ἐν σοφίᾳ ἐποίησας· » καὶ κατὰ τὴν Παροιμίαν Σολομῶνος λέγουσαν· « Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει. » Καὶ αὐτὸ δὲ τοῦτο κρίνει τὸ προκείμενον μέρος τῆς Ἐπιστολῆς, ἔχον· « Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, » καὶ, « Τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. » Καὶ διὰ τοῦτο καὶ μόνον φησὶν,
But if one must boldly understand 'Firstborn of all creation' also with reference to His incomprehensible Godhead, He would be conceived to have been so called either as having been begotten before every created generation, or as the first and only Son and Word Who brought into being and framed out of non-being every preceding creation of creation, and Who is the cause of all, and furthermore as a foundation bearing it by the word of His power, according to the Psalmist: 'In wisdom Thou hast made all things;' and according to the Proverb of Solomon, which says: 'God in wisdom founded the earth, and prepared the heavens in understanding.' And this very thing the passage of the Epistle before us decides, having: 'Firstborn of all creation, because in Him all things were created,' and, 'All things were created through Him and unto Him; and He is before all things, and all things consist in Him.' And for this reason alone it says...
PG 39:836Read from the page
« Πρωτότοκος πάσης κτίσεως, » ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τῆς, ὅτι, λέξεως ἀντὶ τῆς, διότι, ἢ, ἐπειδὴ, ὑγιῶς νοουμένης· οὐ γὰρ ἂν ὑπῆρχεν, ἢ διέμεινεν ἀβλαβῆ, εἰ μὴ βάσιν καὶ κρηπῖδα εἶχε τὸν δημιουργικὸν τὸν τοῦ Θεοῦ Υἱὸν Λόγον, καὶ εἰς αὐτὸν ἀπηρείδετο. Διὸ οὐκ εἶπεν, οὔτε, πρωτόκτιστος, ἀλλὰ, « πρωτότοκος, » οὐδὲ, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ', « Αὐτός ἐστι πρὸ πάντων, » τοῦτ' ἔστιν ἀνάρχως. Ἐπὶ γὰρ τῆς ἀῤῥήτου φύσεως πᾶς χρόνος ἐνέστηκεν καὶ ἐν τῷ νῦν πάρεστι, καὶ οὔτε παρῆλθέν τι ἐν αὐτῇ, οὔτε μέλλει, ἀλλ' ἐν τῷ ἑνὶ χρόνῳ διατελεῖ πως ἀΐδια, ὡς Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· « Ὅθεν δὴ οὐδὲ ὀρθῶς ἐπὶ τῆς ἀῤῥήτου φύσεως ὀνομάζομεν. Λέγομεν γὰρ δὴ, ὡς ἦν, ἔστιν καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν τό τε ἔσται, κατὰ τὸν ἐν φύσει χρόνον πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν· τὸ δὲ ἀεὶ κατὰ ταυτὰ ἔχον ἀκινήτως, οὔτε πρεσβύτερον, οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ χρόνον, οὔτε « γεγονέναι » νῦν, οὔτε αὖθις « ἔσεσθαι. » Ὅτι δὲ, ὡς ἔφαμεν, ἐν τῷ Θεῷ τὰ πάντα καὶ ἐξ αὐτοῦ πέφηνεν, μαρτυροῦντες καὶ Ἕλληνες ἔγραψαν ταῦτα·
'Firstborn of all creation,' because in Him all things were created, the word 'that' [hoti] being soundly understood instead of 'because' [dioti] or 'since' [epeidē]; for they would neither have existed nor remained unharmed, had they not had as base and foundation the creative Son and Word of God, and leaned upon Him. Therefore he neither said 'first-created,' but 'firstborn,' nor 'He came to be before all things,' but 'He is before all things,' that is, without beginning. For in the ineffable nature all time stands present and is at hand in the now, and nothing has either passed in it or is to come, but in the one time it continues somehow eternal, as Plato says in the Timaeus: 'Whence indeed we do not even speak rightly concerning the ineffable nature. For we say that it was, is, and shall be; whereas to it 'is' alone belongs according to the true account, while 'was' and 'shall be' ought to be spoken concerning the time in nature, for it is motion; but that which is always immovably in the same state ought neither to become older nor younger through time, nor 'to have come into being' now, nor again 'to be about to be.'' And that, as we said, all things have appeared in God and from Him, even the Greeks, bearing witness, wrote these words:
Αὐτὸς ἑαυτὸν ἄγει Θεὸς ἄμβροτος· ἐστι δ' ἀπ' αὐτοῦ Πάντα, καὶ ἐν μεγάλοιο Θεοῦ νόῳ ἐξεφαάνθη.
Immortal God leads Himself; and all things are from Him, and have shone forth in the mind of great God.
Οὐ πάντως δὲ ὁ πρωτότοκος οὐ μονογενὴς, ἀλλ' ἔσθ' ὅτε τὰ συναμφότερα· καὶ ὁ μονογενὴς δὲ πάντως καὶ πρωτότοκος εὑρίσκεται οὐκ ἔχων δευτερότοκον, ἢ τριτότοκον, ὡς μόνος γεννηθεὶς καὶ τὸ ὄνομα ἐκ τοῦ πράγματος κτησάμενος. Ἀμέλει τοι καὶ ἐν τῷ Ἱερεμίᾳ ἀπὸ τοῦ παναγίου Πνεύματός φησιν· « Καὶ Ἐφραῒμ πρωτότοκός μού ἐστιν. » Ἦν δὲ οὐδὲ τῷ ἑαυτοῦ Πατρὶ πρωτότοκος Ἐφραΐμ. Ἐπεὶ οὖν αὐτὸς ἡ ἀλήθεια, καὶ ἡ δημιουργὸς, καὶ ἀδίδακτος σοφία, πρέπει τοῖς περὶ αὐτοῦ γεγραμμένοις κατὰ θεοπρεπῆ νόησιν ἔχειν τὸ ἀψευδές. Ἔστω τοίνυν καὶ μονογενὴς καὶ πρωτότοκος· ἁρμόζει δὲ μᾶλλον αὐτῷ πρὸς τὴν οἰκονομίαν ἡ τοῦ « πρωτότοκος » λέξις. Εἰ μὴ γὰρ διὰ φιλανθρωπίαν ἄφατον, τὸ μὲν ἅγιον Πνεῦμα ἀνεγέννησεν ἡμᾶς, ὁ δὲ Θεὸς καὶ Πατὴρ υἱοὺς προσέλαβεν, ὁ δὲ περὶ οὗ ὁ λόγος μονογενὴς Θεὸς ἀτρέπτως καὶ ἀῤῥεύστως ἐγένετο, ὡς οἶδεν, διὰ σωτηρίαν ἀνθρώπων υἱὸς ἀνθρώπου· οὐκ ἂν οὔτ' αὐτὸς ὠνόμαστο « Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, » οὔτε οἱ υἱοὶ τῶν ἀνθρώπων ἐκλήθημεν ἂν θεοὶ καὶ υἱοὶ Θεοῦ· οὐδεὶς γὰρ φύσει ἀδελφός ἐστιν υἱοῦ μονογενοῦς· ὁ δὲ Ποιητὴς καὶ οἰκονόμος πάντων καὶ μόνος εὔσπλαγχνος, ἀδελφός
Nor is the firstborn altogether not only-begotten, but sometimes he is both together; and the only-begotten is also altogether found to be firstborn, having no second-born or third-born, as being alone begotten and having acquired the name from the fact itself. Indeed, in Jeremiah also He says from the all-holy Spirit: 'And Ephraim is My firstborn.' Yet Ephraim was not even firstborn to his own father. Since, then, He Himself is the truth, and the creative and untaught wisdom, it is fitting for what is written concerning Him to possess unerring truth according to a God-befitting understanding. Let Him be, therefore, both only-begotten and firstborn; yet the term 'firstborn' fits Him rather with respect to the dispensation. For had not the Holy Spirit, through ineffable loving-kindness, regenerated us, and God the Father adopted us as sons, and the only-begotten God of whom we speak become, without change and without flux, in the way He knows, Son of man for the salvation of men, neither would He Himself have been named 'Firstborn among many brothers,' nor would we, the sons of men, have been called gods and sons of God; for no one is by nature brother of an only-begotten Son; whereas the Maker and Steward of all things, and alone compassionate, [became] brother...
Notes, col. 836

On the reading

Printed ἐστι, for ἐστὶ.

PG 39:837Read from the page
τε ἡμῶν, πρωτότοκός τε ἀριθμεῖται. Αὐτὸς μὲν γὰρ ἐξ ἀπείρου ὕψους ἑαυτὸν διὰ τοὺς ἰδίους δούλους κενώσας, καὶ ἀνακαινίσας πάντα, καὶ ἀρχὴν κρείττονος βίου τῇ ἑαυτοῦ ἐπιδημίᾳ παρασχόμενος, καὶ διὰ τοῦτο πρωτότοκος κληθεὶς, οὔ τί που τὴν θείαν παρεβλάβη δόξαν· οὐδὲ γὰρ μειονεκτεῖσθαί πως, ἢ εἰς τὸ τοῦ χεῖρον ἔχοντος μέτρον καταφέρεσθαι ἀνέχεται δυνάμεως λέξεων, ἐν τῇ καταχρήσει διὰ τὴν ἄφθεγκτον οἰκονομίαν ἐξενηνεγμένων· ἡμεῖς δὲ ἐκ πολλῆς ταπεινώσεως καὶ σκότους εἰς δόξαν καὶ φῶς ἀνήχθημεν ἄπειρον, τὴν εἰς αὐτὸν εἰσδεδεγμένοι πίστιν. Ἕκαστον γὰρ, παρ' ὃ τὴν φύσιν ἐστὶν, λέξεως ὄγκῳ, ἢ χθαμαλότητι, οὔτ' ἀναθρώσκειν πως καὶ ἐξαίρεσθαι, οὔτε μὴν ἑαυτοῦ οἱονεὶ κατιέναι καὶ ὑφιζάνειν δύναται.
and is numbered as firstborn. For He Himself, having emptied Himself from infinite height for the sake of His own servants, and having renewed all things, and having afforded the beginning of a better life by His own sojourn, and having been called firstborn on this account, was in no way harmed in His divine glory; for neither does He endure to be diminished in any way, or to be brought down to the measure of what is inferior by the force of words uttered in improper usage because of the ineffable dispensation; whereas we, from great abasement and darkness, have been raised up to infinite glory and light, having received faith in Him. For nothing can leap up and be exalted beyond what it is in nature through grandeur of speech, nor yet, through lowliness, as it were descend from itself and sink down.
Οὐ μικρὰ δὲ συνενδείκνυται τοῖς ὑφ' ἡμῶν διηγηθεῖσιν, ἀλλὰ καὶ μόνον ἐπικουρεῖν ἰσχύει καὶ τὸ ἐν πη' ψαλμῷ τὸν ἀπερινόητον Θεὸν ἀξιῶσαι εἰπεῖν· « Εὗρον Δαυῒδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ μου ἁγίῳ ἔχρισα αὐτόν. Καὶ γὰρ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, ὁ βραχίων μου κατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς δὲ ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, ὁ Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Καὶ ἐγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. » Κἄν τε γὰρ περὶ τοῦ συνυφεστῶτος τῇ πατρικῇ δόξῃ ἀπαυγάσματος, καὶ ἐπ' ἐσχάτων ἐκ ῥίζης Ἰεσσαὶ ἀνθήσαντος, κἄν τε περὶ τοῦ Δαυῒδ τοῦτο διαγορεύεσθαι δοίημεν, οὐκ ἂν τῇ τῆς συνηθείας ὑπονοίᾳ ὁ πρωτότοκος νοηθείη. Πῶς γὰρ ἢ τὸν ἤδη ὄντα ἄνθρωπον (λέγει γὰρ, ὅτι « Εὗρον Δαυῒδ τὸν δοῦλόν μου »), ἢ τὸν πρεσβυτέρους ἑαυτοῦ ἔχοντα ἀδελφοὺς, πρωτότοκον ποιήσεται; Ὅτι δέ ποτε σύνηθες τῇ Γραφῇ τοὺς ὄντας ἤδη καθ' ὕπαρξιν, γίνεσθαί πως ὃ οὐκ ἦσαν ἐξαγγέλλειν, Παῦλος ὁ Χριστοῦ γέμων καὶ ἁγίου Πνεύματος ἔμπλεως οὕτω που φάσκει· « Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός. » Τὸ γὰρ, « οὐκ ἔτι, » τοῖς ἤδη ὑφεστηκόσιν τὴν ἐπὶ ἄλλο τι τοῦ λοιποῦ κατάστασιν σημαίνει. Καὶ πάλιν· « Οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· » ἀντὶ τοῦ, ὁ Θεὸς ὁ προγνοὺς ἀπογόνους, καὶ πάντα τὰ παρελθόντα καὶ ἐπιόντα, ὡς ὑφεστῶτα καὶ παρόντα ὁρῶν, παρ' ᾧ ἕν τι μέτρον οἱ αἰῶνες ἅπαντές εἰσι, καὶ οὐδὲν μεμερισμένον, ὡς πρὸ βραχέος ἐλέχθη, προῖδεν καὶ ἐπιφανῶς ὑπέσχετο, τοὺς ἀνθρώπους συμμόρφους ἔσεσθαι τοῦ ὄντος ἀϊδίως ἐν μορφῇ αὐτοῦ μο-
Not a little is also shown in support of what we have recounted, nay rather this alone is able to assist it, namely that in the eighty-eighth Psalm the incomprehensible God deigned to say: "I have found David My servant; with My holy oil I have anointed him. For My hand shall help him, and My arm shall strengthen him; no enemy shall prevail against him, and no son of lawlessness shall add to afflict him. And I will cut down his enemies before his face, and those who hate him I will put to flight. And My truth and My mercy are with him, and in My name shall his horn be exalted. And I will set his hand in the sea, and his right hand in the rivers. He shall call upon Me: Thou art My Father, My God, and the helper of my salvation. And I will make him firstborn, high among the kings of the earth." For whether we grant that this is declared concerning the radiance that coexists with the Father's glory and in the last days blossomed from the root of Jesse, or concerning David, "firstborn" could not be understood according to the ordinary notion. For how shall He make firstborn either one who was already a man (for He says, "I have found David My servant"), or one who had brothers older than himself? And that it is sometimes customary for Scripture to announce that those who already exist in subsistence become in some way what they were not, Paul, full of Christ and filled with the Holy Spirit, thus somewhere declares: "Thou art no longer a servant, but a son." For "no longer" signifies for those who already subsist a transition henceforth into another state. And again: "Whom He foreknew, He also predestined to be conformed to the image of His Son, that He might be firstborn among many brethren"; that is, God, who foreknew descendants and beholds all things past and to come as subsisting and present, with whom all the ages are one single measure and nothing is divided, as was said a little while ago, foresaw and manifestly promised that human beings would be conformed to Him who exists eternally in His own form, the
PG 39:840Read from the page
νογενοῦς Υἱοῦ, ἀφ' οὗ ἂν οὗτος ὁ Μονογενὴς, καθεὶς ἑαυτὸν δι' ἡμᾶς εἰς δουλοπρεπῆ μορφὴν, λέξει ἰδίᾳ δωρεᾷ· « Οὐκ ἔτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς, ὡς γέγραπται. Ὃν τρόπον γὰρ οἱ κτιστοὶ, υἱοὶ ἐκλήθημεν τοῦ Θεοῦ, κατὰ χάριν, οὐ κατὰ φύσιν· ὡσαύτως ὁ Μονογενὴς τοῦ Θεοῦ, ὅτε ἐμίγνυ τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ σωτηρία ἡμῖν νέα διὰ τέλους ἐγίνετο, ἀδελφὸς ἡμῶν καὶ πρωτότοκος ἐκλήθη, οὐ κατὰ τὴν ἐκ Πατρὸς φύσιν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς Παρθένου καὶ κατὰ τὴν Παρθένον σάρκωσιν αὐτοῦ. Εὔκαιρον τοίνυν ἂν εἴη εἰπεῖν πρὸς αἱρετικοὺς, ὅπερ εἴρηται τοῖς ἔξω καλῶς· « Τὰ ψεύδη μίσει, ἵνα σοι ἡ ἀλήθεια προσεθίζηται. »
Only-begotten Son, by whom this Only-begotten, having lowered Himself for our sake into the form of a servant, will say by His own gift: "I no longer call you servants, but friends and brethren, as it is written." For in the same way as we who are created were called sons of God by grace, not by nature, so too the Only-begotten of God, when He mingled earthly things with heavenly things and became a new and perpetual salvation for us, was called our brother and firstborn, not according to His nature from the Father, but according to His incarnation from the Virgin and in the manner of the Virgin. It would therefore be seasonable to say to the heretics what was well said by those outside: "Hate falsehoods, that truth may become habitual to thee."
ΚΕΦ. Ε΄.
Chapter V.
Τρίτη αὐτῶν πρότασις, ἡ ἐκ προσώπου τοῦ πάντα ὑποστήσαντος Κυρίου λέγουσα προφητεία· « Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος. » Χρονικὴν γὰρ ἐντεῦθεν τὴν ἄχρονον καὶ ὑπὲρ νοῦν ὕπαρξιν αὐτοῦ ἀπειθάνοις ἐκδοχαῖς ἀναπλάττουσιν, καὶ βιάζονται τὴν κακίαν αὐτῶν ἀρετὴν νομισθῆναι. Ὅσοι δὲ τοῦτον τὸν Μονογενῆ πλουσιολόγον Θεὸν οὐκ ἀγνοοῦσιν, ὡς οὗτοι, ἐπιδεῶς ἔχουσι καὶ τῆς τοῦ χρυσοῦ ῥήματος τούτου θεολογίας. Δηλοῖ γὰρ ἡ μὲν ἀρχὴ, τὸ αἴτιον αὐτὸν εἶναι, ὡς ἄναρχον, καθὰ ὁ Θεὸς Πατὴρ τῆς πάντων συστάσεως. Ὁ γὰρ ὢν ἀρχὴ οὐκ ἔχει τὸν προϋπάρχοντα, ὡς ὁ ὕστατος οὐκ ἔχει τὸν ὕστατον. Ἀρχὴ γὰρ, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ τῶν Μετὰ τὰ φυσικὰ, λέγεται πολλαχῶς. Λέγεται μὲν γὰρ ἀρχὴ, οἷον βασιλεία, στρατηγία· λέγεται δὲ καὶ τοπικῶς, ὡς ἀρχὴ δρόμου ἡ βαλβίς· λέγεται δὲ καὶ χρονικῶς, ὡς ἀρχὴ ἔτους ἥδε ἡ ἡμέρα· λέγεται δὲ καὶ φυσικῶς, ὡς ἀρχὴ βρέφους τὸ σπέρμα· λέγεται δὲ καὶ κατὰ αἰτίαν, ὡς ἀρχὴ τοῦ ἀνδριάντος ὁ ἀνδριαντοποιός. Οὕτως οὖν λέγομεν αὐ-
Their third proposition is the prophecy spoken in the person of the Lord who brought all things into subsistence: "I am the beginning and the end." From this they fabricate with implausible interpretations His timeless existence beyond mind to be temporal, and try to force their malice to be thought virtue. But all who are not ignorant, as these are, of this Only-begotten God, rich in speech, also stand in need of the theology of this golden saying. For "beginning" signifies that He is the cause, as without beginning, just as God the Father is of the constitution of all things. For He who is beginning has none pre-existing before Him, just as the last has no last after Him. For "beginning," as Aristotle says in the fifth book of the Metaphysics, is spoken of in many ways. For "beginning" is spoken of, for instance, as kingship or generalship; and locally, as the starting-line is the beginning of a race; and temporally, as this day is the beginning of the year; and naturally, as the seed is the beginning of the infant; and according to cause, as the sculptor is the beginning of the statue. Thus, then, we call Him
Notes, col. 840

On the reading

Printed ἀπειθάνοις, for ἀπιθάνοις.

PG 39:841Read from the page
τὴν ἀρχὴν, ὡς αἴτιον καὶ Δημιουργόν· τὸ δέ γε τέλος τὸ εἰς αὐτὸν, ὡς ἀπερίγραφον καὶ μόνον ἔχοντα ἀθανασίαν, πάντων τὰ πέρατα συνερείδεσθαι, καὶ μετὰ τὴν τοῦδε τοῦ παντὸς πληρότητα εἰς ἀεὶ καὶ ἀπείρως διαμένειν αὐτόν. Οὐκοῦν ὁ ἄπειρος γένεσιν ἔχειν οὐ δύναται· μὴ δυνάμενος δὲ, αὐτὸς μὲν ἀγένητός ἐστι, καίτοι γεννητὸς ὢν ἐκ τῆς ὑποστάσεως τοῦ Θεοῦ Πατρὸς φυσικῶς· τὰ δὲ γενητὰ γεγένηνται ἐξ αὐτοῦ δημιουργικῶς. Τούτοις ἑπομένως νοηθείη ἂν καὶ ὅπερ Παῦλος Κολοσσαεῦσιν ἐξήγγειλε τόνδε τὸν τρόπον· « Καὶ αὐτός ἐστι πρὸ πάντων· » οὐχ ὡς ποιητὸς (μὴ γένοιτο!), ἀλλ' ὡς γεννητός. Εἰ μὴ γὰρ ἦν ἀνάρχως αὐτὸς πρὸ πάντων γεννηθεὶς ἀληθινῶς καὶ ὁμοουσίως, οὐκ ἂν κατ' εἰκόνα ἡμεῖς αὐτοῦ ὁμοούσιοι τοῦ ἡμᾶς τεκόντος ἐγενήθημεν· καὶ εἰ μὴ προῆν ἀδημιουργήτως ὁ ποιητὴς καὶ προνοητὴς, οὐκ ἂν ὑπῆν δημιουργικῶς τὰ ποιητὰ καὶ προνοούμενα.
the beginning, as cause and Creator; and as to "the end" applied to Him, that in Him, as uncircumscribed and alone having immortality, the limits of all things are firmly supported, and after the completion of this universe He abides forever and infinitely. Therefore the infinite One cannot have a coming-into-being; and not being able to have one, He is Himself uncreated, although He is begotten naturally from the subsistence of God the Father; whereas created things have come into being from Him by creation. Consequently, one might understand in accordance with these things what Paul also declared to the Colossians in this manner: "And He is before all things"; not as made (may it not be!), but as begotten. For if He Himself had not been begotten without beginning before all things, truly and consubstantially, we should not have come into being according to His image, consubstantial with Him who begat us; and if the Maker and Provider had not pre-existed uncreatedly, the things made and provided for would not have subsisted by creation.
ΚΕΦ. Ϛ΄.
Chapter VI.
Τέταρτον προτείνουσιν ὑπὸ ἀκολάστου γλώσσης τὸ παρὰ Πέτρῳ ἐν ταῖς Πράξεσιν εἰρημένον· « Γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. » Καὶ τοῦτο δὲ οὐ περὶ τῆς θείας καὶ ἀκαταλήπτου γέγραπται οὐσίας τοῦ ἐν ἀρχῇ ὄντος Θεοῦ Λόγου, καὶ πρὸς τὸν Θεὸν ὄντος, καὶ οὐχ ἁρπαγμὸν ἡγησαμένου τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ περὶ τοῦ ἐκ Μαρίας συμμόρφου τῆς ταπεινώσεως ἡμῶν. Ἡ γὰρ μνήμη τοῦ σταυροῦ καὶ τὸ συνῆφθαι τῷ « ἐποίησεν » τὸ, « Ὃν ὑμεῖς ἐσταυρώσατε, » αὐτὸν ἐδήλωσεν, οὗ πολλαχοῦ μέμνηται ἡ Γραφή. Καὶ ὡς ὅταν ἐν ταῖς Πράξεσι λέγῃ ὁ αὐτὸς Πέτρος· « Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε· καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. » Καὶ Ζαχαρίας φησίν· « Ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυῒδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ Πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, εἰς ὃν ἐξεκέντησαν,
Fourthly, with unbridled tongue they put forward what was said by Peter in the Acts: "Let all the house of Israel know that God hath made this Jesus, whom ye crucified, both Lord and Christ." And this too is written not concerning the divine and incomprehensible essence of God the Word who was in the beginning and was with God and thought it not robbery to be equal with God, but concerning Him who from Mary was conformed to our lowliness. For the mention of the cross and the joining of "whom ye crucified" to "hath made" made Him manifest, of whom Scripture makes mention in many places. And as when in the Acts the same Peter says: "The God of Abraham, and the God of Isaac, and the God of Jacob, the God of our fathers hath glorified His servant Jesus, whom ye delivered up and denied before the face of Pilate, when he had judged to release Him; but ye denied the Holy and Righteous One, and asked for a murderer to be granted unto you, and killed the Author of life." And Zechariah says: "I will pour out upon the house of David and upon the inhabitants of Jerusalem a Spirit of grace and of compassion; and they shall look upon Me, whom they pierced,
PG 39:844Read from the page
καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπὶ ἀγαπητὸν, καὶ ὀδυνηθήσονται ἐπ' αὐτὸν, ὡς ἐπὶ πρωτότοκον. » Ἥστινος προφητείας ἀναμνησθεὶς Ἰωάννης μετὰ τὸν σωτήριον σταυρὸν, εἶπεν· « Ὄψονται, εἰς ὃν ἐξεκέντησαν. » Περὶ τούτου καὶ ὁ ἄγγελος συγχαίρων ἀνθρώποις ἔλεξεν· « Ἐτέχθη ἡμῖν Σωτὴρ σήμερον, ὅς ἐστι Χριστὸς Κύριος. » Ὁ δὲ σήμερον τεχθεὶς οὐκ ἄν ποτε ὁ προαιώνιος νοηθείη. Προσεκτέον οὖν καὶ τῷδε τῷ τοῦ Γράμματος θαύματι, ὅτι ἄγγελοι καὶ ἄνθρωποι μιᾶς νεαρᾶς θεογνωσίας ἑορτὴν ἐπετέλουν ἴσῃ διαθέσει ὁμοφωνοῦντες καὶ ὁμογνωμονοῦντες. Οὕτω δέ φαμεν, ἐπινοίᾳ τινὶ τὴν ἄφραστον αὐτοῦ οἰκονομίαν σημαίνοντες, καὶ τὴν εἰς τὴν θεότητα αὐτοῦ συντείνουσαν βλασφημίαν ἐκκλίνοντες, οὐχ ἄλλον δὲ πιστεύοντες εἶναι τὸν ἐκ Πατρὸς Υἱὸν, καὶ ἄλλον τὸν γενόμενον σάρκα καὶ σταυρωθέντα· ἐπεὶ μήποτε διαζεύγνυσθαι ἑαυτῆς, μηδὲ τρέπεσθαι πέφυκεν ἡ θεότης. Οὐδὲ γὰρ ὁ Ἀπόστολος δύο ἐνόησεν ἂν, εἰπών· « Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. » Καὶ ὁ Ἱεραψάλτης γὰρ τὸ ἀπόῤῥητον τοῦτο μυστήριον τῆς οἰκονομίας καὶ κρύπτων πως καὶ ἀναπεπταμένως ἐκφαίνων, καὶ καλύπτων μᾶλλον ἢ ἀγνοῶν, καὶ ἀγνοῶν μᾶλλον ἢ καλύπτων, ἐν ρη' ψαλμῷ ὁμοιότροπον τοῦ μνημονευθέντος ῥήματος Πέτρου προφητεύει· « Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη· καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν· » διὰ μὲν τὸ ὁμοουσίως συνυπάρχειν τῷ Πατρὶ, καὶ πάντα γεγενῆσθαι πρὸς αὐτοῦ, χεῖρα τοῦ Πατρὸς προσαγορεύων τὸν Θεὸν Λόγον. Διὰ δὲ τὸ ἀτρέπτως σάρκα, ὡς οἶδε καὶ ἠθέλησε, γεγενῆσθαι, λέγων αὐτὸν πεποιῆσθαι παρ' ἐκείνου, οὗ χείρ ἐστιν.
and they shall mourn for Him with a mourning as for a beloved one, and shall grieve for Him as for a firstborn." Recalling this prophecy after the saving cross, John said: "They shall look on Him whom they pierced." Concerning this the angel also, rejoicing with human beings, spoke: "Unto you is born this day a Saviour, who is Christ the Lord." Yet he who was born today could never be conceived of as the pre-eternal One. One must therefore attend also to this marvel of Scripture, that angels and human beings were celebrating the festival of one new knowledge of God with equal disposition, speaking with one voice and of one mind. Now we speak thus, signifying by a certain conceptual distinction His ineffable dispensation, and turning aside the blasphemy that aims at His Godhead, not believing that the Son from the Father is one and he who became flesh and was crucified is another; since the Godhead is by nature never separated from itself nor changed. For neither would the Apostle have meant two, when he said: "Christ therefore having suffered for us in the flesh." And the sacred Psalmist also, both concealing in a manner and openly revealing this ineffable mystery of the dispensation, and veiling rather than being ignorant, and being ignorant rather than veiling, prophesies in the hundred and eighth Psalm in a manner similar to the aforementioned saying of Peter: "And let them know that this is Thy hand; and Thou, Lord, hast made it"; calling God the Word the hand of the Father because He coexists consubstantially with the Father and all things have come into being through Him, while because He became flesh unchangeably, as He knew and willed, saying that He was made by Him whose hand He is.
Οὐχ ἀεὶ δὲ τὸ, « ἐποίησε, » νοεῖται ἀντὶ τοῦ,
Not always, however, is "made" understood instead of
Notes, col. 844

On the reading

Printed οὐχ ἄλλον, for οὐκ ἄλλον.

Printed Ἱεραψάλτης, for Ἱεροψάλτης.

Printed Οὐχ ἀεὶ, for Οὐκ ἀεὶ.