Migne Reading Room

PG 39 · cols. 605–616 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:605Read from the page
μασι τὴν ἀλήθειαν καὶ τὸ ἐμμελές· καὶ ἁπλῶς ἐν οὐδενὶ τὰ λόγια, ἃ μετ' ἀξιώματος τοῦ πρέποντος ἐχρήσθη, τιθέμενοι· εἰς ὃ δὲ αὐτοῖς δοκεῖ περιάγοντες [96 a] τὸν λόγον, καὶ ἑαυτοὺς ἀνθοῦντας περὶ τὸν οἰκεῖον σκοπὸν, καὶ ἀπνευστὶ τὸν λόγον εἴροντας, καὶ νικητὰς πάντων μετὰ εὐλαβοφανοῦς εἰρωνείας εἰσφέροντες· διασύρουσιν, ὥς γε νομίζουσι, τὴν ὀρθοδοξίαν. Ἔχει δὲ ἡ τοῦ Μακεδονιανοῦ φωνὴ δῆθεν γενομένη πρὸς ὀρθόδοξον, τόνδε τὸν τρόπον· Ἔλεγες· Ἐνεργεῖ Θεός· ἐνεργεῖ καὶ ἅγιον Πνεῦμα· καὶ ἐκ τοῦ ἐνεργεῖν καὶ ἐνεργεῖν, ἐβούλου τὸ ἰσότιμόν τε καὶ ἰσοδύναμον ἁγίῳ Πνεύματι καὶ Θεῷ ὑπάρχειν. Ἐγὼ δὲ ὅτι ἐπὶ ἑτεροειδῶν τε καὶ διαφερόντων τῇ φύσει καὶ τοῖς ὁρισμοῖς, τὸ ἐνεργεῖν ἰατροί τε καὶ πάντες ἄνθρωποι λαμβάνουσιν, εἴτε ἐπὶ ὑδάτων θερμῶν, εἴτε ἐπὶ τῶν ἐσθιομένων, εἴτε ἐπὶ βοτανῶν, ἐῶ· τοῦτο δὲ μόνον δείκνυμι, ὅτι καὶ ἐπὶ τῆς ἐναντίας δυνάμεως ὁ θεῖος εἴληφε λόγος, εἰρηκότος τοῦ Ἀποστόλου περὶ τοῦ Ἀντιχρίστου· « Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους. » Ὅρα οὖν, φησὶ, τοῦ ἐνεργεῖν ὀνόματος ὁμωνύμως ἢ συνωνύμως λαμβανομένου ἐπὶ πολλῶν, εἰς τί κατήγαγες τὸ ἅγιον Πνεῦμα· καὶ οὐχ ἐλογίζου, ὅτι Θεὸς μὲν κόσμον ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκέ τε καὶ ἐνήργηκεν· ἅγιον δὲ Πνεῦμα, διαίρεσιν χαρισμάτων ἐν τοῖς ὑπὸ Θεοῦ κτισθεῖσιν. Γέγραπται γάρ· « Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὐ μὲν δωρούμενον. » Καὶ πῶς, ὦ Μακεδονιανὲ, οὐχὶ ταῦτα παρὰ τὰς ἐννοίας ἐστὶ τὰς θεολογικάς; πῶς δὲ αὐτόφωρος οὐκ ἔστιν αὐτόθεν ἡ ὑπόκρισις; Πρῶτον μὲν γὰρ ἐπειδὴ πᾶσιν ὁμόλογον, ὅτι τὸ ἐνεργεῖ ῥῆμα ἐπὶ διαφόρων οὐσιῶν τε καὶ πραγμάτων κατηγορεῖται, τίνος εἵνεκα τοῦ κινουμένου περὶ θείας καὶ ἐμφανοῦς ἐνεργείας τοῦ ἁγίου Πνεύματος ὄντος, σὺ εἰς μέσον παρήγαγες ἃ παρήγαγες, καὶ ἐκ τούτου ὕβρισας μᾶλλον ἢ ἐπήνεσας [96 b] τὸ Πνεῦμα τοῦ Θεοῦ; Ἔπειτα οὐ τῷ ὁμωνύμως, ἢ συνωνύμως, ἐπί τε τοῦ Θείου, ἐπί τε βοτανῶν, καὶ τοῦ Σατανᾶ λαμβάνεσθαι τὴν λέξιν τὴν ἐνεργεῖ· ἀλλὰ τοῖς προσώποις καὶ τῇ τῆς ἐνεργείας διαφορᾷ προσέχειν χρή· καὶ τὴν κρίσιν τῶν περὶ τοῦ θεϊκοῦ Πνεύματος λόγων τε καὶ πραγμάτων πρὸς τὸν Θεὸν, τὸν τῇ λέξει τοῦ ἐνεργεῖν ὑμνηθέντα, ὡς πρόκειται, ἀλλὰ μὴ πρὸς τὰ γήϊνα καὶ πρὸς τὸν ῥιφέντα δαίμονα ποιεῖσθαι. Ἐπειδὴ τὸ μὲν Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Θεῷ πρέποντος σεβάσματος μνημονεύεται ἐν ὅλῃ τῇ περὶ αὐτοῦ εὑρισκομένῃ ἐν ἑκάστῳ χωρίῳ συμφράσει· τὰ δὲ κτίσματα καὶ ὁ δαίμων, ἑαυτῶν ἀξίως. Ὅπερ μὴ φυλάττων σὺ ὁ Μακεδονιανὸς, μηδὲ διαγινώσκων, τοῦ μὲν δαίμονος τὸ δυσμενὲς, τοῦ δὲ ἁγίου Πνεύματος
words the truth and what is harmonious; and simply counting as nothing the oracles which were delivered with fitting dignity; but turning the argument around to what seems good to them, and introducing themselves as flourishing around their own aim, and stringing their speech together without drawing breath, and conquering all with a pious-seeming irony, they tear orthodoxy to pieces, as they suppose. And the speech of the Macedonian, supposedly addressed to an orthodox [believer], runs in this manner: "You were saying: God works; the Holy Spirit also works; and from 'works' and 'works' you wished [to infer] that the Holy Spirit and God are equal in honour and equal in power. Now I pass over the fact that physicians and all men use the term 'works' of things heterogeneous and differing in nature and definitions, whether of warm waters, or of foods, or of herbs; this only I show, that the divine word has also used it of the opposing power, since the Apostle has said concerning the Antichrist: 'Whose coming is according to the working of Satan in all signs and wonders of falsehood.' See then," he says, "since the word 'works' is used homonymously or synonymously of many things, to what you have brought down the Holy Spirit; and you did not consider that God made and wrought the world out of non-being into being, whereas the Holy Spirit [wrought] a distribution of gifts among those created by God. For it is written: 'Dividing to each one severally as He willeth'; not indeed bestowing." And how, O Macedonian, are these things not contrary to theological conceptions? And how is the pretence not caught red-handed on the spot? For in the first place, since it is agreed by all that the verb 'works' is predicated of different essences and things, why, when the question is about the divine and manifest working of the Holy Spirit, did you bring forward what you brought forward, and thereby insulted rather than praised the Spirit of God? Secondly, one ought not to pay attention to the fact that the word 'works' is used homonymously or synonymously of the Divine, and of herbs, and of Satan; rather, one must attend to the persons and to the difference of the working, and make the judgement of the words and things concerning the divine Spirit with reference to God, Who is hymned by the word 'works', as is set forth, and not with reference to earthly things and to the cast-out demon. Since the Holy Spirit is mentioned with the reverence befitting God in the entire context found concerning Him in each passage, whereas creatures and the demon [are mentioned] in a manner worthy of themselves. Not observing this, you Macedonian, nor distinguishing the hostility of the demon, and of the Holy Spirit
PG 39:608Read from the page
τὸ φίλιον, εἰς ἅπερ ἐκ τοῦ περισσεύματός σου λεγεις καταφέρεις, τό γε ἐπὶ σοὶ, τὴν ἀσύγκριτον δόξαν τοῦ Θεοῦ Πατρὸς, τοῦ ὁμοιολεξίαις ἐπὶ θείων πραγμάτων ἀνευφημηθέντος, καὶ τοῦ Πνεύματος αὐτοῦ· καὶ ἔλαθες εἰκότως τάξας ἑαυτὸν ἐν τοῖς ὑγιῶς φρονοῦσι. Πρόσεχε δὲ μᾶλλον, ὅτι ἐν τοῖς προκειμένοις, πρὸ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ ἅγιον Πνεῦμα πρῶτον θεοπρεπῶς ἐμνημονεύθη· καὶ λογίζου ἐκ τούτου, ὅτι διαφορὰν ἡ ἐν μονάδι σεπτὴ Τριὰς οὐκ ἔχει, καὶ ὅτι ἀῤῥήτως συνεργεῖ ἑαυτῇ. Εἶτα σὺ σκόπησον, ὅτι ἑκάστῳ διὰ τοῦ ἁγίου Πνεύματος καὶ παρὰ τοῦ ἁγίου Πνεύματος δίδοται τὰ μνημονευθέντα θεϊκὰ χαρίσματα· ὧν οὐδεμία ἔξωθεν ὑπολείπεται δόσις θεϊκῆς δωρεᾶς ἰδία, καὶ ὧν ὁ μὴ τυγχάνων, ὡς παρὰ τοῦ Θεοῦ διδομένων, ἀθλίων ἐστὶν ἀθλιώτερος· καὶ ὁ μὴ οὕτω γράφων τε καὶ λέγων, ἀνίατος μένει, μήτ' αὐτὸς ὠφελούμενος, μήτ' ἄλλους ὠφελῶν, ἀλλὰ [97 a] καὶ βλάπτων· καὶ ὅτι ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, τοῦτ' ἔστιν ποιεῖ τε καὶ παρέχει· ὁ δὲ εἰς ταῦτα ἐνεργῶν, καὶ εἰς πάντα ἐνεργήσει, καὶ ἀνενδεής ἐστιν· ὁ δὲ ἀνενδεὴς, ἀπαθής· ὁ δὲ ἀπαθὴς, Θεός. Ἢ ἄρα ἐὰν λέγηται περὶ τοῦ Θεοῦ Πατρός· « Κύριος δυνατὸς ἐν πολέμῳ· » καὶ, « Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, » καὶ ὅσα τοιαῦτα· ἐν ἄλλοις οὐ νοηθήσεται δυνατὸς, καὶ ἐνεργητικὸς, καὶ ἐπιφανής; Σκέψαι δὲ ὁμοίως, ὅτι πᾶσαν μὲν ἀπαμφιέννυσιν αἱρετικὴν πιθανολογίαν, διεγγυῶνται δὲ διαφόρως τὴν θεϊκὴν αὐτοῦ αὐτεξουσιότητα, τὴν ὁμόφρονα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αἱ οὕτω διαλαλοῦσαι λέξεις· « Κατὰ τὴν αὐτοῦ θέλησιν· » καὶ, « Διαιρεῖ ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· » καὶ ὅτι συνεπιμαρτυρεῖ τούτοις, ὅ τε Θεὸς Πατὴρ σημείοις καὶ τέρασιν, ὅ τε Σωτὴρ λέγων· « Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· » καὶ, « Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια· » ὅ τε Πέτρος, Θεὸν τὸ ἅγιον Πνεῦμα διαῤῥήδην τῷ Ἀνανίᾳ καταγγέλλων τοιῶσδε· « Τί ὅτι συνεφωνήθη ὑμῖν ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. » Κἀκεῖνο δὲ εἰδὼς ἔσο, ὅτι οὐκ ἔλαθες πανούργως παραλείψας ἐν τῷ ματαίῳ καὶ καταβλαβεῖ πονηματίῳ σου, μᾶλλον δὲ βλασφημητηρίῳ σου, τὸ προηγούμενον τοῦ θείου γραφίου. Περιέχει γὰρ ὧδε· « Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα· » καὶ οὕτως ἐπιφέρει, ὃ μόνον σὺ ἐνδιαστρόφως ἐπήγαγες· « Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· » ἀντὶ τοῦ, δωρούμενον, καὶ διανέμον, καὶ ἐκκαλύπτον αὐθεντικῶς τὰ οὐράνια ἀγαθά. Οὐκ ὀρθῆς δὲ γνώμης καὶ πίστεως, μετὰ τοῦ παρερμηνεύειν ἔτι καὶ ἀκρωτηριάζειν τὰ λόγια. [97 b] Τὸ γὰρ περιέχειν, « Ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, » ἀποκλείει σοι τοῦ τε χωρίζειν αὐτὸ τῆς πρὸς τὸν ἕνα, καὶ ἀνώτατον, καὶ πάντα πηδαλιουχοῦντα ταυτότητος (διαφέρει γὰρ οὗτος ὁ ἀθεωρητότατος καὶ ἀπεριληπτότατος τῇ θεότητι οὔτι γε σμικρὸν, πλὴν μόνῳ τῷ τῆς πατρότητος λόγῳ· ὅτι ἐξεπορεύθη φύσει ἐξ αὐτοῦ, καὶ οὐ δημιουργικῇ ἐνεργείᾳ), τοῦ τε λέγειν· Εἰ Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα Χριστοῦ γέγραπται, δύο νοηθήσεται
friendly [utterance], into which you bring down, from your abundance, as far as lies in you, the incomparable glory of God the Father, Who is praised with the same expressions in divine matters, and of His Spirit; and you escaped notice reasonably ranking yourself among those who think soundly. Pay attention rather to this, that in the passage before us, before God the Father and the Son, the Holy Spirit was first mentioned in a manner befitting God; and reckon from this that the venerable Trinity in unity has no difference, and that It ineffably co-operates with Itself. Next, consider that the aforementioned divine gifts are given to each person through the Holy Spirit and from the Holy Spirit; apart from which no separate gift of divine grace is left outside, and he who does not obtain them, as being given by God, is more wretched than the wretched; and he who does not write and speak thus remains incurable, neither benefiting himself nor benefiting others, but [97 a] even harming [them]; and that the one and the same Spirit operates all these things, that is, both makes and provides [them]; and He Who operates in these things will also operate in all things, and is without need; and He Who is without need is impassible; and He Who is impassible is God. Or, if it is said concerning God the Father: "The Lord strong in war," and, "God is known in Judaea," and suchlike things, will He not be conceived as strong, and active, and manifest in other things? Consider likewise that such expressions as these strip away every heretical plausibility, and variously guarantee His divine self-determination, which is of one mind with the Father and the Son: "According to His will," and, "Dividing to each severally as He wills"; and that both God the Father bears witness to these things with signs and wonders, and the Saviour saying: "The Spirit of truth, Who proceeds from the Father," and, "The Spirit is the truth"; and Peter, explicitly proclaiming to Ananias that the Holy Spirit is God, thus: "Why has it been agreed by you to lie to the Holy Spirit? You have not lied to man, but to God." And know this too, that you did not escape notice cunningly omitting in your vain and harmful little treatise, or rather your place of blasphemy, what precedes in the divine writing. For it contains thus: "The one and the same Spirit," and thus it adds what alone you perversely adduced: "Dividing to each severally as He wills"—instead of, bestowing, and distributing, and revealing with authority the heavenly goods. It is not the part of a right judgement and faith, besides misinterpreting, also to mutilate the oracles. [97 b] For the inclusion of "One and the same Spirit" shuts you out both from separating Him from the identity with the One, and Most High, and all-steering [God] (for this [Spirit], Who is most uncontemplated and most incomprehensible, differs in nothing at all in His deity, save only in the principle of paternity, because He proceeded by nature from Him, and not by creative operation), and from saying: If "Spirit of God" and "Spirit of Christ" is written, two will be understood
Notes, col. 608

On the reading

Printed λεγεις, for λέγεις.

PG 39:609Read from the page
Πνεύματα. Προείρηται δὲ οὐ πολλῷ ἀνωτέρω, δι' ἣν αἰτίαν οὕτω κεχρησμῴδηται. Μὴ ἀγνόει δὲ καὶ τὸ ὅτι τὰ ἐκκείμενα λόγια, οὐχ ἄλλο σημαίνει πρόσωπον εἶναι τὸ χαριζόμενον, καὶ ἄλλο τὸ διανέμον, ὡς ἐπὶ τῶν ὅλα μήτε εἰδέναι δυναμένων, μήτε ἀπόνως πραττόντων ἀνθρώπων, καὶ διὰ τοῦτο διδόντων μὲν ἀποκρίτως τούτων, ἑτέρων δὲ κατὰ δοκιμασίαν ἀκριβῆ διανεμόντων, μήπως, ἢ οἱ χορηγοῦντες οὐχ ἐπαρκέσωσιν, ἢ οἱ διακονούμενοι αὐτοὶ οὐ κερδάνωσιν. Ὁ γὰρ ἀναίτιος, καὶ ἀπαθὴς, καὶ ἀεικίνητος, πανταρκής τε καὶ ἄφθονος Θεὸς, ὁ μὴ πρὸς ὃ ἄξιοι λαβεῖν ἡμεῖς (οὐδὲ γὰρ οὐδὲ ἄξιοι ἐξ ἔργων ἀγαθοῦ οὐδενὸς), ἀλλὰ πρὸς ὃ αὐτῷ δοῦναι πρέπον ἐστὶ παρέχων· πάντα εἰδὼς, καὶ πάντα δυνάμενος, ὡς καὶ παρ' Ἕλλησιν εἴρηται·
Spirits. It has been said not much above for what reason it has been oracularly spoken thus. Do not be ignorant of this also, that the oracles set forth do not signify that the person who bestows is one and the person who distributes is another, as in the case of human beings who are neither able to know all things nor act without toil, and for this reason give apart from these, while others distribute according to exact examination, lest either those who supply should not suffice, or those who minister should not themselves make a gain. For the uncaused, and impassible, and ever-moving, all-sufficient, and ungrudging God, Who provides not according to what we are worthy to receive (for indeed we are not even worthy from any good works), but according to what is fitting for Him to give; knowing all things, and able to do all things, as has also been said among the Greeks:
Notes, col. 609

On the reading

Printed οὐχ ἐπαρκέσωσιν, for οὐκ ἐπαρκέσωσιν.

PG 39:612Read from the page
Οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει, [Οἷον ἐγὼ νοέω·
For no one will conceive another mind better than this, [such as I conceive:
ἐπινεύσει μόνῃ, καὶ οὐ χειρουργίᾳ, ἢ κακοπαθείᾳ, ἑκάστοις τὰς ἀγαθὰς καὶ ἀφθόνους δόσεις δαψιλῶς ἀεὶ χορηγεῖ· καὶ οὐ νῦν μὲν, νῦν δ' οὔ· οὐδὲ ποτὲ μὲν μᾶλλον, ἄλλοτε δὲ ἧττον· ἀλλὰ διηνεκῶς κατὰ ταυτὰ καὶ ὡς αὕτως ἐν ἁπάσῃ συμπνοίᾳ (πῶς γὰρ οὔ;) τοῦ τε ἰδίου Υἱοῦ Λόγου καὶ τοῦ ἑνὸς ἁγίου αὐτοῦ Πνεύματος. Οὐδὲ γὰρ τῶν ὄντων οὐδεὶς αὐτῷ ἀπόβλητός ἐστιν· ὅπου γε ἀνατέλλει [98 a] τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς ὁμοίως, καὶ τοῖς εἰς τὴν ἑνδεκάτην ὥραν ἐργασαμένοις, τὸν αὐτὸν μισθὸν, ὃν τοῖς ἀπὸ ὄρθρου σκάπτουσι καὶ ἀμπελουργοῦσι συνεφώνησε, χορηγεῖ· οὐδὲ ἐπίφοβος αὐτῷ ἐστιν, ἵνα διὰ τῆς ἐνδείας, ἢ τοῦ μὴ πλουσίως δοῦναι πολεμήσει αὐτῷ· οὐδὲ ἄλλος τις κατὰ δεσποτείαν διαφέρων εὑρίσκεται, ἵνα βασκάνῃ τούτῳ τὸ ἐξισωθῆναι τοῖς
by a nod alone, and not by manual labour or hardship, He always bountifully supplies good and abundant gifts to each; and not at one time indeed, and at another time not; nor sometimes more, and at other times less; but continually in the same manner and likewise in complete harmony (for how could it be otherwise?) with both His own Son the Word and His one Holy Spirit. For not one of the things that exist is cast away by Him; since He makes [98 a] the sun to rise upon the righteous and sinners alike, and to those who worked at the eleventh hour He supplies the same wage which He agreed upon with those who dug and tended the vineyard from dawn; nor is anyone formidable to Him, so that through want or not giving richly he should make war against Him; nor is any other found excelling in lordship, so that he should begrudge this one being made equal to
PG 39:613Read from the page
αὐτῷ προσήκουσιν (ὃ μηδ' εἰπεῖν εὐαγὲς, εἰ μὴ ὑποθέσεων καὶ ὑποστάσεων μοχθηρῶν)· οὐδὲ ἀνῆκεν ᾧ ὀργισθήσεται· « Φείδῃ » γὰρ, φησὶ, « πάντων, ὅτι πάντα σά ἐστι, Δέσποτα φιλόψυχε· καὶ τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν. » Τούτων δὲ μὴ ὄντων, τί σοι ὑπολείπεται σοφίζεσθαι; Ὡς πάλιν ὅταν λέγηται ὁ Υἱὸς, ἢ τὸ ἅγιον Πνεῦμα, παρέχειν θεϊκὰ δωρήματα, εὔδηλον, ὡς εὐδοκίᾳ πατρικῇ· πῶς γὰρ οὐχ οὕτως; Τοιγαροῦν ἀκρόασαι Παύλου Ῥωμαίους διδάξαντος· « Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν· » καὶ, « Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν· » καὶ πάλιν· « Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν· » καὶ Κορινθίοις τὸ πρῶτον· « Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἔτι ἐστὲ ὑπὸ νόμον· » καὶ Γαλάταις· « Ὁ γὰρ καρπὴς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. » Διὸ κἀνταῦθα προεῖπε· « Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· » τοῦτ' ἔστι (κατὰ ἔλλειψιν λόγου καὶ συγκοπὴν), τὸ χαριζόμενον Πνεῦμα· καὶ οὕτως ἐπήγαγεν· « Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· » ὥστε ἀποδεῖξαι, ὅτι αὐτὸ, καὶ χαρίζεται, καὶ [98 b] διαιρεῖ, ὁμοφρόνως δῆλον ὅτι τῷ ἑνὶ, οὗ Πνεῦμά ἐστι, καὶ εἰς ὃν πάντα ἀνάγεται, ὡς Ῥωμαίοις ἐγράφη· « Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. » Πρόσεχε δὲ καὶ τοῖς ἄλλοις πᾶσιν, ἃ προσείρηκε τὰ λόγια περὶ αὐτοῦ. Εἰ δ' ἂν γὰρ πᾶσι προσεῖχες, καὶ εἰ ἐπίστευες αὐτῷ τῷ Θεῷ Πατρὶ, καὶ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, ἔτι δὲ καὶ τοῖς τοσούτοις ἁγίοις, ὧν οἱ ὀφθαλμοὶ τῆς διανοίας οὕτως ἐγρηγόρουν, ὡς οἱ Χερουβικοὶ, οὓς ἡμεῖς, ὅσῳ πλέον αἰσχυνόμεθα καὶ τιμῶμεν, τοσούτῳ μᾶλλον τὴν ἔργῳ γενομένην τε παρ' αὐτῶν συμβολὴν καὶ διδαχὴν καὶ τὴν ἐπιδεχθεῖσαν πίστιν ὀρθῶς δεχόμεθα· εἰ δ' ἂν δὲ καὶ μὴ τὴν ἀρχὴν ἠκολούθησας ἐν μέρει τοῖς Ἀρείου ὑπασπισταῖς, οὓς μηδὲ λέγειν ἡμᾶς εἴη, μηδὲ μανθάνειν, ἐρυθριῶν αὐτοὺς, ὡς περιτεθεικότας σοι ὄνομα ἐπισκόπου, διακόνῳ πρὸ τούτου τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς Ἐκκλησίας τυγχάνοντι· οὐκ ἂν μὲν τὴν παρεξέτασιν τῶν περὶ τοῦ ἁγίου Πνεύματος εἰρημένων πρὸς τὰ περὶ τῶν κτισμάτων λεχθέντα ἐποιήσω, καὶ τὴν ὑπόνοιαν τοῖς συνασεβοῦσί σοι πλείονα ἔδωκας, οὐδὲ ἐχρήσω ἂν λοιδορίᾳ, ἵνα μὴ εἴπω βλασφημίᾳ, νικώσῃ τὸ μέτριον· εἰδέναι δὲ εἶχες ἂν, ὅτι συμπαρῆν καὶ συνήργει ἀῤῥήτως πάν-
belong to Him (which it is not even pious to say, except of wicked suppositions and substances); nor was it fitting for Him to be angry with anyone: "For Thou sparest," it says, "all things, because all things are Thine, O Master, lover of souls; and Thy incorruptible Spirit is in all things." Since these things are not so, what is left for you to sophistically devise? So again, whenever the Son or the Holy Spirit is said to provide divine gifts, it is clear that it is by the Father's good pleasure; for how could it not be so? Therefore listen to Paul teaching the Romans: "Because the love of God has been poured out in our hearts through the Holy Spirit Who has been given to us"; and, "As many as are led by the Spirit of God, these are sons of God"; and again: "He therefore Who supplies to you the Spirit, and works miracles among you"; and to the Corinthians in the first [letter]: "But if you are led by the Spirit, you are no longer under law"; and to the Galatians: "For the fruit of the Spirit is love, joy, peace, longsuffering, kindness, goodness, faith, meekness, self-control. Against such things there is no law." Wherefore here also he said beforehand: "There are diversities of gifts, but the same Spirit"; that is (by an ellipsis and cutting short of speech), the Spirit Who bestows; and thus he added: "The one and the same Spirit, dividing to each severally as He wills"; so as to demonstrate that He both bestows and [98 b] divides, clearly in harmony with the One, Whose Spirit He is, and to Whom all things are referred, as was written to the Romans: "For from Him, and through Him, and to Him are all things." Pay attention also to all the other things which the oracles have said beforehand concerning Him. For if you had paid attention to all things, and if you had believed in God the Father Himself, and in His only-begotten Son, and further also in so many saints, whose eyes of the mind kept watch like the Cherubic ones, whom the more we revere and honour, so much the more do we rightly receive the contribution and teaching that came about in deed from them and the faith that was accepted; and if besides you had not at the beginning followed in part the shield-bearers of Arius—whom may it not be ours either to speak of or to learn—blushing before them, as having bestowed upon you the name of bishop, when before this you were a deacon of the orthodox and apostolic Church, you would not have made the comparison of the things said concerning the Holy Spirit with the things spoken concerning creatures, and given greater suspicion to those who are impious with you, nor would you have used reviling, not to say blasphemy, exceeding moderation; but you would have known that He was present with and ineffably co-operated with all
Notes, col. 613

On the reading

Printed καρπὴς, for καρπὸς.

PG 39:616Read from the page
των δημιουργουμένων, ἅτε Πνεῦμα τοῦ Θεοῦ ἐνυπόστατον· εὐδόκησε δὲ ἅπαξ ὁ Θεὸς καὶ Πατὴρ, καθὰ ἀνωτέρω εἴρηται, διὰ τοῦ Υἱοῦ Λόγου πάντα ἐκ μὴ ὄντων παροισθῆναι, συνεπινοουμένου (πῶς γὰρ οὔ;) αὐτοῦ τε τοῦ Πατρὸς καὶ τοῦ ἁγιαστικοῦ Πνεύματος αὐτοῦ εἰς τὸ δημιουργῆσαι· ἐπὶ ἀνθρώπων δὲ, ἢ καὶ ἀγγέλων, χρεία πολλῶν προσώπων καὶ χειρῶν εἰς τὸ τελείως καὶ περιγεγονότως ὁτιοῦν πρᾶξαι. Διεγγυᾶται δὲ [99 a] ταῦτα ὁ θεσπίσας συμμνημονεύεσθαι αὐτὸ ἐν τῇ τοῦ βαπτίσματος ἀναγεννήσει ἡμῶν· ὡς συμπαρὸν γὰρ, καὶ συμπρᾶττον, καὶ τῆς ἀῤῥήτου φύσεως οὐχ ὑποβιβαζόμενον μνημονεύεται καὶ αὐτό. Οὕτως μὲν οὖν ταῦτα, καὶ οὐκ ἄλλως, καὶ πλείω παρήσω λέγειν ὅμως. Ἀλλὰ καὶ διὰ τοῦ Πνεύματος διανέμει ὁ Θεὸς, ὡς διὰ τοῦ Λόγου αὐτοῦ κτίζει. Τοῦτο οὐκ ἐκβάλλει αὐτὸ τῆς θεότητος, ὡς οὐδὲ τὸν Υἱόν· μενοῦν γε καὶ ἀποφαίνει καὶ διὰ τούτων αὐτὸ Θεόν. Ἐπειδὴ τοῖς διὰ τοῦ Υἱοῦ κτισθεῖσι, διὰ τοῦ ἁγίου Πνεύματος τὰ πρὸς σωτηρίαν καὶ πανταχοῦ λαλούμενα παρέχεται ἀγαθά. Θάτερον γὰρ θατέρου ἤρτηται, καὶ τῷ δημιουργηθέντι συμφωρότερον τοῦ δημιουργηθῆναι τὸ προνοεῖσθαι, καὶ τοῦ ῥέοντος πλήθους τῶν ἐξ οὐρανοῦ θείων καταξιοῦσθαι δώρων· καὶ προτετίμηται πανταχοῦ τὸ μὴ γενέσθαι, τοῦ γενόμενον ἀτευξίαν ἔχειν τῶν ἄνωθεν ἀδαπανήτων ἀγαθῶν· ἃ καὶ διδόμενα οὐχ ὁρᾶται, ὡς καὶ ὁ διδοὺς καὶ δι' αἰώνων ἐπαρκεῖ, καὶ ἀγνοεῖταί πως. Οὐ γὰρ ἶδεν αὐτὰ ὄμμα, οὔτε ἤκουσεν οὖς, ἢ εἰς ἐνθύμησιν ἦλθέ πω· καὶ πρόκειται τῇ γνώσει ἡμῶν πᾶν περὶ αὐτῶν ὕψος συλλογιζομένων, πᾶν τε κάλλος συλλεγόντων, ὅπως ποτ' οὖν πελάζῃ τῷ πρέποντι ἡ πίστις· ἔνθα γὰρ αὐτὸ τἀληθὲς, ἢ τἀκριβὲς, τέως οὐχ ἁλώσιμον, ἐς τὸ δυνατὸν δεῖ βλέπειν. Ἀπλανὴς οὖν ἔλεξε φωνὴ περὶ τοῦ γενομένου ἀμετόχου τούτων· « Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη. » Αὐτὸς οὖν σεαυτὸν δι' αἰτίας ἤγαγες ἤδη, καὶ εἰς ἑαυτὸν περιέτρεψας, ἣν εἴλω καθ' ἡμῶν κατηγορίαν· καὶ ἁπλῶς τῶν ἀέρα τυπτόντων οὐδὲν διαφέρειν ἔδοξας, προαχθεὶς εἰς τὸ ἀπορίας τινὰς, τὸ δὴ λεγόμενον, καττῦσαι, καὶ [99 b] μεταξὺ θείων πραγμάτων καὶ διηγημάτων εἰς μέσον ἀσόφως φέρειν, τῆς χρείας οὐκ ἀπαιτούσης, ἄλλα τέ τινα ὑλικὰ, καὶ μέντοι τὸν ἀντικείμενον, καὶ ἀποβεβλημένον, καὶ οἷάπερ ἔλεξας ὑποβάλλοντα. Πολύ τε ἀπέχεις τῶν ἐπιεικές τι καὶ χρηστὸν πεποιηκότων, καὶ οὐδείς σε Χριστιανῶν τῶν τὰς Γραφὰς ὀρθῶς καὶ ἀπροσπαθῶς ἐκμελετησάντων, καὶ οἷς εὐθὺς τὸ διαπρέπειν ἐπὶ τῇ δοθείσῃ παρὰ τοῦ θείου Πνεύματος χάριτι ὑπῆρξεν, ἀποδέξαιτο ἂν εἰς τὰ ψυχοβλαβῶς σοι ἐκπονηθέντα. Κατὰ γὰρ τὴν σὴν ἐγχείρησιν, ἐκβληθήσεται τάχα πᾶσα Γραφὴ, θεολογίας ἔνδειξιν ἔχουσα. Καὶ φέρε, εἰ μὴ ταῦτα ἀληθῆ,
things that are created, inasmuch as He is the subsistent Spirit of God; and God the Father once willed, as has been said above, that all things be brought out of non-being through the Son the Word, both the Father Himself and His sanctifying Spirit being conceived together (for how could it be otherwise?) in creating; whereas in the case of human beings, or even of angels, there is need of many persons and hands to do anything perfectly and completely. And He Who decreed [99 a] that He be commemorated together in our regeneration of baptism guarantees these things; for He too is commemorated as being present with, and co-operating with, and not being subordinated below the ineffable nature. Thus then these things are, and not otherwise, and yet I shall omit to say more. But God also distributes through the Spirit, just as He creates through His Word. This does not cast Him out of the deity, any more than [it does] the Son; nay rather, it even declares Him through these things to be God. Since to those who were created through the Son, the good things that tend to salvation and are spoken of everywhere are provided through the Holy Spirit. For the one depends upon the other, and for what has been created, to be cared for by providence and to be deemed worthy of the flowing multitude of divine gifts from heaven is more profitable than having been created; and everywhere not having come into being is preferred to having come into being and missing the inexhaustible good things from above; which even when given are not seen, just as He Who gives them both suffices through the ages and is in a manner unknown. For eye has not seen them, nor ear heard, nor has it ever come into thought; and it lies before our knowledge as we reason out every height concerning them and gather every beauty, so that somehow faith may draw near to what is fitting; for where the truth itself, or the exactness, is for the present not to be grasped, one must look as far as is possible. An unerring voice therefore spoke concerning the one who became without share in these things: "It were good for that man if he had not been born." You have therefore already brought yourself under accusation, and turned upon yourself the charge which you brought against us; and simply you seemed to differ nothing from those who beat the air, being led on to stitch together, as the saying is, certain difficulties, and [99 b] unwisely to bring into the midst between divine matters and narratives, without necessity requiring it, both other material things and indeed the adversary and cast-out one, suggesting such things as you spoke. And you are far removed from those who have done anything reasonable and worthy, and none of the Christians who have rightly and dispassionately studied the Scriptures, and to whom it belonged straightway to excel in the grace given by the divine Spirit, would accept the things laboured out by you to the harm of souls. For according to your undertaking, perhaps every Scripture that has a demonstration of theology will be cast out. And come, if these things are not true,
Notes, col. 616

On the reading

Printed συμφωρότερον, for συμφορώτερον.