Migne Reading Room

PG 39 · cols. 485–496 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:485Read from the page
σῶν, καὶ πασας ἐπὶ πᾶσιν οἰκτείρων ἀμελλητὶ, καὶ ἐπιῤῥωννύων, καὶ εὐφροσύνην ἄφατον ταῖς ἑκασταχοῦ [60 a] φύσεσιν ἐνδιδούς· περιέχων τοῦδε τοῦ παντὸς τὴν σύστασιν, καὶ πάντα ἔχων ὑφ' ἑαυτῷ· καὶ θεσπεσίῳ φωτίζων φωτὶ, καὶ εὐεργετῶν τῇ ἁπλέτῳ αὐτοῦ ἐνεργείᾳ καὶ ἀναθοτητι· τὰ μὲν ἀμείνω τὴν γνώμην ἐπὶ τελειότερον ἄγων σκοπὸν, τὰ δὲ χείρω καὶ πλημμελῶς ἀναστρεφόμενα οὐκ ἀποστερῶν τῆς ἑαυτοῦ βασιλικῆς καὶ ὁμονοητικῆς καὶ ἀμερίστου προστασίας· ἀλλ' ἐν ἐφέσει καθιστῶν αὐτὰ, καὶ συννοίᾳ τῆς χορηγοῦ τῶν ὁλικῶν ἀγαθῶν ὁμοουσίου Τριάδος, καὶ πᾶσι τοῖς καλλιεργοῦσι συλλαμβανόμενος, μετὰ τοῦ πάντων ἐξῃρημένος εἶναι, οὕτως, ὅτι
and having compassion upon all in all things without delay, and strengthening them, and imparting ineffable gladness to natures everywhere; encompassing the constitution of this universe, and holding all things beneath Himself; and illuminating with divine light, and conferring benefits by His boundless operation and goodness; leading those of better purpose to a more perfect aim, and not depriving those that behave worse and faultily of His own royal and harmonious and undivided protection; but setting them in desire and reflection upon the consubstantial Trinity, the giver of universal good things, and assisting all who do noble deeds, while being exalted above all, in such wise that
Notes, col. 485

On the reading

Printed πασας, for πάσας.

Printed ἀναθοτητι, for ἀγαθότητι.

PG 39:488Read from the page
ἄλλῳ μὲν τῶν ἀποστόλων διάγοντι ἐν Ἰνδίᾳ, ἑτέρῳ δ' ἐν Σπανίᾳ, ἄλλῳ δ' ἐν ἄλλῳ τόπῳ ἕως τῆς ἐσχατιᾶς τῆς γῆς, παρ' αὐτοῦ νενεμημένῳ, τῆς ἑαυτοῦ ἀπλανοῦς καὶ ἀκιβδήλου μετεδίδου σοφίας· οὐ τῷδε μὲν νῦν, ἑτέρῳ δ' εἰς αὖθις παραγινόμενος· οὐδὲ τῷ μὲν μᾶλλον, τῷ δὲ ἔλαττον ἐπιπνέων, ἀλλ' ἅμα τε καὶ ἑκάστῳ ὁμοῦ καὶ διακεκριμένως ἀεὶ ὁμοίως ἐπιλάμπων, καθὰ καὶ ὁ εἰπὼν Κύριος· ‹ Μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. › Ἐπεὶ μή γε ἐπειδὴ αὐτοὶ τὴν παρ' Ἰωάννῃ κειμένην θεολογίαν περὶ τοῦ Πνεύματος ἔνθα εἶπε, ‹ Πνεῦμα ὁ Θεὸς, › μεταφέρουσιν εἰς τὸν Θεὸν καὶ Πατέρα, λέγοντες διὰ τὸ εἶναι Πνεῦμα αὐτὸν οὕτω γεγράφθαι. Ἔτι δὲ ἐπειδὴ γέγραπται καὶ, ‹ Πνεῦμα τοῦ προσώπου ἡμῶν Χριστὸς Κύριος· › ἄρα καὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, ἅτε Πνεῦμα, τοῖς ἄλλοις συν-
to one of the apostles dwelling in India, to another in Spain, and to another in another place unto the uttermost part of the earth, allotted by Him, He imparted His own unerring and unadulterated wisdom; not coming to this one now and to another hereafter, nor breathing upon one more and another less, but shining upon all at once and each individually, together and distinctly, ever in like manner, even as the Lord Who said: "I am with you all the days, even unto the consummation of the age" (Matt. 28:20). Else, since they transfer the theology concerning the Spirit set down in John, where he said, "God is Spirit" (John 4:24), to God the Father, saying that it was written thus because He is Spirit—and further, since it is also written, "The spirit of our countenance is Christ the Lord" (Lam. 4:20)—will they then number both the Father and the Son, inasmuch as they are Spirit, with the other
PG 39:489Read from the page
αριθμήσουσι λειτουργικοῖς πνεύμασιν; Εἰ δὲ τοῦτο οὐχ οὕτως, οὐδὲ τὸ ἅγιον Πνεῦμα νοεῖται μετὰ τῶν ἄλλων πνευμάτων. Ἀρχάγγελος γὰρ οὐχ ἔστιν. Ὁ γὰρ Μιχαὴλ, καὶ Γαβριὴλ, καὶ οἱ κατ' αὐτοὺς, εἰσὶν ἀρχάγγελοι· μετ' ἐκείνους δὲ οὐδὲ αἱρετικοὶ εἴποιεν ἂν τετάχθαι τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ποῦ οὖν λοιπὸν, ἢ [60 b] μετὰ ποίων κτισμάτων τάσσεσθαι δοκιμάζουσιν αὐτό; Μετὰ γὰρ τὸν Θεὸν, φύσιν ἄλλην λογικὴν ἀπὸ Γραφῶν οὐκ ἐδιδάχθημεν, ἢ τῶν πολλῶν πνευμάτων καὶ τῶν καθ' ἡμᾶς σωμάτων. Ἔτι σοφιστικῶς ἐκ τῶν προκειμένων ἐπάγουσιν· Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἀληθινὸς, τὸ δὲ Πνεῦμα ἀλήθεια γέγραπται, ὡς ἀπάδοντος τούτου. Ἔστιν δὲ ταυτὸν, καθὰ ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, καὶ οὐ διαφέρει τοῦτο ἐκείνου.
ministering spirits? And if this is not so, neither is the Holy Spirit conceived of along with the other spirits. For He is not an archangel. For Michael, and Gabriel, and those like them, are archangels; and not even heretics would say that the Holy Spirit of God is ranked with them. Where, then, henceforth, or with what creatures do they think fit to rank Him? For after God, we have not been taught from the Scriptures of any other rational nature than that of the many spirits and of our own bodies. Further, they sophistically infer from the passages before us: the Father and the Son are written to be true, whereas the Spirit is written to be truth, as though this were discordant. Yet it is the same thing, as was shown in the first book, and this does not differ from that.
ΚΕΦ. Ε΄.
Chapter V.
Περὶ τῶν λεγόντων, ὅτι Μονογενοῦς ὄντος τοῦ Θεοῦ Λόγου, τί τὸ Πνεῦμα καλέσομεν; καὶ τὰ λοιπά.
Concerning those who say: Since God the Word is Only-begotten, what shall we call the Spirit? and the rest.
Πρὸς ταῦτα οἱ ποικιλώτατοι καὶ πολυτροπώτατοι κατὰ τὸν λόγον (οὐκ οἶδα, εἰ μὴ καὶ κατὰ τὴν γνώμην, πάντως δὲ ὅτι καὶ τοῦτο), οἱ τῆς ἁπλουστέρας καὶ ἀληθεστέρας διδασκαλίας ἀλλότριοι αἱρετικοὶ,
Against these things the heretics—most subtle and versatile in speech (I know not whether also in mind, though surely that too), strangers to the simpler and truer teaching—
Notes, col. 489

On the reading

Printed οὐχ ἔστιν, for οὐκ ἔστιν.

PG 39:492Read from the page
ἀναστρέφοντες, πολλάκις τὰ αὐτὰ ῥήματα, φασίν · Μονογενὴς ἐκλήθη ὁ Θεὸς Λόγος, ἐπειδὴ τὸ ἅγιον Πνεῦμα οὐκ ἐκ τῆς ὑποστάσεώς ἐστιν τοῦ Πατρός. Ἐπεὶ αὐτὸς μὲν οὐκ ἂν ἐλέχθη Μονογενὴς, τὸ δὲ ἅγιον Πνεῦμα προσηγορεύθη ἂν ἀδελφὸς αὐτοῦ. Ἐκεῖνοι μὲν οὕτως, καὶ πρὸς ἑαυτοὺς ἀνομοιούμενοι, ἡ δὲ ἀλήθεια πρὸς αὐτούς. Μονογενὴς γέγραπται, διά τε τὸ μόνον γεννηθῆναι ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς, καὶ μὴ ἐκπορευθῆναι, ὡς τὸ ἅγιον Πνεῦμα · διά τε τὸ ἀποκλείεσθαι τὰς βλασφημίας αἱρετικῶν, λεγόντων αὐτὸν κτίσμα καὶ υἱὸν, ὡς ἐσμεν ἡμεῖς. Καὶ τὸ ἅγιον δὲ Πνεῦμα ἓν καὶ μόνον εἶναι γέγραπται, διά τε τὸ ἑνιαίως καὶ μόνως αὐτὸ ἐκ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευθῆναι, καὶ μὴ γεννηθῆναι, ὡς ὁ Υἱός · διά τε τὸ μὴ κτίσμα, ὡς τὰ ἄλλα πνεύματα, ὑπονοεῖσθαι. Τὸ γὰρ ἓν οὔτε ἀλλότριόν ἐστι τὸ Πνεῦμα τῆς οὐσίας τοῦ Πατρὸς, οὔτε διώρισται τῆς πρὸς τὸ ἓν ἑνώσεως · οὔτε πρὸς ἐκεῖνο, ἢ ὕφεσιν ἔχει, ἢ [61 a] ἄλλον ἑαυτοῦ μᾶλλον συμφυέστερον, ἢ ἀγχίθεον · οὔτ' ἀνέχεται, ἢ ἀριθμὸς προσαγορεύεσθαι, τῆς ἑνάδος οὐσίας ὂν, ἢ τοῖς παρηγμένοις συντάττεσθαι, τῶν πάντα παραγαγόντων σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνον. Οὐ δύναται οὖν τὸ ἓν ἅγιον Πνεῦμα, οὔτε τῷ ἑνὶ Πατρὶ, ἢ τῷ ἑνὶ Υἱῷ εἶναι ἀνόμοιον, οὔτε τῷ πλήθει τῶν πνευμάτων ὅμοιον. Καθάπερ γὰρ ἑνὸς ὄντος Θεοῦ καὶ Πατρὸς, καὶ ἑνὸς Υἱοῦ ἀληθινοῦ, πάντες οἱ κατ' εἰκόνα δι' ἀγαθότητα καὶ ἀφθονίαν αὐτοῦ ἐκλήθημεν θεοὶ καὶ υἱοὶ, οὐκ ὄντες τῇ ἀληθείᾳ κατὰ τὸ, ‹ Ἐγὼ εἶπα · Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες · › οὕτως ἑνὸς καὶ μόνου ὄντος ἁγίου Πνεύματος ἀληθείας, πολλὰ πνεύματα λέγεται, οὐκ ὄντα τῇ φύσει πνεύματα τοῦ Θεοῦ. Οὐ βλέποντες καὶ ἀνασκεπτόμενοι, ὅπως ἂν τοῖς θεολόγοις φαίνοιντο συμβαῖνόν τι λέγοντες, οὐκ ὀκνοῦσι καὶ ἄλλα ἐπιφέρειν βλαβερά. Καί μοι, πρὶν ἅπαντος ἀκοῦσαι τοῦ λόγου, μέμψηται μηδὲ εἷς, εἰ βλάβην τὰ ἐκείνων καλῶ. Εὑρήσει γὰρ, ὅτι φθέγγονται, ἄντικρυς ἀντιπράττοντες τῇ γνώμῃ τῶν θεηγόρων ἀνδρῶν, οἳ τὸ περὶ τοῦτο διαπρέπειν εἶχον παρὰ τοῦ Θεοῦ ἐν δωρεᾶς μέρει. Λέγουσι γάρ · Εἰ Θεὸς τὸ ἅγιον Πνεῦμα, ἢ Πατὴρ, ἢ Υἱός ἐστιν · μὴ ὂν δὲ τούτων μηδὲν, οὐκ ἔστι Θεὸς, ὡς οὐδὲ τὰ ἄλλα πνεύματα. Ἀπαντητέον τοίνυν αὐτοῖς οὑτωσί · Ὥσπερ Θεὸς ὁ Πατὴρ, οὐ διὰ τὸ εἶναι Πατέρα, ἀλλὰ διὰ τὸ εἶναι θείας φύσεως · καὶ ὁ Υἱὸς, οὐ διὰ τὸ εἶναι τοῦ τυχόντος υἱὸς, ἀλλὰ διὰ τὸ τοῦ Θεοῦ εἶναι Υἱὸν Λόγον, καὶ ἀναγκαίως τῆς αὐτοῦ θείας φύσεως ὑπάρχειν · οὕτως καὶ τὸ ἅγιον Πνεῦμα Θεὸς, οὐ διὰ τὸ ἁπλῶς εἶναι Πνεῦμα, ἀλλὰ
turning about, often repeating the same words, they say: God the Word was called Only-begotten, because the Holy Spirit is not from the hypostasis of the Father. For otherwise He would not have been called Only-begotten, and the Holy Spirit would have been addressed as His brother. Thus they speak, both becoming unlike themselves, while the truth is against them. He is written Only-begotten, both because He alone was begotten from the hypostasis of the Father, and did not proceed, as the Holy Spirit; and because the blasphemies of heretics are shut out, who say that He is a creature and a son, as we are. And the Holy Spirit too is written to be one and alone, both because He uniquely and alone proceeded from the hypostasis of God and the Father, and was not begotten, as the Son; and so that He might not be supposed a creature, like the other spirits. For the one Spirit is neither alien from the essence of the Father, nor separated from the union with the One; nor has He inferiority towards Him, nor another more connatural to Himself or nearer to God; nor does He endure to be called a number, being of the essence of the Monad, or to be ranked with the things brought forth, being with the Father and the Son the Producer of all things. Therefore the one Holy Spirit can neither be unlike the one Father or the one Son, nor like the multitude of spirits. For just as, since there is one God and Father, and one true Son, all of us who are according to the image were called gods and sons through His goodness and bounty, not being so in truth according to the saying, "I said: Ye are gods, and all of you sons of the Most High" (Ps. 81:6); so too, since there is one and only one Holy Spirit of truth, many spirits are spoken of, which are not by nature spirits of God. Not seeing and considering how they might appear to say something agreeing with the theologians, they do not shrink from bringing forward other harmful things as well. And let no one blame me before hearing the whole discourse, if I call their sayings a harm. For he will find that they utter things directly contradicting the mind of the God-inspired men, who had from God as a gift to excel in this matter. For they say: If the Holy Spirit is God, He is either Father or Son; and being neither of these, He is not God, just as neither are the other spirits. One must therefore answer them thus: Just as the Father is God, not because of being Father, but because of being of divine nature; and the Son, not because of being son of just anyone, but because of being God's Son the Word, and necessarily existing of His divine nature; so also the Holy Spirit is God, not because of simply being Spirit, but
PG 39:493Read from the page
διὰ τὸ τοῦ Θεοῦ εἶναι ἓν καὶ μόνον Πνεῦμα ἅγιον, καὶ τῆς αὐτοῦ [61 b] θείας φύσεως καθεστάναι, ὡς προελέχθη. Καὶ ὥσπερ ἀκούσαντες · ‹ Εἷς ὁ Θεός · › καὶ, ‹ Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις · › ἐξ ἴσου τῷ Πατρὶ Θεόν τε εἶναι τὸν μονογενῆ Λόγον πιστεύομεν, καὶ προσκυνοῦμεν, καὶ λατρεύομεν αὐτῷ · τὸν ἴσον τρόπον καὶ περὶ τοῦ ἁγίου Πνεύματος διακείμεθα. Αὐτῷ γὰρ, ᾧ προσετάχθημεν ἐν τῷ περὶ τοῦ ἀφθάρτου βαπτίσματος δοθέντι ὅρῳ, ἐξ οὗ ἤρτηται ἡ τῆς πάσης ἡμῶν πολιτείας καὶ θρησκείας κατάστασις, συντάττειν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ · προσετάχθημεν καὶ συμπροσκυνεῖν, καὶ συνδοξάζειν αὐτὸ, καὶ λειτουργεῖν αὐτῷ. Αὕτη γάρ ἐστιν ἡ λογικὴ λατρεία, ἣν ἔγραψεν Παῦλος τοιῶσδε · ‹ Ἵνα παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν. › Καὶ ὃν τρόπον, τοῦ Ἀποστόλου τὸν Θεὸν μόνον σοφόν τε καὶ ἔχειν ἀθανασίαν χρησμῳδήσαντος, πιστεύομεν καὶ τὸν Υἱὸν ὁμοίως ἔχειν ἀθανασίαν, καὶ εἶναι σοφὸν, ἅτε ἀπαράλλακτον κατ' οὐσίαν ὄντα τῷ πατρὶ, καὶ Λόγον αὐτοῦ, καὶ ζωὴν αἰώνιον, ὡς γράφει, ὑπάρχοντα · οὕτως καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Οὐ γὰρ κατὰ χάριν, ἤτοι δόσιν, ἔχει τὴν ἀθανασίαν καὶ σοφίαν, ὁμοίως τῶν λειτουργικῶν πνευμάτων · ἀλλὰ φύσει κέκτηται · Πνεῦμα γὰρ σοφίας ἐστίν. Τοιγαροῦν γέγραπται, ὡς ‹ Οὐδεὶς γινώσκει τὰ τοῦ μόνου σοφοῦ, εἰ μὴ τὸ Πνεῦμα αὐτοῦ. › Εἰ γὰρ δοίησαν μὴ ταῦτα οὕτως ἔχειν, ἢ παρακρούσονται τὸν Θεὸν Λόγον, ἢ παρὰ τὰς Γραφὰς δόξουσι ποιεῖν. Τῇ γὰρ ἐν μιᾷ Θεότητι Τριάδι οὐ συντάττεταί τι, οὔτε τὰ πνεύματα διὰ τὸ κεκλῆσθαι πνεύματα, κἂν μὴ τὰ βέβηλα εἴποιμεν, οὔτε οἱ ἄνθρωποι διὰ τὸ κεκλῆσθαι θεοί · οὐ γάρ ἐσμεν τῇ ἀληθείᾳ. Εἰ δὲ οὐκ οἰηθῶσιν ἀντιπίπτειν αὐτοῖς τὸ, ‹ Μόνῳ [62 a] σοφῷ Θεῷ · › καὶ, ‹ Μόνος ἔχων ἀθανασίαν · › οὐ δυνήσονται ἀπ' οὐδενὸς ἐξ ἐναντίας τοῦ ἁγίου Πνεύματος κατασοφίζεσθαι. Ταῦτα γὰρ οὕτως ὑπὸ Παύλου ἐῤῥήθη, διὰ τὸ τοῦ Θεοῦ Λόγον μὲν τὸν Υἱὸν, Πνεῦμα δὲ τὸ ἅγιον Πνεῦμα τυγχάνειν, καὶ ἀχωρίστως αὐτοῦ ἔχειν κατὰ τὴν φύσιν, καὶ εἰς μίαν ἀνάγεσθαι θεότητα, ὡς καὶ παρὰ τοῖς ἔξω λέγεται ·
because of being God's one and only Holy Spirit, and existing of His divine nature, as was said before. And just as, hearing "God is one" (Eph. 4:5) and "Thou shalt worship the Lord thy God, and Him only shalt thou serve" (Matt. 4:10; Deut. 6:13), we believe that the only-begotten Word is equally with the Father God, and we worship and serve Him; in the same way are we disposed towards the Holy Spirit also. For we were commanded to rank Him with the Father and the Son in the rule given concerning incorruptible baptism, on which hangs the ordering of our whole polity and religion; we were commanded both to worship together, and to glorify together, and to minister to Him. For this is the reasonable service, which Paul wrote of thus: "That ye present your bodies a living sacrifice, holy, acceptable unto God, your reasonable service" (Rom. 12:1). And in the manner that, since the Apostle declared God to be alone wise (1 Tim. 1:17) and to have immortality (1 Tim. 6:16), we believe the Son likewise to have immortality and to be wise, inasmuch as He is indistinguishable in essence from the Father, and is His Word, and eternal life, as he writes (1 John 5:20); so also concerning the Holy Spirit. For He does not have immortality and wisdom by grace, that is, by gift, like the ministering spirits, but possesses them by nature; for He is the Spirit of wisdom. Therefore it is written that "No one knoweth the things of the only wise One, except His Spirit" (1 Cor. 2:11). For if they should grant that these things are not so, they will either set aside God the Word, or seem to act contrary to the Scriptures. For nothing is ranked with the Trinity in one Godhead: neither the spirits because of being called spirits, even if we should not mention the profane ones, nor human beings because of being called gods; for we are not so in truth. And if they do not suppose that "To the only wise God" (1 Tim. 1:17; Rom. 16:27) and "Who alone hath immortality" (1 Tim. 6:16) conflict with them, they will not be able to be tricked by anyone against the Holy Spirit. For these things were thus spoken by Paul because the Son is God's Word and the Holy Spirit is His Spirit, and they are inseparable from Him according to nature, and are referred to one Godhead, as is also said among those outside:
Εἷς Θεὸς αὐτοπάτωρ, ἐξ οὗ τάδε πάντα γένοντο.
One God, self-fathered, from whom all these things came into being.
Ὡς τοίνυν περὶ τοῦ Πατρὸς Παῦλος Ῥωμαίοις,
As therefore concerning the Father Paul to the Romans,
PG 39:496Read from the page
Γαλάταις καὶ Τιμοθέῳ γέγραφεν · ‹ Εἷς ὁ Θεός · › οὕτω, περὶ μὲν τοῦ Υἱοῦ Ἰωάννης εἶπεν · ‹ Ὁ μονογενὴς Θεὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός · › περὶ δὲ τοῦ ἁγίου Πνεύματος Παῦλος Κορινθίοις ἐδίδαξεν · ‹ Ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι · › τὸ γὰρ ἑνιαῖον τῆς θείας καὶ ἀπληθύντου φύσεως ἴδιον. Καὶ καθὰ ἐγράφη, ὅτι ὁ Υἱὸς ἐγεννήθη, καὶ μαρτυρῶν λέγει · ‹ Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον · › οὕτως ἐγράφη, καὶ ὁ αὐτὸς εἶπεν · ‹ Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, › ἤτουν ἐξεπορεύθη. Καὶ ὥσπερ ὁ Υἱὸς Θεὸς καὶ Κύριος ὢν, τοῦ Θεοῦ καὶ Κυρίου ἐστὶν Υἱός · οὕτω τὸ ἅγιον Πνεῦμα, Θεὸς καὶ Κύριος ὢν, τοῦ Θεοῦ καὶ Κυρίου ἐστὶν Πνεῦμα. Καὶ ὃν τρόπον Λόγος γέγραπται ὁ Υἱὸς διὰ τὸ συνυπάρχειν τῷ Πατρί · τὸν αὐτὸν τρόπον καὶ τὸ ἅγιον Πνεῦμα γέγραπται, Ῥῆμα τοῦ Θεοῦ, καὶ Πνεῦμα τοῦ στόματος αὐτοῦ, καὶ Πνοὴ Παντοκράτορος, ἐπειδὴ συνυφεστὼς ἐξέλαμψεν ἐξ αὐτοῦ · ἵνα μὴ ἔξωθεν αὐτὸ τῆς θεότητος τοῦ Πατρὸς ἢ τοῦ Λόγου αὐτοῦ εἶναί τις ὑπολάβῃ. Ἴδιον γὰρ τὸ Ῥῆμα τοῦ λόγου, καὶ ὁ Λόγος τοῦ νοῦ · καὶ πληροῦται τὸ, ‹ Ὁ εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. › Καὶ καθὰ ὁ Υἱὸς δείκνυται ἀπαράλλακτος τοῦ Πατρὸς, ᾗ γράφει · ‹ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα · › ὡσαύτως καὶ τὸ ἅγιον Πνεῦμα δι' ὧν [62 b] φάσκει · ‹ Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν. › Ἀνάγκη οὖν πᾶσα, Θεοῦ ἀληθινοῦ ὄντος τοῦ Πατρὸς, Θεὸν ἀληθινὸν εἶναι ἴσον αὐτῷ καὶ τὸν δεικνύντα αὐτὸν τῇ ἑαυτοῦ ἐμφανείᾳ. Καὶ ὥσπερ διὰ τοῦ Υἱοῦ πάντα ἐγένετο, οὕτως ὑπὸ τοῦ Πνεύματος πάντα ἡγιάσθη, καὶ ἐνεδυναμώθη. Φασὶν γὰρ οἱ ἀπόστολοι · ‹ Δέσποτα, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς · ὁ διὰ Πνεύματος ἁγίου, στόματος δὲ Δαυῒδ παιδός σου εἰπών. › Καὶ καθὰ ἰσοδύναμος καὶ ὅμοιος ὁ Μονογενὴς τῷ Πατρὶ καὶ ἐξουσιαστὴς σημαίνεται, κατὰ τὸ, ‹ Ὅσα ἂν ποιῇ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ · › ὡσαύτως καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατὰ τὸ, ‹ Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ
to the Galatians and to Timothy wrote, "God is one" (Gal. 3:20; 1 Tim. 2:5); so concerning the Son John said, "The only-begotten God, Who is in the bosom of the Father" (John 1:18); and concerning the Holy Spirit Paul taught the Corinthians, "To another gifts of healings in the one Spirit" (1 Cor. 12:9); for singleness is proper to the divine and unmultiplied nature. And just as it was written that the Son was begotten, and bearing witness He says, "I came forth from the Father" (John 16:27, 28); so it was written, and the same said, "The Spirit of truth, Who proceedeth from the Father" (John 15:26), that is, proceeded. And just as the Son, being God and Lord, is Son of God and Lord; so the Holy Spirit, being God and Lord, is Spirit of God and Lord. And in the manner that the Son is written Word because of coexisting with the Father; in the same way the Holy Spirit also is written Utterance of God (Eph. 6:17), and Spirit of His mouth (Ps. 32:6), and Breath of the Almighty (Job 33:4), since, subsisting together, He shone forth from Him; lest anyone suppose Him to be outside the Godhead of the Father or of His Word. For the Utterance is proper to the Word, and the Word to the Mind; and there is fulfilled the saying, "The one God and Father of all, and over all, and through all, and in all" (Eph. 4:6). And just as the Son is shown to be indistinguishable from the Father, as he writes, "He that hath seen Me hath seen the Father" (John 14:9); likewise also the Holy Spirit through those words wherein he declares, "Hereby we know that God is in us, from His Spirit, Whom He gave us" (1 John 4:13). It is therefore altogether necessary that, since the Father is true God, He also Who shows Him by His own manifestation is true God equal to Him. And just as through the Son all things came into being, so by the Spirit all things were sanctified and empowered. For the apostles say: "Master, Who madest the heaven, and the earth, and the sea, and all things that are in them; Who through the Holy Spirit, by the mouth of David Thy servant, didst say" (Acts 4:24-25). And just as the Only-begotten is signified as equal in power and like to the Father and Sovereign, according to the saying, "Whatsoever things the Father doeth, these the Son also doeth in like manner" (John 5:19); likewise also the Spirit of God, according to the saying, "But all these worketh the one and the
Notes, col. 496

On the reading

Printed ἤτουν, for ἤγουν.