Migne Reading Room

PG 39 · cols. 272–281 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:272Read from the page
Υἱῷ ὁ ἔννομος Παῦλος τῷ θεϊκῷ Πνεύματι σεσοφισμένος ἐγγυᾶται. Ἔτι δὲ καὶ ἀθέους ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς τοῦ Υἱοῦ τὸν Θεὸν καὶ Πατέρα μόνον ἐγνωκότας (ἐπειδὴ οὐκ ἐν ποιήμασι τελεῖ), γράφων πὴ μὲν, ὅτι Μνημονεύετε, ὥς ποτε ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· πὴ δέ· Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἀλλὰ καὶ τοῦ πρεσβυτέρου νόμου τὸ ἀεὶ νέον, καὶ οὐκ εἰς γῆρας ἀποκλῖνον σωτήριον κήρυγμα, τὸ περὶ Χριστοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὸν ἐκκλησιαστικὸν θεσμὸν προφερέστερον ἡγεῖται διὰ τὸ τέλειον καὶ τὸ μὴ ἔχειν μήτε ἀνομ. ⟨…⟩ ἐνοχλοῦν μήτε μὴν κάλλιον ἢ μεῖζον. ⟨…⟩ χρὴ προτεθῆ. ⟨…⟩ λόγῳ ἢ τρόπῳ. ⟨…⟩ καλλ. ⟨…⟩ γὰρ τῷ χρήματι τούτῳ γράφει πεπ. ⟨…⟩ σι τὸ μὲν, ὅτι Ἐγενόμην. ⟨…⟩ ⟨…⟩ κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμ-
Son, Paul, who is learned in the law and made wise by the divine Spirit, is surety. And moreover he calls godless those who before this knew God and Father alone apart from the Son (since He does not belong among things made), writing in one place: Remember that once you, the Gentiles in the flesh, who are called uncircumcision by that which is called circumcision in the flesh made by hands; that you were at that time without Christ, alienated from the hope of Israel, and strangers to the covenants of the promise, having no hope, and without God in the world (Eph. 2:11-12); and in another place: But then indeed, not knowing God, you served those that by nature are not gods; but now having known God, or rather having been known by God, how do you turn back again to the weak and beggarly elements, to which you wish to be enslaved anew (Gal. 4:8-9)? Moreover he also deems the ever-new and never-growing-old saving proclamation of the older law—that concerning Christ and the Holy Spirit—and the ecclesiastical ordinance to be superior because of its perfection and because it has neither ⟨…⟩ troubling nor indeed anything fairer or greater ⟨…⟩ it is necessary to be set forth ⟨…⟩ in word or manner ⟨…⟩ fairer ⟨…⟩ for by this matter he writes ⟨…⟩ on the one hand, that I became ⟨…⟩ ⟨…⟩ according to zeal persecuting the Church, according to the righteousness that is in the law having become blame-
PG 39:273Read from the page
πτος· ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἡγοῦμαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ [1 b] Χριστοῦ τοῦ Κυρίου ἡμῶν· δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω· Ῥωμαίοις δέ· Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε. Ἄρα δὲ καὶ πρὸς τί ἀπιδὼν, καὶ οἷα διανοηθεὶς, ἀκραιφνοῦς θεογνωσίας αὖθις ἴδια γέγραφεν, Κορινθίοις μὲν τὸ δεύτερον, ὅτι γε εἰ τῷ Υἱῷ τις καταλλαγῇ, τῷ Θεῷ κατηλλάγη· καὶ ὅτι ἐν Χριστῷ ἡ πρὸς τὸν Θεὸν σύμβασις, ἐστὶ τοῦ κόσμου; Ἔχει δέ· Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ Θεῷ. Καὶ πάλιν, ὡς πάντα τὰ ἄλλα ⟨…⟩ ἃ παρεὶς ἐκήρυττεν μεγάλα αὐχῶν, ὅτι καὶ τὸ δοκοῦν ἐπονείδιστον εἶναι Χριστῷ διὰ τὴν φιλάνθρωπον αὐτοῦ οἰκονομίαν, πᾶσαν εὔκλειαν καὶ ῥώμην βρύει ἐγὼ ⟨…⟩ ⟨…⟩ τοῦτο ποιῶν ἐξ ἔργου· ἵνα καὶ ὁ ἐκ τοῦ ἐνδόξου πάθους τὴν ἀγένητον καὶ ἀκήρατον καὶ ⟨…⟩ θεότητα μὴ κατοπτεύων Γραφὴν ὑ. ⟨…⟩ οφλοι· ἔλεγεν δὲ τοιάδε· Οὐκ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· Ῥωμαίοις δέ· Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας φησὶ. ⟨…⟩ ἀπὸ Θεοῦ ἕκαστος. Γαλάταις δέ· Εἰδότες, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· ὅτι ἐξ [2 a] ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Ἐξηγεῖται δὲ καὶ ἑτέρωθι, ὅτι Οὔτε περι-
less; but what things were gains to me, these I count as loss for the sake of Christ. Yea, indeed, I also count all things to be loss because of the surpassingness of the knowledge of Jesus Christ our Lord, for Whose sake I suffered the loss of all things, and count them to be refuse, that I may gain Christ (Phil. 3:6-8); and to the Romans: For if he who comes preaches another Jesus, whom we did not preach, or you receive another Spirit, which you did not receive (2 Cor. 11:4). Look, then, at what he had in view, and what things he had in mind, when again he wrote things peculiar to pure knowledge of God, in the second [Epistle] to the Corinthians, that if anyone be reconciled to the Son, he has been reconciled to God, and that in Christ is the reconciliation of the world to God? For he has: Namely, that God was in Christ reconciling the world to Himself, not reckoning to them their trespasses, and having placed in us the word of reconciliation. On behalf of Christ therefore we are ambassadors, as though God were exhorting through us. We beseech on behalf of Christ: be reconciled to God (2 Cor. 5:19-20). And again, as all the other things ⟨…⟩ which passing over he proclaimed, boasting of great things, that even what seems reproachful to Christ on account of His loving dispensation abounds in all glory and strength ⟨…⟩ ⟨…⟩ doing this by deed; so that even he who from the glorious Passion does not behold the unbegotten and undefiled and ⟨…⟩ Godhead Scripture ⟨…⟩ and he spoke such things: I judged not to know anything among you, except Jesus Christ, and Him crucified (1 Cor. 2:2); and to the Romans: But the righteousness of God through faith in Jesus Christ is upon all and over all who believe, he says ⟨…⟩ each one from God (Rom. 3:22); and to the Galatians: Knowing that a man is not justified from works of the law, except through faith in Jesus Christ, we too believed in Jesus Christ, that we might be justified from faith in Christ, and not from works of the law; because from works of the law no flesh shall be justified (Gal. 2:16). And he expounds elsewhere also, that Neither circum-
PG 39:276Read from the page
τομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ πίστις δι' ἀγάπης ἐνεργουμένη. Τοῦ δὲ λόγου βαθύνοντος, τὸν νοῦν ἀναπτυκτέον. Διδάσκειν μὲν οὖν βούλεται, ὡς ἡ Χριστοῦ ἐπιφάνεια καινήν τινα καὶ τὴν μόνην πίστιν ἅπασιν ἀνθρώποις ἐξεύρετο· καθ' ἣν οὐδὲ μίαν χώραν οὔτε Ἰουδαϊσμῷ...... ηνισμῷ καταλέλοιπεν. Αὕτη δὲ νοη...... εν καὶ........... κατὰ τὸ, Ἰδοὺ τὰ ἀρχ...... καινὰ γ...... πάντα. Καὶ ἵνα συνελ......... μὲν ὅτ........... Θεὸν εἰδὼς νόμ... ως. .... τελει... τὴν περι........... σιν. Ἀνέλαμψεν δὲ εἰς σωτηριο... διδασ......... Φῶς τὸ ἀληθινὸν καὶ ἐλεύθερον, ὁ Υἱός· καὶ πα............. τισιν αὐτῶν ἀγνοούμενον μυ.... .... διὰ τὴν ἔναυλον ἐν αὐτοῖς τῆς πολυθεΐας ἐξ Αἰγύπτου μνήμην. Προσμαρτυρῶν τοίνυν ὁ σεπτὸς Θεοῦ Υἱὸς τῇ οἰκείᾳ φύσει τὸ ἄνωθεν ἐλεύθερον, καὶ μὴ ἀδελφὴν οἷον ἔχειν τὴν κτίσιν. Δοῦλον γὰρ πᾶν τὸ παραχθὲν τοῦ παραγόντος. Καὶ τὸ κτισθὲν κτίσ............... έτρον· Οἱ βασιλεῖς τῆς γῆς...... ῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν............ Ἀποκρινομ...... Ἐκ τῶν............ εύθεροι εἰσιν οἱ υἱοί· Ἵνα δ.................. ρευθεὶς εἰς θάλασσαν............ τον ἰχθὺν ἄρον· καὶ............... ρα· ἐκεῖνον λαβὼν............... ἐν περὶ τούτων. Οἱ.................. αύονται ἔτι.
-cision availeth aught, nor uncircumcision, but a new faith working through love. As the discourse deepens, the meaning must be unfolded. He wishes, then, to teach that the manifestation of Christ has devised a certain new and sole faith for all men; according to which it has left no room for either Judaism ... [Hell]enism. And this ... according to the saying, Behold, the old ... new ... all things. And to be brief ... knowing God ... law ... perfecting ... circumcision ... There shone forth unto saving ... teaching ... the true and free Light, the Son; and ... by some of them an unknown mystery ... on account of the fresh memory of polytheism among them from Egypt. Bearing witness, therefore, the venerable Son of God to His own nature as free from above, and not having creation as a sister, as it were. For every thing that is brought forth is a servant of Him Who brings it forth. And that which is created ... Peter ... The kings of the earth ... tribute? from their own sons ... Answering ... From the ... the sons are free. Lest ... having gone to the sea ... take up the fish; and ... having taken that ... concerning these things. They ... cease still.
ΚΕΦ. Η΄.
Chapter VIII.
[2 b] Περὶ τῶν μυθολογούντων ὅτι ὁ Πατὴρ ἐποίησε τὸν Υἱὸν ἐπὶ τῇ ὑπουργίᾳ τῆς κτίσεως.
Concerning those who fabulously relate that the Father made the Son for the service of creation.
Βλασφήμως ἀντεξάγοντες καὶ διαμυθολογοῦντες, φασὶ τὸν Πατέρα πεποιῆσθαι Υἱὸν χρειωδέστατον, ἐπὶ τὸ ὑπουργεῖν αὐτῷ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων. Οὐχ ἔτι κατανοοῦντες, ὡς ἐξήρτηται τοῦτο..... οὖδε στοχαστικοῦ αὐτῶν λόγου φθόνος τε καὶ ὄκνος καὶ ἕτερα ὑλικά· δεῖ γὰρ δήπου καὶ ταῦτα ὁρᾷν. Εἰ γὰρ καλὸν τὸ δημιουργεῖν ( ὥσπερ οὖν καλὸν, καὶ μόνον ἴδιον, καὶ μόνον ἐξαίρετον τῆς θεϊκῆς ἀφθόνου φύσεως, ἵν' ἔχοι καὶ ὑπὸ τοῦ δοξάζηται ), ἀνθότου μὴ πάντα δι' ἑαυτοῦ ἔκτισεν, ἀλλ' οἷον εἴπως κατώκνησεν; Εἰ δὲ καὶ μέγα τοῖς κτιζομένοις
Blasphemously marching out in opposition and fabulously discoursing, they say that the Father made a most useful Son, for the purpose of ministering to Him towards the rest of the creatures. Not yet perceiving how this depends ... nor of their conjectural reasoning envy and sluggishness and other material things; for surely it is necessary to see these things also. For if to create is good (just as indeed it is good, and alone proper, and alone peculiar to the divine ungrudging nature, that He may also have one by whom He is glorified), wherefore did He not create all things through Himself, but, as it were, somehow hesitated? And if it is also a great thing for the things being created
Notes, col. 276

On the reading

Printed οὖδε, for οὐδὲ.

PG 39:277Read from the page
τὸ ὑπὸ τοῦ μείζονος καὶ ἐ... ηρη με ου παραφέρεσθαι· (εἴπερ κατ' αὐτοὺς μείζων τοῦ ἰδίου Υἱοῦ Λόγου ὁ Πατήρ), ἐβάσκαινε τοῖς δοξάζουσιν αὐτὸν τὴν δι' ἑαυτοῦ ποίησιν. Εἰ δὲ καὶ ὑπερηφαν..... ἀδυναμίας τε ἅμα παντάπασιν οὐκ ἀπήλλακται τὸ διὰ μεσίτου ποιειμ..... τὸ παραγόμενον τοῦ παράγοντος αὐτὸ δι' ἑαυτοῦ ἥπερ τοῦ δι' ἑτέρου ποιοῦντος μείζονα τὴν δόξαν ἐκφαίνει· οὔπω γὰρ ὂν, τοῦ ἀεὶ ὄντος νεύμασιν ὑπακούει, καὶ ὅσον οὐδέπω διαπεραίνεται, καὶ μέτρα προσήκοντα..... καὶ οὐκ ἔχει ἔν τινι τὸ ἐλλεῖπον...... περήφανος μόνον ὁ ὑπερη........ ἀλλ' ἤδη καὶ ταυτὸ................. ι δειχθείη πάντα ὅσα ἂν................. οὐσίαν καὶ ἀπ..... ρ. μ.. τ................ αρῷ τεθνηκότι· Δεῦρ.................... ἄλλῳ· Ἀφέονται. ...................... ἐπιτάσσων Ἔξελθε..... ...................... ποιεῖν δι' ἄλλου· [5 a] κατὰ τὸν ἐκείνων νοῦν δείκνυσι τὸν μὲν Θεὸν Πατέρα, οὗ αἱ νοήσεις ποιήσεις εἰσὶν, μὴ δύνασθαι δι' ἑαυτοῦ τὸ πᾶν διαπεραίνειν δίχα τῆς ἐπικουρίας ἐκείνου τοῦ δι' οὗ ἢ ἐν ᾧ ποιεῖ· τὸν δέ γε Υἱὸν, ὥς τι ἄψυχον ὄργανον· πῶς οὐ μέγα προσπτύσας, καὶ τὰς χεῖρας ὑπτίας ἀντιθεὶς ταῖς οὕτωσὶ ἀγρίαις δυσφημίαις, ἀναχωρήσει, δεδιὼς μὴ ὑπόδικος γένηται τοῦ θείου δικαστηρίου, καὶ ἀκοῆς ἀπροαιρέτου χάριν;
to be brought forth by the greater and ... (if indeed according to them the Father is greater than His own Son the Word), He begrudged to those who glorify Him the making through Himself. And if even ... arrogance and powerlessness together is not altogether free from making through a mediator ... that which is brought forth manifests greater glory of the one bringing it forth through himself than of the one making through another; for not yet existing, it obeys the nods of Him Who always is, and is all but immediately accomplished, and fitting measures ... and has not in anything that which is lacking ... proud alone the ... but already also the same ... all things whatsoever might be shown ... essence and ... to the dead [Lazarus] ... Come [forth] ... to another: [Thy sins] are forgiven ... commanding: Come out ... to make through another; according to their mind it shows God the Father, Whose thoughts are deeds, not to be able by Himself to accomplish the universe without the assistance of that one through whom or in whom He makes; and the Son as some soulless instrument; how shall one not, spitting mightily and opposing idle hands to such savage blasphemies, depart, fearing lest he become liable to the divine tribunal, even for the sake of involuntary hearing?
ΚΕΦ. Θ΄.
Chapter IX.
Περὶ ὧν λέγουσιν αἱρετικοί· Ποτὲ ὁ Υἱὸς ἐγεννήθη, καὶ τὸ Πνεῦμα ἐξεπορεύθη; καὶ τὰ λοιπά.
Concerning what the heretics say: When was the Son begotten, and did the Spirit proceed? and the rest.
Τοσούτων τοίνυν καὶ οὕτω σαφῶν ἀποδείξεων οὐσῶν· καὶ τῆς Γραφῆς παραινούσης ποικίλαις καὶ ξέ-
Since, therefore, there are so many and such clear demonstrations, and Scripture exhorts us by manifold and strange
PG 39:280Read from the page
ναις διδαχαῖς μὴ παραφέρεσθαι, φεύγειν δὲ τὰς κενοφωνίας· οἱ ἑτερόδοξοι συστῆσαι ἀπὸ Γραφῶν τὰ τῆς θρησκείας αὐτῶν ἀποροῦντες, καὶ ὡς ἂν οἱ μεθύοντες τῇδε κἀκεῖσε τὸν ἐφ' ἑκάστῳ λόγον διαριπτούμενον ἔχοντες, διάφορα σοφίσματα συνταγέντα αὐτοῖς κακοτέχνως καὶ κατὰ πολὺ μελετηθέντα προβάλλουσιν, ἐν οἷς ἐστι ταῦτα· Τὰ σύμπαντα οὖν, φησὶν, οὐχ ἔστιν ἐκ τοῦ Θεοῦ; Οἷς ἀποκριτέον· Ἀλλ' οὐ γεννητῶς, ὡς ὁ Υἱός· οὐδ' ἐκπορευτικῶς, καθὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐδὲ τοιούτων ἐστὶν ἐνεργειῶν, ἢ οὕτω περιβλέπτων ἠξιώθη συστάσεων....... εἶτα· Πότε οὖν ὁ Υἱὸς ἐγεννήθη ........; Τότε, ὅτε ὁ Πατὴρ οὐκ ἐγεννήθη. Εἰ γὰρ καὶ.................. μετ' αὐτὸν, καὶ ὡς ἀθέμιτον τὸ ζητεῖν............... γὰρ ἐν τόπῳ ἐπειδὴ μήτε περι ορ............. ήσας καὶ ὁ γεννηθεὶς οὕτως οὐδ................ χρόνῳ. Θεὸς γὰρ ὢν ὁ Υἱὸς καὶ Λόγος, τοῦ................. το ἄλλα τοῦ ποιεῖν ὡσαύτως καὶ τὸ Πνεῦμα................. Πῶς δὲ, φησὶν, ἐγεννήθη; Τοῦτο εἰ καὶ ἐγράφη περὶ μὲν τοῦ Υἱοῦ· [3 b] Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· περὶ δὲ τοῦ ἁγίου Πνεύματος· Πνεῦμα παρ' ἐμοῦ ἐκπορεύεται· καὶ εἰ Δαυῒδ ψάλλει· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν· καὶ εἰ λέγει ὁ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με· καὶ εἰ Κύριος διδασκει· Τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ εἰ Παῦλος γράφει, Πνεῦμα εἶναι αὐτὸ τοῦ Θεοῦ, ὡς ἀνθρώποις τὸ
doctrines not to be carried away, and to flee empty babblings: the heterodox, being at a loss to establish the tenets of their religion from the Scriptures, and like drunken men having their speech on each matter tossed hither and thither, put forward various sophisms mischievously composed by them and much studied, among which are these: All things, then, says he, are they not from God? To whom we must answer: Yes, but not by way of generation, as the Son; nor by way of procession, as the Spirit of God; nor has it been deemed worthy of such energies, or of so illustrious constitutions ... then: When, then, was the Son begotten ...? Then, when the Father was not begotten. For if ... after Him, and how unlawful to seek ... for in place, since neither ... and he who was begotten thus neither ... in time. For being God, the Son and Word, of the ... other things of making likewise also the Spirit ... How, says he, was He begotten? Even though this was written concerning the Son: From the womb before the Morning Star have I begotten Thee; and concerning the Holy Spirit: The Spirit shall go forth from Me; and though David sings: By the word of the Lord were the heavens established, and by the spirit of His mouth all their hosts; and though Job says: The divine Spirit is that which made me, and the breath of the Almighty is that which teaches me; and though the Lord teaches: The Spirit of truth Who proceeds from the Father; and though Paul writes that it is the Spirit of God, as in men that
Notes, col. 280

On the reading

Printed περι, for περὶ.

Printed διδασκει, for διδάσκει.

PG 39:281Read from the page
αὐτῶν· ὅμως οὕτω πάντα νοῦν ὑπερβαίνει· ὅτι ὁ αὐτὸς ἀπόστολος Κορινθίοις γράφει· Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως φανερώσαντι δι' ἡμῶν· ὡς μὴ πάσης τῆς γνώσεως ἡμᾶς, διὰ τὸ ἀχώρητον, ἀλλ' οἷόν τινος ἰνδάλματος ἢ αὔρας ὥσπερ μετασχόντας. Καὶ πάλιν· Βλέπομεν δὲ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτοῦ. Καὶ μάλα εἰκότως· Δόξα γὰρ Κυρίου κρύπτει λόγον κατὰ τὸ θεῖον ῥητὸν, ὑπερκειμένη ἀφράστῳ καὶ ἀπείρῳ λόγῳ πάσης αἰσθήσεως γενητῆς· οὐ διὰ τὸ ἀβάστακτον μόνον, ἀλλ' ὅτι τὸ προαιώνιον καὶ πρὸ πάσης κτίσεως, εἰ μὴ ὑπὸ Γραφῶν δεδήλωτο, τῇ κτίσει ἠγνω..... καὶ πάλιν τοῖς αὐτοῖς τὸ δεύτερον εἰς τοῦτο παγκαλο........... ει· Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα· [ἀλλὰ κατ]ὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς [μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν]. Καὶ ἐν τῇ πρώτῃ δὲ Ἐπιστολῇ φησιν· Εἴ τ[ις δοκεῖ εἰδέ]ναι τι, οὔπω ἔγνωκεν καθὼς δεῖ γνῶναι... τ.... .... αφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσ.. ...... ὡς ὁ τρόπος ἄγνωστος, οὕτω [4 a.] καὶ ἡ διαφορά· εἴγε δὴ ἄρα ἐξὸν αὐτὸ τοῦτο ἀκούειν, ἢ λαλεῖν. Τὸ γὰρ αἰτίας τῶν ὑπὲρ πᾶσαν αἰτίαν καὶ νόησιν ἀποδιδόναι, τολμηρόν· τὸ δὲ θαυμάζειν τὸ θεῖον, καὶ φόβον εἶναι τὴν περὶ αὐτοῦ ἔννοιαν φοβερὰν νομίζειν, ἀσφαλές. Θέλων οὖν, φησὶν, ἐγέννησεν ὁ Θεὸς, ἢ μὴ θέλων; Ἀλλ' ἡμᾶς χρὴ προειπεῖν τὸν σκοπὸν αὐτῶν, καὶ οὕτως ἀποκρίνασθαι. Ὁ οὖν σκοπός ἐστιν, ἵνα πρὸς ἀκεραίους ἀπὸ ἑκατέρας λέξεως τὴν ἀντίθεσιν ποιῶνται. Ἤντε γὰρ δράζωνται τοῦ, Μὴ θέλων ἐγέννησεν (οὐδεὶς δὲ αὐτοῖς τοῦτο ἀποκρίνεται), λέγουσιν· Οὐχ οὖν, ὃ μὴ θέλει ὁ Θεὸς, ὑπομένει γεννήσας τὸν Υἱὸν, φύσεως ἀνάγκης εἰς τοῦτο ἄκοντα αὐτὸν περιαγούσης· ἥν τε δοθῇ αὐτοῖς τὸ, Θέλων ἐγέννησεν, ἐπάγουσιν· Ἄρα γε ἡ γέννησις τοῦ Υἱοῦ ἐξῆπται τῆς πατρικῆς θελήσεως, δημιουργικῶς ὕπαρξιν αὐτῷ παρεχούσης. Ἡ δὲ ἀπόκρισις αὕτη εὐνουστάτη τυγχάνει. Τῆς θελήσεως γὰρ καὶ τῆς ἀνεθελησίας καὶ πάσης ἐννοίας προτερεύει ὅ τε γεννήσας Θεὸς καὶ Πατὴρ, τό τε ἀπαύγασμα
of them; yet thus it surpasses all understanding; because the same Apostle writes to the Corinthians: Now thanks be to God, Who always leads us in triumph in Christ, and manifests the savour of knowledge through us; as not having partaken of all knowledge, because it is uncontainable, but as it were of a certain image or breeze. And again: We see through a mirror and in an enigma the things concerning Him. And very reasonably: for the glory of the Lord conceals a word according to the divine saying, surpassing by an ineffable and infinite reason every created perception; not only because it is unbearable, but because that which is before the ages and before all creation, had it not been revealed by the Scriptures, would have been unknown to creation ... and again to the same in the second [Epistle] to this effect most beautifully ... We will not boast beyond measure, [but according] to the measure of the rule which God apportioned to us [of measure, to reach even unto you]. And in the first Epistle he says: If any [man thinks he knows] anything, he has not yet known as he ought to know ... difference of generation and procession ... as the manner is unknown, so also the difference; if indeed it is even permitted to hear or speak this very thing. For to assign causes of things above all cause and thought is bold; but to marvel at the divine, and to think that the thought concerning Him is a fearful fear, is safe. Willing, then, says he, did God beget, or not willing? But we must state beforehand their aim, and thus answer. Their aim, then, is that against simple folk they may make their opposition from either expression. For if they lay hold of, Not willing He begot (and no one answers them this), they say: Therefore what God does not will, He endures in having begotten the Son, necessity of nature bringing Him unwillingly to this; and if there be granted to them, Willing He begot, they infer: Therefore the generation of the Son depends upon the paternal will, providing existence to Him as a creature. But this answer is most well-disposed: for prior to willing and not-willing and every conception is both God the Father Who begot, and the radiance
Notes, col. 281

On the reading

Printed δράζωνται, for δράξωνται (note 66); Οὐχ οὖν | Οὐκοῦν (note 66).