Migne Reading Room

PG 39 · cols. 1709–1720 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1709Read from the page
ταῦτα· πέφρακται τοῖς ὅπλοις τῆς δικαιοσύνης τοῖς ἀριστεροῖς· τοῦ τὴν πρὸς Θεὸν δικαιοσύνην, ὁσιότητα καλουμένην, ἔχοντος ἐν τῷ ἀποδιδόναι τὰ τοῦ Θεοῦ τῷ Θεῷ, φοροῦντος τὰ δεξιὰ αὐτῆς. Ὅπλα ἐν ἑτέροις φωτὸς εἴρηται ἐν τῷ, « Ἐνδύσασθε ὅπλα φωτός. » Ταῦτα τὰ ὅπλα τῆς στρατιᾶς οὐ σάρκινα, τουτέστιν οὐκ ἀνθρώπινα, ἀλλὰ δυνατὰ τῷ Θεῷ τυγχάνει. Ἐπίστησον εἰ δύναται ὅπλα ἀριστερώτερα δικαιοσύνης ἔχειν, ὁ κατὰ τὴν σκιὰν τοῦ νόμου δικαιούμενος· ὅπλα δὲ δεξιὰ, ὁ πεποιωμένος κατὰ τὴν δικαιοσύνην, τὴν γινομένην διὰ Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. Αὕτη δέ ἐστι περὶ ἧς ὁ Σωτὴρ τοῖς μαθηταῖς εἶπεν· « Ἐὰν μὴ περισσεύσῃ ἡ ὑμῶν δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Ἔτι ὁ τὸ δίκαιον δικαίως διώκων κατὰ τὰ ἀνθρώπινα συναλλάγματα, ὥπλισται κατὰ τὰ δικαιοσύνης ἀριστερὰ ὅπλα· ὁ δὲ κατὰ τὰ δόγματα τῆς ἀληθείας τοῦτο πράττων, ὑπὲρ τοῦ υἱὸς δικαιοσύνης γενέσθαι διωκόμενος ὑπὲρ αὐτῆς, φέρει τὰ δεξιὰ αὐτῆς ὅπλα. Ὅρα γε πρὸς τοῖς εἰρημένοις, εἰ λόγον ἔχει τὸ λεχθησόμενον· Ὁ ὑπὲρ εὐσεβείας ἀτιμαζόμενος, δυσφημούμενός τε καὶ πλάνος ὑπολαμβανόμενος, γενναίως καὶ ἐπαινετῶς ταῦτα φέρων, ἀριστεροῖς ὅπλοις τῆς δικαιοσύνης χρᾶται, τοῖς δεξιοῖς αὐτῆς ὅπλοις ἠσφαλισμένος, ὅτ' ἂν μὴν ἔπαινος ἢ ἑτέρα τις εὔκλεια καὶ εὐφημία, ὡς ἐπ' ἀληθότητι λόγου, χαυνοῖ καὶ ἐπαίρῃ. Ταύτῃ τῇ διανοίᾳ καὶ τῶν ἑπομένων ἕκαστον μετὰ τῆς αὐτῆς ἀντιθέσεως εἰρημένον ἐφαρμόσεις.
...these things, is fenced about with the left-hand weapons of righteousness; while he who has righteousness towards God, called holiness, in rendering the things of God to God, wears its right-hand [weapons]. Elsewhere they are called weapons of light, in "Put on the weapons of light." These weapons of warfare are not fleshly, that is, not human, but are mighty through God. Consider whether he who is justified according to the shadow of the law can have left-hand weapons of righteousness; and right-hand weapons, he who has been qualified according to the righteousness which comes through Jesus Christ unto all who believe. And this is that concerning which the Saviour said to His disciples: "Unless your righteousness abounds more than that of the Scribes and Pharisees, you shall by no means enter into the kingdom of heaven." Further, he who justly pursues what is just in human dealings is armed with the left-hand weapons of righteousness; while he who does this according to the doctrines of the truth, being persecuted for it in order to become a son of righteousness, bears its right-hand weapons. See indeed, in addition to what has been said, whether what is about to be said has reason: He who is dishonoured for piety, and slandered and supposed to be a deceiver, bearing these things nobly and praiseworthily, uses the left-hand weapons of righteousness, being secured by its right-hand weapons, whenever praise or some other renown and good report, as for truthfulness of speech, puffs up and elates. With this meaning you will also apply each of the following things spoken with the same antithesis.
Στ. ιʹ. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες.
Ver. 10. As sorrowful, yet always rejoicing.
Ἔτι ὑπονοούμενοι λυπεῖσθαι, καὶ πτωχοὶ καὶ μηδὲν ἔχοντες, δι' ἣν κατορθοῦμεν ἀκτημοσύνην χαίρομεν, πλουτοῦντες ἔργοις ἀγαθοῖς, καὶ παντὶ λόγῳ, καὶ πάσῃ γνώσει· ὡς καὶ ἄλλους πλουτίζειν κατὰ τὸν πλοῦτον τὸν ὀξὺ βλέποντα. Ὁ γὰρ τοῦτον ἔχων, πάντων ἐγκρατής ἐστιν, κατέχων αὐτά. Εὖ δὲ καὶ τὸ εἰπεῖν ἐφ' ἑκάστου τῶν ἀηδῶν, ὡς τὸ, « Ἐπὶ δὲ τῶν καλῶν καὶ σωτηριωδῶν τοῦτό μοι εἴρηται. »
Still being supposed to be sorrowful, and poor and having nothing, we rejoice because of the poverty which we achieve, being rich in good works, and in all speech, and in all knowledge; so as also to enrich others according to the wealth that sees sharply. For he who has this is master of all things, possessing them. Well too is it to say upon each of the unpleasant things, as that: "But upon the noble and saving things this has been said by me."
Στ. ιαʹ. Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ἡμᾶς.
Ver. 11. Our mouth is open towards us.
Ὁ πολλὴν παῤῥησίαν εἰς τὸ λέγειν λαβὼν, πρὸ τῆς προθυμίας τῶν ἀκροατῶν ἐρεῖ· Τὸ στόμα ἡμῶν ἀνέῳγε, καὶ ἡ καρδία ἐν τῷ νοεῖν πλατύνεται πρὸς ὑμᾶς, ὦ Κορίνθιοι· διὸ καὶ στενοχωρεῖσθε ὑπὸ ἐνοχλούσης ἀγνοίας. Οὐκ ἐξ ἡμῶν ἔχει τοῦτο. Ἀπαιτοῦμεν γὰρ ὑμᾶς ὡς τέκνα ἀντιμισθίαν παρασχεῖν ἡμῖν, διὰ τοῦ πλατύνειν ὑμῶν τὴν νόησιν πρὸς παραδοχὴν ἧς προσφέρομεν ὑμῖν παιδεύσεως. Σπλάγχνα δὲ ἐνταῦθα ἐκλαβεῖν δεῖ οὐκ αἰσθητά· οὐ γὰρ περὶ σωματικῶν, ἀλλὰ πνευματικῶν, ὁ λόγος.
He who has taken great boldness of speech to speak will say before the eagerness of the hearers: Our mouth is open, and our heart in understanding is enlarged towards you, O Corinthians; wherefore also you are straitened by troubling ignorance. This is not from us. For we require you as children to render us a recompense, by enlarging your understanding to receive the instruction which we offer you. And here one must understand affections not as sensible; for the discourse is not about bodily, but spiritual things.
Στ. ιδʹ. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.
Ver. 14. Be not unequally yoked with unbelievers.
Ἐκκλησιαστικῇ συνηθείᾳ, μᾶλλον δὲ γραφικῇ, σύζυγοι αἱ γαμεταὶ τοῖς ἀνδράσι λέγονται. Κωλύει γοῦν καὶ διὰ τῶν προκειμένων ἑτερογαμίαν, γράφων· « Μὴ ἔσεσθε ἑτεροζυγοῦντες ἀπίστοις· » μονονουχὶ τοῦτο λέ-
In ecclesiastical custom, or rather scriptural, wives are called yoke-fellows to their husbands. He forbids, therefore, through the present words also mixed marriage, writing: "Be not unequally yoked with unbelievers"; all but saying this...
Notes, col. 1709

On the reading

Printed ἡμᾶς, for ὑμᾶς.

PG 39:1712Read from the page
γων· Πιστὸς ἀνὴρ μὴ ἀγέσθω ἄπιστον γαμετήν. Σὺ μὲν γὰρ ὑπὸ τὸν χρηστὸν Ἰησοῦ ζυγὸν ὑπάρχεις. Ἐκείνη δὲ ὑπὸ ζυγὸν πονηροῦ τινός ἐστιν. Ὁμοίως ἡ πίστιν ἔχουσα γυνὴ μὴ ζευγνύσθω ἀνθρώπῳ εἰδωλολάτρῃ. Πείθει δὲ παραιτεῖσθαι τὴν ἑτεροζυγίαν, ἐπιφέρων τὰ πάντως ἐσόμενα, φάσκων· « Ἢ τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; » καὶ τὰ ἑξῆς. Ἐπεὶ γὰρ ὁ πιστὸς δικαιοσύνην ἔχει, καὶ φῶς ἐστι τοῦ κόσμου, τυγχάνων ὑπὸ τὸν Χριστὸν, ὁ δὲ ἄπιστος ἀνομίας ἐστὶ πλήρης, ὡς διὰ τοῦτο σκότος εἶναι ὑποκείμενον τῷ Βελίαρ (πονηρὸς δέ τις οὗτος)· οὐ δεῖ μερίδα τὸν πιστὸν ἔχειν μετὰ ἀπίστου. Αὐτὸς μὲν γὰρ ναὸς Θεοῦ κατεσκεύασται· ὁ δὲ ἄπιστος, εἰδώλων. Ὅθεν ἐπεὶ ἀμέτοχος ἀνομίας ἡ δικαιοσύνη, καὶ ἀκοινωνήτως ἔχει τὸ φῶς πρὸς τὸ σκότος, ἀλλ' οὐδὲ συμφωνία τῷ Χριστῷ πρὸς τὸν Βελίαρ ἐστὶν, οὐδὲ ναῷ Θεοῦ συγκατάθεσίς τις μετὰ ναοῦ εἰδώλων, οὐ προσελθετέον γάμῳ τοιούτῳ. Πλήσσει γὰρ τούτῃ πράσσων ὁ πιστὸς, μετέχων ἀνομίας· ἀλλὰ καὶ κοινωνῶν τῷ σκότει, καὶ πρὸς τὸν Βελίαρ αὐτομολῶν, καὶ μερίδα τὴν ἄπιστον ἀσπαζόμενος. Φύγωμεν τοιγαροῦν τὰ προειρημένα πάντα, ναὸς ὄντες τοῦ εἰρηκότος Θεοῦ· « Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. » Εἰ γὰρ υἱοὶ καὶ θυγατέρες Θεοῦ γίνεσθε, ἀφορισθέντες τῶν ἀκαθάρτων ἀπίστων, μὴ τῷ αὐτῷ ζυγῷ ὑπολάβητε ἑαυτοὺς, ἵνα τῶν ἱερῶν τούτων ἀμοιβῶν τύχητε, καθαρίσαντες ἑαυτοὺς ἀπὸ πάντων μιασμάτων τῶν ἐξ ἑτερογαμίας γινομένων σαρκινῶν ὄντων· τότε γὰρ τὴν τοῦ πνεύματος πρακτικῶς καὶ τῷ φρονεῖν ἐπιτελέσετε ἁγιωσύνην.
...[saying]: Let a believing man not take an unbelieving wife. For you are under the gentle yoke of Jesus, whereas she is under the yoke of an evil one. Likewise, let a woman who has faith not be joined to an idolatrous man. And he persuades [them] to decline unequal yoking, adducing what will surely happen, saying: "Or what fellowship has righteousness with lawlessness?" and so forth. For since the believer has righteousness, and is the light of the world, being under Christ, while the unbeliever is full of lawlessness, so that for this reason he is darkness subject to Beliar (and this is an evil one), the believer ought not to have a portion with an unbeliever. For he has been fashioned a temple of God, whereas the unbeliever [a temple] of idols. Whence, since righteousness has no share in lawlessness, and light has no communion with darkness, nor has Christ concord with Beliar, nor has the temple of God any agreement with a temple of idols, one must not approach such a marriage. For acting thus, the believer wounds [himself], partaking of lawlessness, and also sharing with darkness, and deserting to Beliar, and welcoming the unbelieving portion. Let us therefore flee all the aforementioned things, being a temple of God who has said: "I will dwell in them and walk among them." For if you become sons and daughters of God, separated from the unclean unbelievers, do not submit yourselves to the same yoke, that you may attain these sacred rewards, having cleansed yourselves from all defilements that come from mixed marriage, being fleshly; for then you will perfect the holiness of the spirit both in practice and in thought.
ΚΕΦ. Ζʹ, στ. αʹ. Ταύτας οὖν ἔχοντες, κ. τ. λ.
Chapter 7, ver. 1. Having therefore these, etc.
Στίζεται δὲ ἡ προκειμένη λέξις διαφόρως. Οἱ μὲν γὰρ ἀναγινώσκουσι· « Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· » ὅπως μηδὲ σαρκὸς μηδὲ πνεύματος, τοῦτ' ἔστι τῆς ψυχῆς ἢ τῆς γνώμης, μολυσμὸν ἐξ ἁμαρτίας σχῶμεν· τότε γὰρ ἀναγκαίως ἕψεται ἐπιτελέσαι ἡμᾶς ἐν φόβῳ Κυρίου ἁγιωσύνην· ὥστε πνεύματι καὶ σώματι ἁγίους εἶναι. Ἕτεροι δὲ ἀναγνόντες τὸ, « Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, » διαστέλλουσι, « καὶ πνεύματος ἐπιτελοῦντες ἁγιωσύνην· » κρατύνουσι δὲ τὴν διαστολὴν ταύτην ὅσοι θέλουσι τὸ ἅγιον εἶναι Πνεῦμα, τὸ ἄνευ προσθήκης ἐν ταῖς Γραφαῖς φερόμενον. Φασὶ γὰρ τὴν Γραφὴν, δηλῶσαι βουλομένην τοῦτο, ὅπου μὲν ἅγιον ἢ, Θεοῦ Πνεῦμα ἢ ἕτερόν τι τοιοῦτο λέγεσθαι· ἀλλὰ καὶ ἄνευ προσθήκης, ὡς ἐν τῷ· « Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν· » τοῦ ἐναντίου μετὰ προσθήκης ἀεὶ καλουμένου οὕτως· Πνεῦμα ἀκάθαρτον, πνεῦμα πονηρὸν, πνεῦμα δαιμονίου, καὶ εἴ πως ἄλλως μετὰ προσθήκης προφέρεται.
The present text is punctuated variously. For some read: "Having therefore these promises, beloved, let us cleanse ourselves from all defilement of flesh and spirit"; so that we may have no defilement from sin, neither of flesh nor of spirit, that is, of the soul or of the mind; for then it will necessarily follow that we perfect holiness in the fear of the Lord, so as to be holy in spirit and body. Others, having read "Let us cleanse ourselves from all defilement of flesh and spirit," separate [the clause], "and perfecting holiness of spirit"; and all who maintain this distinction hold that the Holy Spirit is that which is borne in the Scriptures without an addition. For they say that Scripture, wishing to make this clear, in some places says "Holy" or "Spirit of God" or some other such thing; yet also without an addition, as in "The Spirit Himself bears witness with our spirit"; whereas the opposite is always called with an addition thus: unclean spirit, evil spirit, spirit of a demon, and however else it is brought forward with an addition.
Στ. βʹ. Χωρήσατε ἡμᾶς, κ. τ. λ.
Ver. 2. Make room for us, etc.
Παῤῥησιάζεσθαι μέλλων μετὰ τῶν συνεκπεμπόν-
Being about to speak boldly with those who send forth...
PG 39:1713Read from the page
των τὴν Ἐπιστολὴν, φησὶ τοῖς Κορινθίοις· ‹ Χωρήσατε, › τουτέστιν, Ἐνέγκατε ἡμᾶς ἀπολογουμένους· ‹ οὐδενὶ ὑμῶν αἴτιοι ἀδικίας ἢ φθορᾶς ἢ πλεονεξίας γεγενήμεθα. Ταῦτα δὲ παῤῥησιάζομαι, οὐκ ἀνακρίνειν ὑμᾶς βουλόμενος· προεμαρτυράμην γὰρ ὅτι οὕτως ἑτοίμως ἔχετε, ὡς ὑπεραποθανεῖν ἡμῶν· καὶ γὰρ ἡμεῖς ὑπὲρ ὑμῶν· ἡ γὰρ τοιαύτη τῆς προθυμίας ἑτοιμασία, ἐν ταῖς καρδίαις ἡμῶν τε καὶ ὑμῶν παρεσκευάσθη. Ὅθεν πολλὴν ὑπὲρ ὑμῶν καύχησιν ἔχων, πλήρης εἰμὶ τῆς παραμυθίας, ὑπερπεριττευούσης ἐν ἡμῖν τῆς ὑπὲρ τῆς σωτηρίας ὑμῶν χαρᾶς καὶ εὐφροσύνης ἐπὶ πᾶσιν, ᾗ ὑφιστάμεθα ὑπὲρ τῆς ἀληθείας κακώσει. Καὶ γὰρ ἐν τῇ Μακεδονίᾳ ἐληλυθότων, ἄνεσιν οὐδεμίαν ἔσχεν ἡ σὰρξ ἡμῶν, συνεχῶς προσπιπτόντων πειρασμῶν. Ὅμως εἰ καὶ ἡ σὰρξ ἄνεσιν οὐκ ἔχει, τῷ πνεύματι γενναιάζομεν· ἐπείπερ οὐ στενοχωρούμεθα, κἂν ἐν παντὶ θλιβώμεθα. › Ἑρμηνεύων δὲ τίνα ἦν τὰ θλίβοντα, ἐπήγαγεν τὸ, ‹ Ἔξωθεν μὲν μάχας εἶναι· ἔσωθεν δὲ φόβους· › καὶ τοῦτο διττῶς νοεῖται. Πρότερον γὰρ λεκτέον, ἔξωθεν μὲν μάχας ὑπάρχειν τοῖς ἀποστόλοις ἐκ τῶν διώκειν καὶ ἐπηρεάζειν βουλομένων ἀπίστων· ἔσω δὲ φόβους, τῷ τοὺς δοκοῦντας ἔσω τῆς Ἐκκλησίας καὶ πίστεως εἶναι, ἀνερματίστως καὶ ἀβεβαίως ἔχειν. Ἐφοβοῦντα γὰρ τὸ παλίμβολον τῶν Κορινθίων, τῷ ταχὺ παράγεσθαι ἀπὸ τῶν δογμάτων τῆς ἀληθείας· ὅθεν φησὶ πρὸς αὐτούς· ‹ Φοβοῦμαι μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν. › Ἑτέρως δὲ νοηθείη τὸ, ‹ Ἔξωθεν μάχαι· › τοῦτ' ἔστιν, αἱ καθ' ἡμῶν ἐπαναστάσεις γινόμεναι, τὰ ἔξωθεν ἡμῶν θλίβουσιν, οὐ χωροῦσαι μέχρι τοῦ ταράξαι τὴν καρδίαν. Ὅμως εἰ καὶ ἀτάραχος ἡ ψυχὴ, ἀλλ' οὖν ἔνδον εἰσὶ φόβοι οἱ περὶ μεταπτώσεως· τρεπτοὶ γὰρ ἐσμεν.
...the Epistle, he says to the Corinthians: 'Make room for us,' that is, Bear with us as we make our defence; 'we have been the cause of injustice, or corruption, or greed to none of you. And these things I speak with boldness, not wishing to examine you; for I bore witness beforehand that you are so ready as to die on our behalf; for we also on yours; for such readiness of zeal has been prepared in both our hearts and yours. Wherefore having much boasting on your behalf, I am full of consolation, since joy and gladness for your salvation superabound in us over all the affliction which we endure for the truth. For even when we had come into Macedonia, our flesh had no rest, as trials continually befell us. Yet even if our flesh has no rest, in spirit we act nobly; since we are not straitened, even if we are afflicted in every way.' Explaining what the afflictions were, he added, 'Without were fightings, and within were fears'; and this is understood in two ways. First it must be said that fightings without belong to the apostles from the unbelievers who wish to persecute and injure them; and fears within, because those who seem to be within the Church and the faith are unballasted and unstable. For they feared the fickleness of the Corinthians, in being quickly led astray from the doctrines of the truth; whence he says to them: 'I fear lest somehow, as the serpent deceived Eve in his craftiness, your minds should be corrupted.' In another way, 'Fightings without' may be understood thus: that is, the uprisings that occur against us afflict our outward parts, not reaching so far as to trouble the heart. Yet even if the soul is untroubled, still within there are fears concerning falling away; for we are changeable.
Στ. ςʹ. Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινούς.
Verse 6. But He who comforts the humble.
Ὁ διδοὺς τοῖς ταπεινοῖς χάριν Θεὸς παρακαλεῖ αὐτοὺς, παραμυθίαν ὀρέγων, ὅπως τλητικῶς τὰ ἐπίπανα φέρωσι· παρεμυθήσατο καὶ ἡμᾶς ἐν τῇ ἀφ' ὑμῶν πρὸς ἡμᾶς ἐπιδημίᾳ Τίτου. Οὐ μόνη δὲ ἡ παρουσία αὐτοῦ παρεκάλεσεν, ἀλλὰ καὶ ἡ ἐπαγγελία ἡ περὶ ὑμῶν. Ἔφασκεν γὰρ ἣν ἐνεδείξασθε εἰς αὐτὸν κατὰ Θεὸν σπουδήν· ἐπέτεινε δὲ ἡμῖν τὰ τῆς ἱλαρότητος, γινώσκουσιν ὡς πολλὴν διάθεσιν καὶ σπλάγχνα ὑπερβαλλόντως ἀποσώζει πρὸς ὑμᾶς· πρὸς τούτοις ἐπήγγειλε καὶ ζῆλον καὶ ὀδυρμὸν καὶ πόθον ἔχειν ὑμᾶς ὑπὲρ ἐμοῦ, ὡς μηκέτι διστάζειν περὶ τοῦ λελυπῆσθαι ὑμᾶς ἐκ τῶν γενομένων ἐλέγχων ἐκ τῆς προτέρας Ἐπιστολῆς. Ἐμάνθανον γὰρ ἐκ τῶν λόγων αὐτοῦ, ὡς ἡ λύπη πρὸς ὀλίγον ὑπάρξασα ἐκ τῶν γραφέντων, σπέρμα καὶ ἀμορφὴ μεγίστης εὐφροσύνης γέγονεν.
God, who gives grace to the humble, comforts them, offering consolation, so that they may patiently bear their hardships; He also comforted us by the arrival of Titus from you to us. And not only did his presence comfort us, but also the report concerning you. For he told of the earnestness toward him which you showed according to God; and he heightened our cheerfulness, since we know how much affection and exceeding tender-heartedness he preserves towards you; moreover he reported that you also have zeal and mourning and longing on my behalf, so that I no longer doubt that you were grieved by the rebukes given from the former Epistle. For I learned from his words that the grief which existed for a little while from what was written became the seed and occasion of the greatest gladness.
Στ. ιβʹ. Εἰ καὶ ἔγραψα, οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος.
Verse 12. Even if I wrote, it was not on account of him who did the wrong, nor on account of him who suffered the wrong.
Ἀδικήσαντα λέγει τὸν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα ἀδικηθέντα δὲ ἤτοι τὸν πατέρα οὗ τὴν γυναῖκα εἶχεν, κἂν τεθνηκὼς ᾖ· ἢ τὸν κωλύοντα γάμον τοιοῦ-
He calls 'him who did the wrong' the man who had his father's wife; and 'him who suffered the wrong' either the father whose wife he had, even if he were dead, or him who forbade such a marriage...
Notes, col. 1713

On the reading

Printed Ἐφοβοῦντα, for Ἐφοβοῦντο.

Printed ἐπίπανα, for ἐπίπονα.

Printed ἀμορφὴ, for ἀφορμή.

PG 39:1716Read from the page
τον. Ἐνῆν γὰρ, εἴπερ αὐτῶν χάριν προηγουμένως ἡ προσφώνησις ἐγίνετο, μὴ κοινὴν, ἀλλὰ πρὸς ἐκείνους βλέπουσαν ποιῆσαι Ἐπιστολήν. Διὸ ἡγητέον μὴ ἐκείνων ἕνεκα, ἀλλ' ὑπὲρ τοῦ γνωσθῆναι τὴν σπουδὴν ὑμῶν τὴν πρὸς τὸ ὑπακούειν κεχαράχθαι τὴν εἰρημένην προσφώνησιν. Περὶ ταύτης γὰρ ἀεὶ καυχῶμαι Μακεδόσιν, εἰς ζῆλον τὸν αὐτὸν προτρεπόμενος. Ἐδεδίειν γοῦν μὴ καταισχυνθῶ, ὑμῶν μὴ δεόντως τὴν λύπην δεξαμένων. Ἐπεὶ οὖν οὐχ οὕτω γεγένηται, κατὰ Θεὸν λυπηθέντων, ὡς πολλὴν ἀκολουθῆσαι μετάνοιαν, χαίρω θαῤῥῶν ἐν παντὶ τοιούτῳ ἐν ὑμῖν.
...such a marriage. For it would have been possible, if the address had been made primarily on their account, to make not a general Epistle, but one looking toward them. Wherefore it must be considered that the aforesaid address was written not on their account, but in order that your earnestness toward obedience might be made known. For about this I always boast to the Macedonians, exhorting them to the same zeal. I feared therefore lest I should be put to shame, if you received the grief improperly. Since then it did not happen so, as you were grieved according to God so that much repentance followed, I rejoice, having confidence in you in every such matter.
Στ. ιγʹ. Περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν. κ. τ. λ.
Verse 13. But we rejoiced the more exceedingly, etc.
Πρὸς ταύτῃ τῇ χαρᾷ ἐπετάθη ἡ παράκλησις καὶ ἡ παραμυθία ἡμῶν τῇ τοῦ μαρτυροῦντος περὶ ὑμετέρας σὺν ἁγιότητι σπουδῆς. Ἀναπεπαῦσθαι γὰρ τὸ πνεῦμα φησὶν ἐκ τῆς ὑμετέρας ὑπακοῆς· ἐπείπερ οὕτως εὗρεν ἔχοντας, ὡς ἑκάστοτε ἀνήγγελλον αὐτῷ περὶ ὑπακοῆς ὑμῶν. Ἀναπαύεται δέ τινος τὸ πνεῦμα, ὅτ' ἂν παρὰ τῶν αἰτίων τῆς ἀναπαύσεως δέχηται, κατ' εὐσέβειαν καὶ ἀρετὴν πράξεις, καὶ πιστὸν κατὰ τὴν ἀλήθειαν φρόνημα· τῶν τὰ ἡδέα τοῦ βίου παρὰ τῶν εὐφρονούντων δεχομένων, κατὰ σάρκα ἀναπαυομένων, ἀλλ' οὐ κατὰ πνεῦμα. Πάνυ γὰρ ἀνακτᾶται ἡμᾶς ὁ Τίτος, συνεχῶς ἀπαγγέλλων τὴν περὶ τὰ καλὰ ὑπακοὴν ὑμῶν· τοῦτο δὲ αὐτὸ τερπωλῆς αἴτιον γίνεται, ὅτι ὥσπερ τὰ ἄλλα μετὰ τοῦ ἀληθεύειν ἀεὶ λέγοντες ὤφθημεν.
In addition to this joy, our comfort and consolation were intensified by the earnestness with holiness of him who bore witness concerning yours. For he says that his spirit has been refreshed by your obedience, since he found you to be such as I continually reported to him concerning your obedience. Now a person's spirit is refreshed when he receives from those who are the causes of his refreshment deeds according to piety and virtue and a faithful mindset according to the truth; whereas those who receive the pleasures of life from those who cheer them are refreshed according to the flesh, but not according to the spirit. Titus greatly revives us, continually reporting your obedience in good things; and this very thing becomes a cause of delight, because, just as in other matters, we were seen always speaking with truthfulness.
ΚΕΦ. Ηʹ, στ. ιγʹ. Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις.
Chapter VIII, verse 13. For it is not that there should be ease for others, and affliction for you.
Οὐκ ἀναγκάζει υ τῆς εὐσεβείας λόγος μεταδιδόναι ὃ μὴ ἔχει τις, ἀλλ' ὃ ἔχει παρέχεσθαι προθύμως. Καταρθωθήσεται δὲ τοῦτο ῥᾷστα σκοπήσασι τίνες οἱ κοινωνούμενοι· ἅγιοι δέ εἰσι καὶ Θεοῦ θεραπευταὶ οὗτοι· διὸ καὶ ἐλπίζομεν ἀντίδοσιν ἔσεσθαι· ἱκανοὶ γὰρ ἀνθ' ὧν δέχονται αἰσθητῶν, νοητὰ παρασχεῖν. Οὕτω γὰρ ἰσότης καὶ ἐν τῷ νῦν καιρῷ ἔσται· ὡς ἐπὶ τῆς δόσεως τοῦ μάννα γεγένηται· οὐδὲ τοῦ τὸ ὀλίγον ἔχοντος ἐλαττουμένου, οὐδὲ πλεονάζοντος τοῦ πολὺ ἔχοντος. Ἀνισότης γὰρ μένει, ὅτ' ἂν τῶν ἁγίων ἐπουράνια καὶ μεγάλα ἐχόντων, ὑμῶν δὲ ἐπίγεια καὶ μικρὰ κεκτημένων, ἀντίδοσις μὴ γίνηται. Ὅθεν σπείρατε σαρκικὰ, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, ἵνα θερίσητε ἐξ αὐτῶν τὰ πνευματικά. Οὕτω γὰρ ἰσότης ἔσται, προσλαμβανόντων ὑμῶν τῶν μεγάλων, κἀκείνων τῶν μικρῶν· ἕξετε γὰρ μετὰ τῶν μικρῶν τὰ μεγάλα, κἀκεῖνοι μετὰ τῶν μεγάλων μικρά. Αὕτη δὲ ἰσότης ὑπαρχθήσεται κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον.
The principle of piety does not compel one to share what one does not have, but to provide willingly what one has. And this will be most easily accomplished by those who consider who the recipients are; for these are saints and servants of God; wherefore we also hope that there will be a recompense; for they are able to provide intelligible things in return for the sensible things they receive. Thus there will be equality in the present time also, as came to pass in the giving of the manna, neither he who had little falling short, nor he who had much having an excess. For inequality remains when the saints have heavenly and great things, while you possess earthly and small things, and no recompense takes place. Whence sow carnal things, sharing in the needs of the saints, that you may reap from them spiritual things. Thus there will be equality, as you receive the great things and they the small; for you will have the great things with the small, and they the small things with the great. And this equality will be brought about according to corrective justice.
Στ. κʹ. Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται, κ. τ. λ.
Verse 20. Avoiding this, lest anyone blame us, etc.
Ταῦτα γράφω οὐχ ὑμῖν ἀπολογούμενος (οἶδα γὰρ ὡς διάκεισθε περὶ ἡμῶν), ἀλλ' ὅπως ἡμεῖς μὴ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἀνθρώπων, ἔργα ἀγαθὰ ἔχειν προνοώμεθα. Ὅτι μὲν γὰρ ἐπίσταται Θεὸς οἵᾳ προθέσει ὑπηρετοῦμεν, οὐκ ἀμφιβάλλεται· ὅτι δὲ καὶ τῶν ἀνθρώπων προσήκει, ὅπως μὴ ἀπατηθῶσι πρὸς
These things I write not making a defence to you (for I know how you are disposed towards us), but so that we may take thought to have good works not only before the Lord, but also before men. For that God knows with what purpose we minister is not doubted; and that it is fitting before men also, so that they may not be deceived by...
Notes, col. 1716

On the reading

Printed υ, for ὁ.

Printed Καταρθωθήσεται, for Κατορθωθήσεται.

PG 39:1717Read from the page
φενάκων καὶ σοφιστικῶν, σπουδάζειν δεῖ. Ἰστέον δὲ, ὅτι ὁ προτιθέμενος Θεῷ προηγουμένως ἀρέσκειν, εἶτα ἀνθρώποις, οὐκ ἀνθρωπάρεσκος, ἀλλ' ὁ αὐτὸ τοῦτο μόνον προῃρημένος θνητοῖς ἀποδέκτως ζῇν, κἂν μὴ Θεὸς ἀποδέχηται.
...deceivers and sophists, it is necessary to be earnest. And it must be known that he who proposes to please God primarily, and then men, is not a man-pleaser, but he who has chosen this very thing alone, to live acceptably to mortals, even if God does not accept him.
Στ. κβʹ. Τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν.
Verse 22. Our brother, whom we have proved.
Καὶ ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει, σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης, ὥστε καὶ ταύτῃ πλείονα γενέσθαι τὴν εἰσφοράν· καὶ λοιπὸν ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ τὰ ὑπὲρ αὐτῶν.
Having praised him from his own upright deeds, he also exalts him from his love towards them, laying down beforehand for them the seeds of love towards the Corinthians, so that in this way too the contribution might become greater; and finally, since he has demonstrated their virtue, he also exhorts on their behalf.
ΚΕΦ. Ιʹ, στ. αʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς.
Chapter X, verse 1. Now I Paul myself beseech you.
Αὐτὸς ἐγὼ ὁ διδάσκαλος ὑμῶν καὶ γράφων τὰ προκείμενα, παρακαλῶ κατὰ ἀρετὴν ἣν Χριστός μοι δέδωκεν (ἔστι δὲ πραότης καὶ ἐπιείκεια), θαῤῥῆσαι ἔτι μακρὰν τυγχάνων τῇ ὑποταγῇ ὑμῶν, ὡς ὀφθῆναί με ταπεινὸν παρόντα. Ὅτ' ἂν γὰρ ἐπιδημήσας εὕρω τὰ τῆς προτροπῆς εἰς ἔργα μεταβαλόντας, μέτριος τὴν γνώμην σὺν πραότητι πολλῇ συνδιατρίψω ὑμῖν. Ὅθεν δέομαι μὴ παρὼν θαῤῥῆσαι οὕτως ὡς φέρειν πρόσωπον ἐλέγχοντας καὶ πλήττοντος διδασκάλου· ὅπως μὴ ἀναγκασθῶ τῇ σὺν παῤῥησίᾳ πεποιθήσει διδασκάλου τολμῆσαι κατά τινων λογιζομένων βαδίζειν ἡμᾶς κατὰ σάρκα· ἢ οὐ κατὰ σάρκα ἀναστρέφεσθαι νομίσειέν τις, ὅτ' ἂν οἰηθῇ μὴ τοῦ πράγματος χάριν ταῦτ' ἡμᾶς γεγραφέναι, ἀλλ' ὅπως δόξωμεν μεγάλοι τινὲς εἶναι, ὑμῶν ὑπηκόων καὶ πλείονα συνεισφερόντων γινομένων; Θεὸς γὰρ μαρτυρεῖ καὶ ἀνθρώπων πλείονες, ὅτι τῆς διακονίας ὅπως δαψιλὴς γένηται, καὶ οὐκ ἄλλου τινὸς ἀνθρωπίνου χάριν, γέγονε τὰ τῆς συμβουλῆς.
I myself, your teacher and the writer of the present words, beseech you according to the virtue which Christ has given me (and it is meekness and gentleness), to be confident while still far away in your obedience, so that I may appear humble when present. For when, having arrived, I find that you have turned my exhortations into deeds, moderate in judgement I shall spend time with you with much meekness. Wherefore I beg that when present I may not be bold in such a way as to wear the face of a rebuking and striking teacher; lest I be compelled with the outspoken confidence of a teacher to be daring against some who reckon that we walk according to the flesh; or would not someone think that we conduct ourselves according to the flesh, when he supposes that we wrote these things not for the sake of the matter itself, but so that we might seem to be some great ones, while you become obedient and contribute more? For God bears witness, and many men, that the counsel was given so that the ministry might become abundant, and not for the sake of any other human thing.
Στ. γʹ. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.
Verse 3. For though walking in the flesh, we do not war according to the flesh.
Τὸ προκείμενον νόησιν ἔχει τοῦ ἐν ἑτέρᾳ Ἐπιστολῇ γραφομένου ἔχοντος οὕτως· ‹ Ἐπὶ γῆς περιπατοῦντες, ἐν οὐρανῷ ἔχομεν τὸ πολίτευμα· › καὶ γὰρ ταυτὸν εἴη τὸ κατὰ σάρκα, καὶ ἐπὶ γῆς περιπατεῖν· καὶ τὸ μὴ κατὰ σάρκα στρατεύεσθαι, τοῦ τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. Κατὰ σάρκα δὲ στρατεύεσθαι λέγει οὐ πάντως τοὺς εἰς πόλεμον παρεσκευασμένους, ἀλλὰ γὰρ καὶ τοὺς σαρκίνους καὶ διὰ τοῦτο πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν, οἷοι ἦσαν περὶ ὧν εἴρηται· ‹ Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. › Οἱ τούτους ὑπεραναβεβηκότες ὡς τὸ φρόνημα καὶ τὰ ἔργα τῆς σαρκὸς, πάλιν κατὰ πνεῦμα στρατεύονται τῷ βασιλεῖ τῶν ὅλων Χριστῷ. Διὸ ἵνα ἀρέσωσι τῷ στρατεύσαντι, οὐκ ἐμπλέκονται ταῖς τοῦ βίου πραγματείαις, τοῦτ' ἔστι τοῖς ὑλικοῖς. Ἀμέλει γοῦν ἃ φέρουσιν ὅπλα, οὐκ αἰσθητὰ καὶ σωματικὰ (ἀσθενῆ γὰρ ταῦτα), ἀλλὰ δυνατὰ τῷ Θεῷ εἰσι. Καθαιροῦσι γοῦν οἱ χρώμενοι τούτοις τὰς ὀχυρότητας τῶν ἀπατηλῶν λόγων πάνυ σοφιστικῶς κατεσκευασμένων πρὸς τῶν ἑτεροδόξων· ἀλλὰ καὶ τὰ ὄντα ἐν τοῖς λόγοις τοῦτοις ὑψώματα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρόμενα. Οἱ γὰρ
The present passage has the sense of what is written in another Epistle, which runs thus: 'Walking on earth, we have our citizenship in heaven'; for walking according to the flesh and walking on earth would be the same thing, and not warring according to the flesh is the same as having one's citizenship in heaven. And by 'warring according to the flesh' he means not at all those who are equipped for war, but rather the carnal ones and those who for this reason are sold under sin, such as were those concerning whom it was said: 'My Spirit shall not abide in these men, because they are flesh.' Those who have risen above these, as well as the mindset and the works of the flesh, on the other hand war according to the spirit for Christ the King of all. Wherefore, in order to please Him who enlisted them, they do not entangle themselves in the affairs of life, that is, in material things. Indeed, the weapons which they bear are not perceptible and bodily (for these are weak), but are mighty through God. Accordingly, those who use these pull down the strongholds of deceitful arguments constructed very sophistically by the heterodox, and also the heights that exist in these arguments, exalted against the knowledge of God. For those who...
Notes, col. 1717

On the reading

Printed ἐλέγχοντας, for ἐλέγχοντος.

Printed τοῦτοις, for τούτοις.

PG 39:1720Read from the page
ἀντιταττόμενοι τῇ γνώσει τῆς ἀληθείας, ἀσεβῆ καὶ ἄθεα δόγματα παρεισάγοντες, τῇ δεινότητι τῶν λόγων φρούρια ὀχυρὰ οἰκοδομοῦντες, ἔνδον αὐτῶν χωροῦντες, ἡγοῦνται εἶναι ἀκαταμάχητοι. Πρὸς τούτοις, ἃ διδασκαλικῶς δῆθεν σὺν φαινομένῃ ἀποδείξει προφέρουσι μάταιον ὕψος ἔχοντα, ψευδεῖ νοήσει ἐπαίρεται, ὡς ἀνωτέρω χωροῦντα τῆς ἐκκλησιαστικῆς γνώμης ὀνομαζομένης γνώσεως Θεοῦ· αὐτὸς γὰρ αὐτοῖς τοῖς ἀξίοις παρέχει. Ἕνεκα γοῦν τοῦ καθαιρῆσαι τὰ προειρημένα ὑψώματα καὶ ὀχυρώματα, ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ Θεοῦ κατὰ πνεῦμα, τῷ εἰρημένῳ τρόπῳ στρατευόμεθα. Διαλύομεν γοῦν τοὺς σοφιστικοὺς αὐτῶν λόγους, καὶ τὰ δόγματα διελέγχομεν· ἀμέλει γοῦν πᾶν νόημα τῶν ἠπατημένων κεκρατημένον ὑπὸ τῶν ἀπατεώνων· ἀλλὰ καὶ ἀνατραφὲν ἐν χώρᾳ τῇ ἐκείνων αἰχμαλωτίζοντες, φέρομεν πρὸς τὸ ὑπακοῦσαι τῷ Χριστῷ. Δυνατὸν ἐκλαβεῖν καὶ οὕτως· Πᾶν νόημα τὸ ὅπως ποτὲ ἐν τινι διδασκαλίᾳ φερόμενον, ἀνάγκῃ καὶ βίᾳ μετοικίζοντες πρὸς τὸ πεῖσαι ὑπακοῦσαι τῷ Χριστῷ φέρομεν. Οὕτω γὰρ τὸ Ἀθήνησιν ἀνακείμενον βωμῷ ἐπίγραμμα, ἐμφαῖνον πολλῶν θεῶν νόημα, ἑλκύσας ὁ ταῦτα γράφων μετήνεγκεν εἰς τὸν μόνον ἀληθινὸν Θεὸν, φήσας· ‹ Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· › ἀγνοούμενον δὲ πλῆθος θεῶν ἐδήλου τὸ ἐπίγραμμα. Ὅτ' ἂν οὖν πᾶν νόημα αἰχμαλωτισθῇ εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τὸ τηνικάδε ἑτοίμως ἕξομεν κατὰ πάσης παρακοῆς ἐπαγαγεῖν ἐκδίκησιν· ὥσπερ οἱ αἰχμαλώτους λαβόντες ἐν τῷ νενικηκέναι ἔθνος τι θαῤῥάλεοι γίνονται εἰς τὸ κατασκάψαι τὴν χώραν ἐκείνων. Τούτοις ἐπιφέρει πρὸς αὐτοῖς οἷς ἔγραφεν· ‹ Ὅτ' ἂν ἡ ὑπακοὴ ὑμῶν πληρωθῇ, τὰ κατὰ πρόσωπον βλέπετε. › Διαφόρως δὲ ἔστιν ἐπιστῆσαι τῇ λέξει ταύτῃ· εἰ μὲν γὰρ προστακτικῶς ἐκφέροιτο, σημαίνει τόδε· Ὅτ' ἂν διὰ συγκαταθέσεως τῆς πρὸς τὴν θείαν διδασκαλίαν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, ὦ Κορίνθιοι, τὰ κατὰ πρόσωπον σκοπεῖτε. Οὕτω γὰρ γνώσεσθε τοὺς δορὰν προβάτου περικειμένους, ἔνδον ὄντας λύκους ἅρπαγας· καὶ τοὺς ὄντως γνησίους διδασκάλους, οἷς εἴρηται· ‹ Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. › Οὕτω δὲ σκοπήσασιν ὑμῖν, γνωσθήσονται οἱ ἀπατεῶνες, οὓς καὶ ἐκβαλεῖτε, καὶ οἱ ἀληθῶς ἀπόστολοι Χριστοῦ, οἷς καὶ πεισθῆναι προθύμως ἐθελήσατε. Τούτῳ συνᾴδει τὸ, ‹ Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. › Εἰ δὲ ὁριστικῶς ἐκφέροιτο τὸ, ‹ Κατὰ πρόσωπον βλέπετε, › τοιαύτην ὑποβάλλει νόησιν· Τὴν διάθεσιν τῶν διδασκάλων, καὶ τῶν μαθητῶν τὴν δύναμιν κρίνετε, εἰς τὸ πρόσωπον ἀεὶ τῶν λεγόντων ἀτενίζοντες, ἀπατώμενοι πρὸς τῶν μόνης τῆς ἔξω φανείας ἐπιμελουμένων. Ἂν τις οὖν λύκος ὢν ἐπιψεύσηται εἶναι πρόβατον μόνον κώδιον ἐπιφερόμενος, τοῦτον δέχεσθε ψευδαπόστολον· καὶ τόνδε προφήτην ὄντα, ὡς ἀπόστολον καὶ προφήτην. Ἀμέλει γοῦν τινες προσποιησάμενοι εἶναι Χριστοῦ μαθηταὶ, ἀληθείᾳ δὲ ὄντες γνώριμοι τοῦ μετασχηματιζομένου εἰς ἄγ-
...oppose the knowledge of the truth, introducing impious and godless doctrines, building strong fortresses by the cleverness of their words, and retreating within them, consider themselves invincible. Moreover, the things which they put forward in the guise of teachers with an apparent demonstration, having an empty height, are lifted up in false thought, as going higher than the ecclesiastical judgement which is called the knowledge of God; for He Himself grants it to the worthy. Therefore, in order to pull down the aforesaid heights and strongholds, having put on the whole armour of God according to the spirit, we war in the manner mentioned. Thus we dissolve their sophistic arguments and refute their doctrines; indeed, taking captive every thought of those who have been deceived and held fast by the deceivers, and even reared in their territory, we bring it to obey Christ. It is possible to take it thus also: migrating by necessity and force every thought that is brought forward in any teaching whatsoever, we bring it to be persuaded to obey Christ. For thus the writer of these things drew the inscription dedicated to an altar at Athens, which indicated the thought of many gods, and transferred it to the one true God, saying: 'Whom therefore you worship in ignorance, Him I proclaim to you'; and the inscription signified an unknown multitude of gods. Whenever therefore every thought has been taken captive into the obedience of Christ, then we shall be ready to bring vengeance upon all disobedience; just as those who have taken captives in conquering some nation become bold to raze their country. To these things he adds to those to whom he was writing: 'When your obedience is fulfilled, look at the things before your face.' One may attend to this phrase in different ways: for if it be uttered imperatively, it means this: When through assent to the divine teaching your obedience is fulfilled, O Corinthians, examine the things before your face. For thus you will recognize those who wear a sheep's skin while within they are ravenous wolves, and those who are truly genuine teachers, to whom it was said: 'You are the light of the world.' And when you have examined thus, the deceivers will be recognized, whom you shall also cast out, and those who are truly apostles of Christ, whom you also willingly wished to obey. With this agrees: 'By their fruits you shall know them.' But if 'You look at the things before your face' be uttered indicatively, it suggests such a sense: You judge the disposition of the teachers and the ability of the disciples by gazing always at the outward face of the speakers, being deceived by those who care only for outward appearance. If then someone, being a wolf, falsely pretends to be a sheep merely by wearing a fleece, receive him as a false apostle; and this man who is a prophet, as an apostle and prophet. Indeed, some who pretended to be disciples of Christ, but were in truth acquaintances of him who transforms himself into an an-
Notes, col. 1720

On the reading

Printed θαῤῥάλεοι, for θαῤῥαλέοι.