Migne Reading Room

PG 39 · cols. 1685–1696 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1685Read from the page
Συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει.
You also helping together by prayer on our behalf.
Ἐν τοῖς προκειμένοις διδάσκει ὡς τὰ μεγάλα ὄντως καὶ θεῖα δωρήματα δίδοται, εὐχῆς πλειόνων ὑπὲρ ἑνὸς λαμβάνοντος ἀναπεμπομένης· διὸ καὶ εἰς εὔνοιαν καὶ διάθεσιν τὴν πρὸς αὐτὸν διεγείρων φησίν· Ἐκ τηλικούτου θανάτου ἐῤῥύσθην ὑπὸ τοῦ Θεοῦ συμβαλλομένων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἐμοῦ· ἵνα ἐκ πολλῶν πρεσβευόντων προσώπων τὸ εἰς ἡμᾶς τοὺς θλιβέντας γενόμενον χάρισμα ὑπὸ πλειόνων εὐχαριστηθῇ· εἰ γὰρ πολλοὶ οἱ συνυπουργήσαντες τῇ δεήσει εἰς τὴν ὑπάρξασαν δωρεὰν, ἀκόλουθόν ἐστι τὸ τοὺς αὐτοὺς τούτους εὐχαριστῆσαι τῷ παρασχόντι Θεῷ.
In the foregoing he teaches that truly great and divine gifts are given when the prayer of many is sent up on behalf of one who receives; wherefore, stirring them up to goodwill and affection towards himself, he says: I was delivered from so great a death by God, you also contributing by prayer on my behalf, in order that from many interceding persons the gracious gift bestowed upon us who were afflicted may be given thanks for by many; for if those who helped together by prayer towards the gift granted are many, it follows that these same should give thanks to God who provided it.
Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν.
For our boasting is this, the testimony of our conscience.
Τὸ πρὸς Θεὸν καύχημα μαρτυρεῖται ἐκ τῆς συνειδήσεως· εἴρηται δὲ περὶ τῆς συνειδήσεως μὴ δεχομένης πρόσωπον. Αὕτη οὖν ἡ καύχησις, ἥτις μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὑπάρχει, παρεσκεύασεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ, ἀλλὰ μὴ ἐν ἀνθρωπίνῃ παιδεύσει ἀναστραφῆναι ἐν παντὶ τῷ κόσμῳ, μάλιστα δὲ πρὸς ὑμᾶς· ὁ γὰρ κατὰ τὸ Εὐαγγέλιον παιδεύων, οὐκ ἀνθρωπίνην ἐπαγγέλλεται διδασκαλίαν, ἀλλὰ τὴν ἐκ τῶν ἁγίων γινομένην Γραφῶν· ἥτις διὰ τὸ ἐκτὸς εἶναι κηλῖδός τινος, εἰλικρινής ἐστιν· σαρκίνην δὲ σοφίαν τὴν περὶ αἰσθητῶν ὠνόμασεν, ἣν ὁ ἔχων οὐ χωρεῖ τὴν τοῦ Πνεύματος σοφίαν, μωρίαν αὐτὴν λογιζόμενος· ἔθος δὲ τῇ Γραφῇ τὰ περὶ τῶν κοσμικῶν καὶ ὑλικῶν μαθήματα σάρκινα καλεῖν· οὕτω γοῦν καὶ φρόνημα λέγεται τῆς σαρκός· καὶ ἐν τοῖς ἔργοις τῆς σαρκὸς καταλέγονται αἱρέσεις, φαρμακεῖαι, εἰδωλολατρίαι· οὐ γὰρ ἔτι ταῦτα σάρκινα ῥητέον, παρονομαζόμενα ἀπὸ τῆς αἰσθητῆς σαρκός· εἴρηται γὰρ ἀπὸ τῆς ὑλικῆς ἕξεως, καθ' ἣν ὁ ἐνεργῶν, κατὰ σάρκα περιπατεῖν λέγεται, καὶ γίνεται σάρκινος πραθεὶς ὑπὸ ἁμαρτίαν. Ὅμως δὲ εἰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ ἀνεστράφημεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ, ἀλλ' οὖν τοῦτο πρὸς ὑμᾶς μᾶλλον καὶ μᾶλλον πεποιήκαμεν.
Boasting towards God is attested by conscience; and it has been said concerning conscience that it does not accept a person. This boasting, then, which is the testimony of our conscience, caused us to conduct ourselves in holiness and sincerity, and not in human instruction, in all the world, and especially towards you; for he who instructs according to the Gospel professes not human teaching, but that which comes from the holy Scriptures, which, because it is free from any stain, is sincere. And he called fleshly wisdom that which concerns perceptible things, which he who has it does not receive the wisdom of the Spirit, reckoning it folly; and it is customary in Scripture to call the teachings concerning worldly and material things fleshly: thus indeed it is also called the mind of the flesh; and among the works of the flesh are numbered heresies, sorceries, idolatries: for these are not to be called fleshly as named from the perceptible flesh; rather, it is said from the material disposition, according to which he who acts is said to walk according to the flesh, and becomes fleshly, sold under sin. Nevertheless, even if we conducted ourselves in all the inhabited world in holiness and sincerity, yet we have done this more and more towards you.
Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε.
For we write no other things to you than what you read.
Παρειληφόσιν ὑμῖν ἀναγινώσκειν τὰ Εὐαγγέλια καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οὐχ ἕτερα ὧν ἀναγινώσκετε γράφομεν· ὡσαύτως γὰρ ἐκείνοις ἐστὶ θεόπνευστα, ἃ χαράττομεν ἐν ταῖς Ἐπιστολαῖς. Ἐπιγινώσκετε οὖν καὶ ὑμεῖς αὐτὸ τοῦτο, μερικὴν διάληψιν τέως ἔχοντες· προσδοκῶμεν δὲ σὺν Θεῷ φάναι, ἐπιγνῶναι ὑμᾶς ἕως τέλους, τουτέστι τελείως καὶ ἀνελλειπῶς· ἐπιγνόντες γὰρ ἡμᾶς ἐκ μέρους, προσλαμβάνοντες ἀεὶ τῇ φθασάσῃ ἐπιγνώσει ἐπίτασιν τῶν γνωσθέντων καὶ ἕτερα θεωρήματα, τελείαν ἕξετε θεωρίαν, ὡς τὰ αὐτὰ γράφομεν Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ τοῖς εὐαγγελισταῖς· ὁ γὰρ πρὸς ἐκείνους γενόμενος Θεὸς Λόγος, καὶ ἐν ἡμῖν λαλεῖ, οὐχ ἕτερος ὢν τοῦ Χριστοῦ· πέποιθα δὲ ὅτι οὕτως ὑμῶν διακειμένων, ὅτι καυ-
To you who have received [the practice] to read the Gospels and the law and the prophets, we write no other things than what you read; for what we pen in the Epistles is divinely inspired in the same way as those. Acknowledge therefore this very thing yourselves also, having for the present a partial comprehension; and we expect, to speak with God's help, that you will acknowledge unto the end, that is, perfectly and without defect: for having known us in part, ever adding to the knowledge already attained an intensification of what has been known and further contemplations, you will have perfect contemplation, that we write the same things as Moses and the prophets and the evangelists; for God the Word who came to them speaks in us too, being none other than Christ; and I am confident that while you are thus disposed, you...
PG 39:1688Read from the page
χᾶσθε ἐν ἡμῖν· καὶ γὰρ ἡμῶν τὸ καύχημα ὑμεῖς ἐστε ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ἐν ᾗ κρινεῖ τοὺς φανερουμένους ἐν τῷ βήματι αὐτοῦ· δυνατὸν δὲ τὸν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς γινόμενον ἐν ταῖς ψυχαῖς φωτισμὸν, ἡμέραν εἶναι τοῦ Κυρίου.
...boast in us; for you also are our boast in the day of the Lord, in which He will judge those who appear at His judgement-seat; and it is possible that the illumination produced in souls by the true light is the day of the Lord.
Ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον.
In this confidence I wished to come to you before.
Διὰ ταύτης τῆς λέξεως παρίστησιν ὅτι χαρὰν ἔσχεν ὠφελουμένων Κορινθίων ἐν τῷ βελτιοῦν αὐτούς· διὸ ταύτῃ ἐμμένων τῇ προθέσει, ἠβούλετο πάλιν ἐπιδημῆσαι αὐτοῖς ἀπιὼν ἐν τῇ Μακεδονίᾳ· κἀκεῖθεν ἐπιστρέφων πάλιν αὐτοὺς ἰδεῖν, ἵνα πάλιν εὐφρανθῇ ὠφελουμένων αὐτῶν. Φαίνεται γὰρ διὰ τῆς γραφῆς ἀμφοτέρων τῶν πρὸς αὐτοὺς Ἐπιστολῶν γενόμενος ἐν Κορίνθῳ· ἀλλὰ καὶ διὰ τοῦ, ‹Φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον,› τὸ αὐτὸ τοῦτο παρίσταται.
Through this expression he shows that he had joy when the Corinthians were benefited in improving themselves; wherefore, abiding in this purpose, he wished to visit them again when going into Macedonia, and returning thence to see them again, that he might again be gladdened as they were benefited. For it appears through the writing of both Epistles to them that he had been in Corinth; and this same thing is also shown through the words, 'Sparing you, I came no more to Corinth.'
Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν.
But I call God as witness upon my soul.
Εἰδὼς τὸ εἰρημένον πρὸς τοῦ Σωτῆρος ἐν Εὐαγγελίῳ περὶ τοῦ μὴ δεῖν ὀμνύναι, ἀλλ' ἔχειν λόγον ἀκατάγνωστον περὶ τοῦ, ‹ναὶ,› ὡς ὄντως ναὶ, καὶ τοῦ, ‹οὒ,› ὡς οὕτως ἔχοντος, διαβεβαιούμενος ἐνταῦθα ὀμνύναι δοκεῖ· καὶ μάλα γε δικαίως. Ἐπεὶ γὰρ διάθεσιν ἑαυτοῦ ἣν εἶχεν πρὸς Κορινθίους ἀπαγγέλλει, αὕτη δὲ ἐν διανοίᾳ καὶ καρδίᾳ τὸ εἶναι ἔχει, εἰκὸς δὲ ἦν τοὺς ἀγαπωμένους ἀμφιβάλλειν περὶ τῆς οὕτως πρὸς αὐτοὺς γνησίας ἀγάπης, μάρτυρα τῶν λεγομένων καλεῖ τὸν Θεὸν ἐπὶ τὴν ἑαυτοῦ ψυχὴν, ἐπιστάμενον καὶ τὰ ἐν τῷ κρυπτῷ ταύτης κείμενα· φησὶ γάρ· Ἐπιδημῶ πρὸς ὑμᾶς ποθῶν ὑμᾶς· καὶ ὅτε δὲ τοῦτο οὐ πράττω, πάλιν φειδοῖ τῇ πρὸς ὑμᾶς ἐπέχω. Ἴστε γὰρ ὅτι πρότερον ἐλθὼν εἰς τὴν πόλιν ὑμῶν, ὅλον ἐνιαυτὸν καὶ μῆνας ἓξ ἐνεδιέτριψα, χαίρων ἐν τῷ καθημέραν ὑμᾶς κατὰ Χριστὸν ὠφελουμένους προκόπτειν. Ἀμέλει γοῦν πρὸς τῇ κοινῇ διδασκαλίᾳ, καὶ μυστικὰς παραδόσεις παρέθηκα ὑμῖν· τοῦτο γὰρ ἐν τῇ πρὸ ταύτης Ἐπιστολῇ ἐδήλωσα, διεγείρων κατασχεῖν ὑμᾶς ἃ παρειλήφατε. Ἐπειδὴ δὲ νῦν ἀκριβῶς πέπεισμαι ὡς ψευδοδιδάσκαλοί τινες ἀπατῶσιν, ἀθετοῦντες τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἐπὶ διαμονὴν τῆς ψυχῆς· ἔτι μὴν καὶ τὴν περὶ ἀδιαφόρων γνῶσιν διαστρέφοντες· τούτου χάριν ἐπέσχον νῦν πρὸ θεραπείας τινὸς διὰ γραμμάτων ὑπαρχθῆναι δυναμένης ἐπιδημῆσαι ὑμῖν· ταῦτα δὲ ἐπιστ[έλλω] κύριον τῆς πίστεως ὑμῶν ἐμαυτὸν ἀναγορεύων· συνεργοῦμεν γὰρ εἰς τὸ πιστεύειν ὑμᾶς διὰ διδασκαλίας· καὶ ἐπεὶ ἐκ κατηχήσεως ἡμῶν τῇ πίστει προσεληλύθατε, ὥσπερ ἐδιδάξαμεν, οὕτω καὶ ὑπομιμνήσκομεν, ὅπως ἐμμένητε ᾗ κατορθώσατε πίστει· κἂν γάρ τινες ἐκλονήθησαν ὑπὸ τῶν ἀπατεώνων, ἀλλ' οὖν θαῤῥῶ ὡς ἑστήκατε ἐν ᾗ παρελάβετε πίστει, ὄντες ἐν αὐτῇ βέβαιοι.
Knowing what was spoken by the Saviour in the Gospel about not needing to swear, but having irreproachable speech regarding 'yes' as truly yes, and 'no' as being so, here, making a strong asseveration, he seems to swear; and very rightly indeed. For since he declares his own disposition which he had towards the Corinthians, and this has its being in mind and heart, and it was natural for those who are loved to doubt concerning such genuine love towards them, he calls God as witness of what is said upon his own soul, who knows also the things lying in its secret depths; for he says: I visit you longing for you; and when I do not do this, again I hold back out of sparing towards you. For you know that formerly, having come to your city, I spent a whole year and six months, rejoicing in your daily progress as you were benefited according to Christ. Certainly, then, in addition to the common teaching, I also set before you mystical traditions; for this I made clear in the Epistle before this, stirring you up to hold fast what you received. And since now I am accurately persuaded that certain false teachers are deceiving [you], setting aside the resurrection from the dead and the continuance of the soul, and furthermore perverting the knowledge concerning indifferent things; on this account I have held back now from visiting you before some healing that can be effected through letters; and these things I write, proclaiming myself [not] lord of your faith; for we work together for your believing through teaching; and since from our catechesis you have come to the faith, just as we taught, so also we remind you, that you may abide in the faith which you rightly maintained; for even if some were shaken by the deceivers, yet I am confident that you stand in the faith which you received, being firm in it.
Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
My joy is [the joy] of you all.
Ἡ χαρὰ ἡ ἐμὴ, φησὶ, πάντων ὑμῶν ἐστιν διὰ τοῦ εὐφήμου· καὶ τὸ πρὸ αὐτοῦ δηλῶν, λέγω δὴ τὸ, ‹Ἡ
My joy, he says, is of you all through the auspicious [expression]; indicating also what precedes it, I mean...
PG 39:1689Read from the page
λύπη ἡ ἐμὴ πάντων ὑμῶν ἐστιν.› Ἔδει γὰρ λυπουμένῳ τῷ Ἀποστόλῳ συλλυπεῖσθαι Κορινθίους, ἵνα καὶ χαίροντι συγχαίρωσιν. Ὅτι δὲ ἐκ γνησίας διαθέσεως ἐπιστέλλω ταῦτα, φησὶ, γινώσκετε ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας διὰ πολλῶν δακρύων ὑπηγορεῦσθαι τὴν Ἐπιστολήν. Οὐ γὰρ ἐβουλόμην τοιούτων ὑμᾶς δεῖσθαι ἐπιπλήξεων, ἀλλ' ἀποδείξεων τῶν περὶ τῆς ἀληθείας δογμάτων καὶ ὑπομνήσεως, μᾶλλον δὲ προτροπῆς πρὸς τελείαν ἀρετήν.
...my sorrow is [the sorrow] of you all.' For it was fitting for the Corinthians to grieve together with the grieving Apostle, in order that they might also rejoice together with him when rejoicing. And that I write these things out of genuine affection, he says, know that the Epistle was dictated out of much affliction and anguish of heart with many tears. For I did not wish you to need such rebukes, but demonstrations of the doctrines concerning the truth, and reminding, or rather exhortation towards perfect virtue.
Ἐν προσώπῳ Χριστοῦ.
In the person of Christ.
Διττὴν τοῦτο διάνοιαν ἔχει τὸ, ‹ἐν προσώπῳ Χριστοῦ·› δηλοῦται γὰρ ἤτοι ἐν προσώπῳ, τουτέστιν ἐνώπιον καὶ βλέποντος Χριστοῦ· ἀλλὰ καὶ τὸ, φέρων τοῦ Χριστοῦ πρόσωπον κεχάρισμαι, εἰδὼς ὅτι καὶ αὐτὸς πάντα τὰ πρὸς μακαριότητα χαρίσασθαι κρίνας ἐπεδήμησεν τῷ βίῳ. Αὐτοῦ τοίνυν φέρων τὸ πρόσωπον (μιμεῖσθαι γὰρ αὐτὸν εὔχομαι καὶ σύμμορφος αὐτοῦ εἶναι), συνεχώρησα τὴν ἁμαρτίαν τῷ μετανοήσαντι· ὅθεν καὶ ὑπὸ .. τῆς γνώμης εἶναι προτρέπομαι. Οὐχ ἀγνοεῖν γὰρ τοῦ Σατανᾶ τὰ πανουργεύματα δεῖ, ὡς πάλαι τῆς πορνείας γινομένης αὔξάνειν τὴν βλάβην θέλων, παρεσκεύαζεν τὸ ἀσυμπαθὲς, ὡς μὴ πενθεῖσθαι τὸν ἑαλωκότα τῇ κακίᾳ· νῦν δὲ ἔπεισεν ἀσπλαγχνίαν εἶναι πρὸς τὸν παυσάμενον τοῦ κακοῦ, ἵνα διὰ τούτου κἀκεῖνον ἀπολέσῃ, καὶ ὑμᾶς ἀλαζόνας καὶ ὑπερηφάνους κατ' αὐτοῦ ἀποδείξῃ. Ἀλλ' ὅρα μή τις ἀπεκδεχόμενος τὸ βούλημα τοῦ Ἀποστόλου, δόξῃ φαῦλον εἶναι τὸ γνῶσιν ἔχειν τῶν σατανικῶν νοημάτων· βλαπτικὸν γὰρ ἥκιστα τὸ τοιοῦτον, ἀλλὰ μᾶλλον ὠφελητικόν· τὸ γὰρ εἰδέναι τὴν νόησιν καὶ προαίρεσιν, οὐ ποιεῖ κακὸν, ἀλλὰ τὸ αἱρεῖσθαι. Ἀμέλει γοῦν καὶ τοὺς ἐλέγχειν τοὺς ἀπατεῶνας προαιρουμένους, εἰδότας τὰ τῆς ἀπάτης ἐκείνων, οὐ μεμφόμεθα, ἀλλὰ καὶ πάνυ ἀποδεχόμεθα· οὐ γὰρ τὸ εἰδέναι, ἀλλὰ τὸ προαιρεῖσθαι τὰ φαῦλα κακοὺς ποιεῖ. Ἴσμεν τοιγαροῦν τὰ νοήματα τοῦ Σατανᾶ, οὐχ ὅπως ἐνεργῶμεν κατ' αὐτὰ, ἀλλ' ἵνα μὴ ἀπατώμενοι παγιδευθῶμεν.
This expression, 'in the person of Christ', has a twofold meaning: for it is signified either in the presence, that is, before and in the sight of Christ; or also, bearing the person of Christ I have forgiven, knowing that He Himself too, having judged to grant all things leading to blessedness, sojourned in this life. Bearing His person, therefore (for I pray to imitate Him and to be conformed to Him), I have forgiven the sin to the one who repented; whence I also urge you to be of [the same] mind. For one must not be ignorant of Satan's crafty devices, how formerly, when the fornication occurred, wishing to increase the harm, he contrived insensibility, so that the one caught in wickedness was not mourned; and now he has persuaded you to show harshness towards the one who has ceased from evil, in order that through this he may both destroy him and show you to be arrogant and proud against him. But see lest anyone, misunderstanding the Apostle's will, suppose it to be evil to have knowledge of Satanic thoughts; for such a thing is in no way harmful, but rather beneficial: for knowing the thought and choice does not make one evil, but choosing [it]. Certainly, therefore, we do not blame those who choose to refute the deceivers, knowing the things of their deceit, but we even wholly approve them; for not knowing, but choosing base things makes men evil. We know, then, the thoughts of Satan, not so that we may act according to them, but lest, being deceived, we be ensnared.
Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα.
But having come to Troas.
Γέγονεν αὐτῷ ἡ ἐκ Τρωάδος εἰς Μακεδονίαν μετάβασις ἐξ ὀπτασίας. Ἐν γὰρ τῇ Γραφῇ τῶν Πράξεων τῶν ἀποστόλων εἴρηται, ὡς ὄντι αὐτῷ ἐν Τρωάδι ἀνὴρ Μακεδὼν ὤφθη ἀποκαλύψεως τρόπῳ κελεύων· ἔφασκεν γάρ· ‹Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.› Ἐσιώπησε δὲ τοῦτο, γράφων τὴν Ἐπιστολὴν, γνώμης μετριότητι δοκιμάσας μὴ εὔκαιρον εἶναι τὸ λέγειν τοιαῦτα περὶ ἑαυτοῦ, ὡς ἐν τοῖς ἑπομένοις δείξει. Ἀμέλει γοῦν χάριν ὁμολογεῖ τῷ Θεῷ ἐπὶ τῇ μεταβάσει, ὡς ἐξῆς ἐπιφέρων ἐρεῖ. Ἐπίστησον δὲ τί βούλεται, Θύρας μοι ἀνεῳγμένης μεγάλης ἐν Κυρίῳ. Τάχα γὰρ ἀνοίγεται θύρα τοῦ λόγου πρὸς τοῦ Κυρίου τοῖς ἐξ ἐπινοίας θείας δεχομένοις τὸ λέγειν, ἀλλ' οὐκ ἐξ ἀνθρωπίνης τέχνης παρασκευὴν ἔχουσιν. Λέγει γοῦν Θεός· ‹Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.› Καὶ ὁ σοφὸς κέκραγεν· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ· τουτέστιν, Παρεσκευασμένος ἔσο πόθῳ καὶ
His crossing from Troas to Macedonia came about from a vision. For in the Scripture of the Acts of the Apostles it is said that while he was in Troas a Macedonian man appeared to him by way of revelation, commanding him; for he said: 'Cross over into Macedonia and help us.' But he passed this over in silence when writing the Epistle, having judged by moderation of mind that it was not seasonable to say such things about himself, as he will show in what follows. Certainly, then, he gives thanks to God for the crossing, as he will say immediately in what he adds. Consider also what 'a great door having been opened to me in the Lord' means. For perhaps a door of the word is opened by the Lord to those who receive speech from divine inspiration, and do not have preparation from human art. God says, indeed: 'Open wide your mouth, and I will fill it.' And the sage cried out: 'Open your mouth to the word of God'; that is, be prepared with longing and...
PG 39:1692Read from the page
προθυμίᾳ πρὸς τὸ λαβεῖν ἐκ Θεοῦ διδασκαλίαν. Τάχα δὲ ἀνοίγνυται θύρα τοῦ λόγου, καὶ ὅταν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς παραδοχὴν τῆς παιδεύσεως ὦσιν.
...eagerness to receive teaching from God. And perhaps a door of the word is also opened when the hearers are ready for the reception of instruction.
Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.
We are a sweet savour of Christ unto God.
Διὰ τοῦτο, φησὶ, φανερῶν ὁ Θεὸς δι' ἡμῶν τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, ἐπείπερ ‹Χριστοῦ εὐωδία ἐσμέν.› Ὡς γὰρ φωτὸς αὐτοῦ τυγχάνοντες, οἱ μέτοχοι φῶς εἰσι τοῦ κόσμου· οὕτω καὶ μύρου ὄντος, οἱ ἑνούμενοι αὐτῷ εὐωδία αὐτοῦ εἰσιν. Αὕτη δὲ ἡ εὐώδης πνοὴ, τοῖς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν ὑπάρχει. Ἀλλ' οὐχ αἰτιατέον εἰ γίνεται ἡ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον. Παρὰ γὰρ τὴν πρόφασιν τῶν οἷς συμβεβήκει τοῦτο γίνεται· ὥσπερ καὶ ὑγιεινὴ τροφὴ βλάπτειν δοκεῖ τοὺς νοσοῦντας, ἀκαίρως προσφερομένη. Ὅσοι γὰρ ὑπὸ θάνατον ὄντες τὸν ἐπιγινόμενον τῇ ἁμαρτίᾳ, δέχονται οὐχ ὀρθῇ γνώμῃ τὴν θείαν γνῶσιν, ἐκ θανάτου πρακτικῶν ἁμαρτημάτων, ἐπὶ θάνατον τὸν ἀκολουθοῦντα τοῖς ἀσεβέσι φρονήμασιν ἔρχονται· ὥσπερ τοὺς παραδεχομένους αὐτὴν μετὰ πράξεων ζωοποιῶν, ἐκ ζωῆς εἰς ζωὴν φέρει. Ὡς γὰρ τὸ αἰσθητὸν μύρον πρὸς ὑγείαν καὶ εὐεξίαν συμβαλλόμενον βλάπτει τὰ ἔντομα ζῶα, οὐ φέροντα αὐτοῦ τὴν ἀκροτάτην πνοήν· οὕτως ἡ θεία εὐωδία ὠφελεῖ καὶ εἰς ὑγείαν ἄγει, μᾶλλον δὲ ζωὴν, τοὺς τηροῦντας τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ (οὗτοι γὰρ ἀληθῶς ἄνθρωποί εἰσιν), βλαπτομένων ἐξ αὐτῆς τῶν κατὰ τὸν ἔσω ἄνθρωπον μεταβαλλόντων· ὡς καλεῖσθαι ἀλληγορικῶς μυίας σαπριούσας σκευασίαν ἐλαίου ἡδύσματος, κατὰ τὸν Ἐκκλησιαστήν.
For this reason, he says, God manifests through us the fragrance of the knowledge of Christ in every place, since 'we are a sweet savour of Christ.' For just as, since He is light, those who partake of Him are the light of the world, so also, since He is ointment, those who are united to Him are His sweet savour. And this fragrant breath is to some an odour from death unto death, and to others an odour from life unto life. Yet one must not find fault if the odour becomes from death unto death. For this comes about through the occasion of those to whom it has happened; just as wholesome food also seems to harm those who are sick when offered unseasonably. For as many as, being under the death that supervenes upon sin, receive the divine knowledge with an unrighteous mind, pass from the death of practical sins to the death that follows impious thoughts; just as it brings those who receive it with life-giving deeds from life unto life. For as perceptible ointment, which contributes to health and good condition, harms insects, which cannot bear its most piercing breath, so the divine sweet savour benefits and leads to health, or rather life, those who keep what is according to the image and likeness of God (for these are truly human beings), while those who change in their inner man are harmed by it, so that they are allegorically called flies corrupting a preparation of perfumed oil, according to Ecclesiastes.
Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.
For we are not, like the many, peddling the word of God.
Οὐ προσεκτέον τοῖς ἀπὸ τῶν ἑτεροδόξων λέγουσιν, ὅτι οἱ ἀπόστολοι ἐν Χριστῷ διδάσκοντες κατεναντίον τοῦ Θεοῦ τοῦ ἑτέρου παρὰ τὸν Πατέρα τοῦ Σωτῆρος· τουτέστιν, Ἐναντία αὐτῷ φθεγγόμεθα. Πολλοὺς δὲ λέγει τοὺς ἀπατῶντας διὰ τὸ χυδαῖον· καὶ γὰρ αὕτη ἡ φωνὴ, λέγω δὲ οἱ πολλοὶ, ὁμώνυμος οὖσα, σημαίνει πλείονα· λέγεται γάρ ποτε ἀντὶ τοῦ, ‹τινές·› ὡς ὅταν ὁ Κύριος λέγῃ· ‹Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.› Ἀλλὰ καὶ ἀντὶ τῶν πρὸς ὀλίγους διαστελλομένων, ὡς ἐν τῷ· ‹Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.› Δηλοῖ ἡ λέξις καὶ τοὺς πάντας, ὡς ἐν τῷ, ‹Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί.› Πάντες γὰρ ἄνθρωποι, παρακούσαντος τοῦ Ἀδὰμ, ὑπὸ ἁμαρτίαν εἰσίν. Δηλοῖ δὲ καὶ τοὺς χυδαίους, ὡς ἐν τῷ προκειμένῳ, καὶ τῷ, ‹Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί.› Σημαίνει δὲ καὶ τοὺς ὅπως ποτὲ πλείονας ὄντας, καθάπερ ἐν τῷ, ‹Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ·› καὶ, ‹Πολλοὶ λέγουσι τῇ ψυχῇ μου.› Ἐν τῇ ἐκκειμένῃ φωνῇ τῇ, ‹Οὐκ ἐσμὲν, ὡς τινες, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ,› τουτέστιν ἐξυδαροῦντες αὐτὸν διὰ ψυχρολογίας καὶ μωρᾶς ἐξηγήσεως· ἀλλ' ὡς ἐξ
We must not pay heed to those among the heterodox who say that the apostles, teaching in Christ, [speak] against the God who is other than the Father of the Saviour; that is, 'We utter things contrary to Him.' And he calls the deceivers 'many' on account of their vulgarity; for this expression too, I mean 'the many', being homonymous, signifies several things: for it is sometimes said instead of 'some', as when the Lord says: 'Many will say to me in that day.' But also instead of those distinguished from a few, as in: 'Many are called, but few are chosen.' The word also signifies all, as in: 'For as through the disobedience of the one the many were constituted sinners.' For all human beings, Adam having disobeyed, are under sin. It also signifies the vulgar, as in the present passage, and in: 'Be not many teachers, brethren.' And it signifies those who are in any way more numerous, just as in: 'Many rise up against me'; and, 'Many say to my soul.' In the expression set forth, 'We are not, as some, peddling the word of God', that is, watering it down through frigid talk and foolish exposition; but as of...
PG 39:1693Read from the page
εἰλικρινείας ἀδόλως καὶ καθαρῶς αὐτὸν προσφερόμεθα.
...sincerity, we offer it guilelessly and purely.
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν;
Do we begin again to commend ourselves?
Ἐπιπλήττει ἠρέμα Κορινθίοις, ὡς ἔτι ἀγνοοῦσι τὸ ἀποστολικὸν μέγεθος, φάσκων, ὡς ‹Ἐξ εἰλικρινείας ἐκ Θεοῦ κατέναντι Θεοῦ λαλοῦντες,› δοκοῦμεν καὶ ὑμῖν πεφανερῶσθαι, ὡς οὕτως ἔχομεν γνώμης· εἰ μὴ ἄρα οὕτως διάγετε, ὡς δεῖσθαι συνιστάσης ἡμᾶς Ἐπιστολῆς πρὸς ὑμᾶς. Οὕτω δὲ φανερὰ τὰ καθ' ἡμᾶς ἐστιν, ὡς μήτε ὑμᾶς συνιστᾷν ὑμᾶς ἄλλοις, μηδὲ ἑτέρους ὑμῖν. Καὶ γὰρ αὐτοὶ ὑμεῖς Ἐπιστολή ἐστε Χριστοῦ ὑφ' ἡμῶν διανοηθεῖσα, πραγματικῶς γεγραμμένη Πνεύματι Θεοῦ, ἀλλ' οὐ μέλανι. Λόγοι μὲν γὰρ χαράττονται μέλανι, πραγματικὸς δὲ καὶ θεωρητικὸς βίος Πνεύματι Θεοῦ ζῶντος χαρακτηρίζεται· ὡς τὸν οὕτω γραφέντα ζῇν κατὰ Θεὸν πνεύματι. Οἱ γὰρ ἠλίθιοι τὰς ψυχὰς ὡς πλάκες λίθιναι δέχονται ἐκ μέλανος τοὺς τύπους· οἱ δὲ εὔεικτοι πρὸς συγκατάθεσιν τῶν θείων, ἐν καρδίαις σαρκίναις, τουτέστιν αἰσθητικαῖς, δέχονται γραφὴν τὴν ἐκ ζῶντος Θεοῦ Πνεύματος. Ἀπογράφονται γὰρ τὴν παίδευσιν τρισσῶς ἐπὶ τὸ πλάτος τῆς καρδίας, ἅτε τοῦ Θεοῦ διδόντος νόμους ἐν τῷ ἐπιγράφειν αὐτοὺς ἐπὶ τὸ πλάτος τῆς καρδίας.
He gently rebukes the Corinthians as still ignorant of the apostolic greatness, saying that 'speaking from sincerity, from God, before God', we think we have been made manifest to you also, that we are so minded; unless indeed you conduct yourselves in such a way that we need a letter commending us to you. But our affairs are so manifest that neither need you commend yourselves to others, nor others to you. For you yourselves are an Epistle of Christ devised by us, practically written by the Spirit of God, and not with ink. For words are engraved with ink, but a practical and contemplative life is stamped by the Spirit of the living God, so that one thus written lives according to God in spirit. For those who are foolish in their souls, like stone tablets, receive the impressions from ink; whereas those who are docile towards assenting to divine things receive, in hearts of flesh, that is, sensitive hearts, the writing from the Spirit of the living God. For they transcribe the instruction threefold upon the breadth of the heart, inasmuch as God gives laws by inscribing them upon the breadth of the heart.
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν, κ. τ. λ.
And such confidence we have, etc.
Μή τις οἰέσθω βλακεύεσθαι ἡμᾶς ἐφ' ἑαυτοῖς λέγοντας, ὡς ἐξ εἰλικρινείας κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Οὕτω γὰρ περὶ αὐτὸν διακείμεθα, ὡς Θεὸς ἡμᾶς ἱκανοὺς πρὸς διακονίαν τοῦ λόγου καλέσας ἐποίησεν, ‹οὐχ ἔχοντας ἐξ αὑτῶν τὸ λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν κατὰ θείαν ἐπιστήμην·› αὐτὸς ὁ δοὺς διακονεῖν ἡμῖν τὴν Καινὴν Διαθήκην, τὴν πεποίθησιν τὴν πρὸς τὸ λέγειν ὤρεξεν. Ἔστι δὲ ἣν ἐπιστεύθημεν διακονίαν, πνεύματος, ἀλλ' οὐ γράμματος· ἀποκτέννει μὲν γὰρ τὸ γράμμα, ζωοποιεῖ δὲ τὸ πνεῦμα. Τῆς τοῦ ζωοποιοῦντος Πνεύματος ἡ Διαθήκη Καινὴ, οὐ Παλαιουμένη. Οὐ γὰρ ἐπιγίνεται διδασκαλία ἄλλη μετ' αὐτὴν ἐν τῷ βίῳ τούτῳ· ἀδιάδοχος γάρ ἐστι. Χρῶνται δὲ καὶ τῇ λέξει ταύτῃ πρὸς διαβολὴν τῆς Παλαιᾶς Διαθήκης οἱ ἑτερόδοξοι, φάσκοντες ἐκείνην μὲν τὴν Γραφὴν θανατοῦν, ζωοποιεῖν δὲ τὴν Καινὴν ὡς οὖσαν τοῦ ζωοποιοῦντος Πνεύματος. Διὸ ἐλεγκτέον αὐτοὺς, πολὺ μακρὰν ὄντας τῆς ἀποστολικῆς διανοίας. Εἰ γὰρ καὶ ἀποκτέννει τὸ γράμμα, ἀλλ' οὖν ἐπαινετέον ἐπιφέρει θάνατον τοῖς ἀναιρουμένοις. Ζῶντες γὰρ τῇ ἀγνοίᾳ καὶ τῇ κακίᾳ πρὸ παραδοχῆς τῆς νομικῆς διδασκαλίας, μετὰ τὸ παραδέξασθαι αὐτὴν θανατοῦνται, ἀποβάλλοντες ἣν εἶχον πονηρὰν ζωήν. Οὕτω γὰρ ἕτοιμοι πρὸς τὸ δέξασθαι τὴν τοῦ Πνεύματος ζωοποίησιν ἔσονται· οἷον ὁ ὢν ἐν κακῷ, ζῇ κατ' αὐτό· ὁ ἐκκλίνας ἀπ' αὐτοῦ, ἀποβάλλει ἣν εἶχε κατ' αὐτὸ ζωὴν, ἐλευσόμενος διὰ τῆς τοῦ ἀγαθοῦ ποιήσεως ἐπὶ τὸ μακαρίως ζῇν. Ὡς γὰρ τὸ κακὸν καὶ ἀγαθὸν ἀσυνύπαρκτα, οὕτω καὶ αἱ ἑκάτεραι ζωαὶ ἅμα εἶναι οὐ δύνανται. Οὐ ψέγεται τοιγαρ-
Let no one suppose that we are acting foolishly in saying of ourselves that we speak from sincerity before God in Christ. For we are so disposed towards Him as God made us, having called us sufficient for the ministry of the word, 'not having of ourselves to reckon anything as from ourselves according to divine knowledge'; He Himself who granted us to minister the New Covenant bestowed confidence for speaking. And the ministry with which we were entrusted is of the spirit, and not of the letter; for the letter kills, but the spirit gives life. Of the life-giving Spirit is the New Covenant, not growing old. For no other teaching supervenes after it in this life; for it has no successor. The heterodox also use this expression to slander the Old Testament, claiming that that Scripture puts to death, while the New gives life as belonging to the life-giving Spirit. Wherefore they must be refuted, being far removed from the apostolic mind. For even though the letter kills, yet it brings a praiseworthy death upon those who are slain. For living in ignorance and wickedness before the reception of the teaching of the law, after receiving it they are put to death, casting off the wicked life which they had. For thus they will be ready to receive the vivification of the Spirit: just as he who is in evil lives according to it, so he who turns aside from it casts off the life which he had according to it, about to come through the doing of good to living blessedly. For as evil and good cannot coexist, so neither can both lives exist together. Therefore [the letter] is not blamed...
PG 39:1696Read from the page
οὖν τὸ γράμμα, τέλος ἐπιβαλὸν τῇ φαύλῃ ζωῇ· προσάξει γὰρ εὐθέως τῇ κατὰ τὸ πνεῦμα ζωοποιήσει.
...the letter, therefore, putting an end to the base life; for it will straightway bring [one] to the life-giving according to the spirit.
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη λίθοις, κ. τ. λ.
But if the ministry of death in letters, engraved in stones, etc.
Συγκρίνει ἀμφοτέρας τὰς Διαθήκας, τὴν Καινὴν καὶ Παλαιὰν, ἑκατέρᾳ μαρτυρῶν τὸ ἐν δόξῃ τῇ ἐκ Θεοῦ δεδόσθαι. Ὅμως δὲ εἰ καὶ ἀμφότεραι δεδοξασμέναι, ἡ ἐν πνεύματι πλείονα δόξαν ἔχει. Εἰ δὲ ἐκ συγκρίσεως πλείων ἡ τοῦ πνεύματος δόξα, οὐ ψεκτὴ πρὸς ἣν συγκρίνεται· ἀγαθοῦ γὰρ ἀγαθὸν, μᾶλλον ἀγαθόν. Διακονία γὰρ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις, ἡ διὰ Μωϋσέως ἐστὶν, διακονοῦσα θάνατον ὃν εἴπομεν ἐπιφέρειν τὸ γράμμα. Ὥσπερ οὖν ἐκείνη τοῦ λεχθέντος θανάτου ποιητικὴ, οὕτω τῆς μετὰ τὸν θάνατον ἐκεῖνον ζωῆς πάροχος ἡ τοῦ πνεύματος διακονία. Πειρᾶται δὲ ἀπόδειξιν ἐπαγαγεῖν τοῦ ἐν δόξῃ εἶναι τὴν τοῦ πνεύματος διακονίαν, ἐκ τοῦ ἐλάττονος ποιούμενος τὴν ἐπιχείρησιν· φησὶ γάρ· Εἰ ἡ τῆς κατακρίσεως διακονία τοσαύτην ἔσχεν δόξαν, ὡς μὴ πάντας τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν τελείωσιν βλέψαι δύνασθαι, μόγις γὰρ κεκαλυμμένην αὐτὴν ἔφερον, πόσῳ μᾶλλον ἡ πνευματικὴ διακονία ἔσται ἐν δόξῃ; Τοῦ αὐτοῦ θεωρήματος καὶ ἑτέραν ἐπιχείρησιν ποιεῖται φάσκων· Ἡ προτέρα Γραφὴ κατακρίνουσα τοὺς ἀξίους ἧς εἶχον κατὰ ἁμαρτίαν ζωῆς, ὡς τὸν εἰρημένον ἐνεγκεῖν θάνατον, μέχρι καιροῦ τινος δέδοται· διαδέχεται γὰρ αὐτὴν ἡ εὐαγγελικὴ διδασκαλία αὐτὴ ἀδιάδοχος οὖσα. Εἰ τοίνυν τὸ καταργούμενον τὸ τέλος ἔχει ἐν δόξῃ, πολλῷ πλέον τὸ μένον πλείονα δόξαν ἔχει· ἡ « καταργεῖται » λέξις οὐ λοιδορικῶς κεῖται. Ἀμέλει γοῦν καὶ ἡ ἐκ μέρους τῶν ἁγίων γνῶσις καὶ προφητεία καταργηθήσεται, οὐ καθάπαξ, ἀλλὰ παρουσίᾳ τῆς γνώσεως τῆς ἀληθείας. Καὶ ὥσπερ εἰ λέγοιμεν καταργεῖσθαι τὴν εἰσαγωγικὴν διδασκαλίαν ἐξ ἐπιστήμης τῶν τελείων θεωρημάτων, οὐχ ὑβριστικῶς φαμεν· δηλῶσαι γὰρ διὰ τῆς λέξεως προτιθεμένης χρείας τῆς πρὸς τὸν εἰσαγόμενον Παῦλον. Τοιγαροῦν τοιαύτην πεποίθησιν ἔχοντες, ὡς διάκονοι Καινῆς Διαθήκης τεθειμένοι, ἀνεγκαλύπτως τὴν διδασκαλίαν προφέροντες, πολλῇ παῤῥησίᾳ χρώμεθα, τελείων ὄντες ἀκροατῶν διδάσκαλοι· ἐπείπερ ἣν προφερόμεθα παίδευσιν, οὐκ ἔξωθεν δέεται δόξης, σύμφυτον αὐτὴν ἔχουσα. Μωϋσῆς μὲν γὰρ κάλυμμα ἐπὶ τὸ πρόσωπον ἔφερεν, τοῖς πολλοῖς τοῦ λαοῦ ὁμιλῶν· οὐ γὰρ ἔφερον τὸ μεγαλοφυὲς τῆς διδασκαλίας. Ἀμέλει γοῦν τοῖς πρεσβυτέροις καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ, καὶ εἴ τις κατ' ἐκείνους διαλεγόμενος, γυμνὴν ἐπεδείκνυτο τὴν δόξαν· ἐγίνετο δὲ καὶ τοῦτο ὡς καὶ πλείονα ἄλλα συμβολικῶς ὑπὸ Μωϋσέως. Ὁ γὰρ ἀνὴρ οὗτος τοῦ νόμου φέρει τὸ πρόσωπον· καὶ ἐπεὶ ὁ νόμος πρὸς διάνοιαν καὶ ῥητόν ἐστιν εἰρημένος τοῖς κατὰ γράμμα καὶ λέξιν μόνον προσβαλεῖν δυναμένοις, κεκαλυμμένος σκιᾷ καὶ ἱστορίαις, προσέρχεται τοῖς ὑπεραναβεβηκόσι, τὰ κατ' ἀλληγορίαν πνευματικὴν ἄνευ καλύμματος παραδιδούς. Κἂν τοίνυν κεχάλυπται Μωϋσῆς τισιν, οὐκ αὐτοῦ, ἀλλὰ τῶν μὴ δυναμένων ἄνευ
He compares both Testaments, the New and the Old, testifying to each that it has been given in the glory from God. Yet even if both have been glorified, that in the Spirit has greater glory. And if by comparison the glory of the Spirit is greater, that with which it is compared is not blameworthy; for [in comparison] of good with good, [the one is] more good. For the ministry of death in letters engraved in stones is that through Moses, ministering the death which we said the letter brings upon [men]. Just as that one, therefore, is productive of the said death, so the ministry of the Spirit is the provider of the life after that death. And he attempts to adduce a proof that the ministry of the Spirit is in glory, making his argument from the lesser; for he says: If the ministry of condemnation had such glory that not all the sons of Israel were able to look upon its perfection—for scarcely did they bear it when veiled—how much more shall the spiritual ministry be in glory? Of the same theorem he also makes another argument, saying: The former Scripture, condemning those worthy of the life according to sin which they had, so as to bring the said death, was given until a certain time; for the evangelical teaching succeeds it, being itself without successor. If therefore that which is being done away has its end in glory, much more that which remains has greater glory; the word "is done away" is not set down abusively. Indeed, even the partial knowledge and prophecy of the saints will be done away, not altogether, but by the presence of the knowledge of the truth. And just as if we should say that introductory teaching is done away through the science of perfect theorems, we do not speak insultingly; for Paul sets forth to show through the word the proposed need with respect to the one being introduced. Therefore, having such confidence, as having been appointed ministers of the New Testament, bringing forth the teaching unveiled, we use great boldness of speech, being teachers of perfect hearers; since the instruction which we bring forth does not need glory from without, having it connatural. For Moses wore a veil upon his face when conversing with the many of the people; for they could not bear the greatness of the teaching. Indeed, to the elders and to Joshua the son of Nun, and whoever conversed after their manner, he displayed the glory naked; and this too, like many other things, was done symbolically by Moses. For this man bears the person of the law; and since the law is spoken with a view to both sense and literal wording for those able to apply themselves only according to letter and word, veiled in shadow and histories, he approaches those who have ascended above, handing down the things according to spiritual allegory without a veil. If then Moses is veiled to some, [the fault is] not his, but of those who are unable without...
Notes, col. 1696

On the reading

Printed ἀνεγκαλύπτως, for ἀνακεκαλυμμένως.