τῷ νῷ. Εἰ δὲ ψάλλειν ἔτι τὸ πρακτικῶς ἐνεργεῖν, τοῖς τὸν ἀγαθὸν τοῦτον ψαλμὸν κατορθώσασι παραινεῖ καὶ διὰ θεολογίας αἰνεῖν τὸν Θεὸν, ὡς ἂν πράξει καὶ νοήσει τελειωθέντες εὐφραίνωσι τὸν Θεόν· « Θυσία » γὰρ, φησὶν, « αἰνέσεως δοξάσει με· » καὶ τῷ δυναμένῳ προσάγειν αὐτὴν προστάττει τὸ Πνεῦμα· « Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως. »
with the mind. And if singing psalms is also acting practically, he exhorts those who have accomplished this good psalm to praise God through theology as well, so that perfected in deed and understanding they may gladden God; for 'A sacrifice of praise', he says, 'shall glorify Me'; and to the one able to offer it the Spirit commands: 'Sacrifice to God a sacrifice of praise.'
Στ. δ΄. Ὥσπερ ἡ ἐκ Θεοῦ σοφία οὐκ ἔστιν ἐπίγειος, οὐ ψυχικὴ, οὐ δαιμονιώδης, ἀλλ' ἄνωθεν ἐξ αὐτοῦ κατερχομένη, οὕτω καὶ τὸ λόγιον αὐτοῦ οὐκ ἐκ γῆς ὑπάρχον ἀποστέλλεται ἐν τῇ γῇ γινόμενον πρὸς ἕκαστον τῶν διακονεῖν αὐτῷ δυναμένων, τυγχάνον τὸ αὐτὸ τῷ διδομένῳ ὑπὸ Κυρίου ῥήματι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἶτα δοθὲν τοῦτο νεμόμενον πλείονας ψυχὰς, ἕως τάχους δραμεῖται λόγος ὢν Θεοῦ, πληρουμένου τοῦ, « Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. » Ἅμα οὖν γέγονεν ἡ ἀνάληψις αὐτοῦ, καὶ εὐθέως διέβη ὁ εὐαγγελικὸς λόγος ἐν πάσῃ τῇ γῇ, ἥτις ἐστὶν ὑπὸ τὸν οὐρανόν. Πρὸς τὰ εἰρημένα φαίνεται ἡμῖν οἱονεὶ ἐν παραβολῆς τρόπῳ ταῦτα ἐπῆχθαι, τῶν τῆς κοσμικῆς δημιουργίας ἔργων παρατιθεμένων καθ' ὁμοίωσιν τῇ περὶ τὴν Ἐκκλησίαν οἰκονομίᾳ. Ὥσπερ γὰρ χιὼν εἴς τινα καταῤῥυεῖσθαι τόπον, καὶ πάχνη μετὰ ταῦτα λύεται, καὶ ὕδατα προχεῖ, οὕτως ὁ θεῖος Λόγος εἰς Ἰουδαίους κατασκήψας τὰ πρῶτα, μετὰ τοῦτο ἐπὶ πάντας διακέχυται. Διὸ καὶ ἡ τοῦ λόγου ἀποστολὴ, καὶ ἡ τοῦ Πνεύματος πνεῦσις καλῶς διὰ τῶν κοσμικῶν ἔργων ὑποδηλοῦται. Ὅτι δὴ Λόγου παραγενομένου εἰς κόσμον, καὶ τοῦ Πνεύματος πνεύσαντος, ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ ἐπὶ πᾶσαν τὴν οἰκουμένην ὁ λόγος τῆς ἱερᾶς καὶ σωτηρίου διδασκαλίας. Κατ' ἀλληγορίαν νοήσῃς τὴν χιόνα καὶ τὸν κρύσταλλον καὶ τὴν ὁμίχλην πειρασμοὺς ἐπαγομένους τοῖς ἁγίοις πρὸς δοκιμήν. Οὗτοι γὰρ ἀπὸ τῶν ἀντικειμένων δυνάμεων ἐπαγόμενοι ψύχειν πειρῶνται τὴν ἐν αὐτοῖς ἀγάπην· ἐπείπερ ὡς ψύχει λάκκος, οὕτως ψύχει κακία αὐτῆς. « Κατὰ πρόσωπον τοῦ ψύχους τούτου τίς ὑποστήσεται; » Εἰ μὴ ὁ κατὰ Πέτρον καὶ Παῦλον καὶ τὸν Ἰὼβ καὶ τὸν Ἰακὼβ τὸν εἰπόντα, « Ἐγενόμην συγκαιόμενος τῷ καυστικῷ τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός. » Πρὸς ταῦτα λήψῃ καὶ τὰ ὑπὸ Μωϋσέως εἰρημένα· « Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ' ἀγρόστην, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. » Ὧ γὰρ λόγῳ τὰ ῥήματα Μωϋσέως τούτοις ὁμοιοῦται, τούτῳ τῷ λόγῳ τὸ ἀποσταλὲν τῇ γῇ τοῦ Θεοῦ λόγιον, διαιρεῖται εἰς πάντα τὰ εἰρημένα.
Verse 4. Just as the wisdom from God is not earthly, nor soulish, nor demonic, but comes down from above from Him, so too His oracle is not from the earth, but is sent forth, coming upon the earth to each of those able to minister to Him, being the same as the word given by the Lord to those who preach the Gospel with great power. Then, when this is given and spreads over many souls, it will run swiftly, being the word of God, fulfilling that saying: 'Into all the earth their sound went out, and to the ends of the inhabited world their words.' Immediately upon His Ascension, then, the evangelical word straightway passed into all the earth that is under heaven. With reference to what has been said, these things seem to us to be brought in as it were in the manner of a parable, with the works of cosmic creation set alongside by way of likeness to the dispensation concerning the Church. For just as snow [is wont to] flow down into some place, and frost afterwards melts and pours forth waters, so the divine Word, having alighted first upon the Jews, has thereafter been poured out upon all. Therefore both the sending of the word and the blowing of the Spirit are finely intimated through the cosmic works. Because when the Word arrived in the world and the Spirit blew, the word of the sacred and saving teaching went out from Jerusalem into all the inhabited world. Allegorically you may understand the snow and the ice and the mist as temptations brought upon the saints for testing. For these, brought on by the opposing powers, attempt to chill the love in them; since just as a cistern chills, so wickedness chills it. 'Before the face of this cold who shall stand?' Unless he who is after the pattern of Peter and Paul and Job and Jacob, who said, 'I became parched by the burning heat of the day and by the frost of the night.' Alongside these you will also take the words spoken by Moses: 'Let my utterance be awaited as rain, and let my words come down as dew, like a shower upon dog's-tooth grass, and like a snowstorm upon grass.' For by the same principle by which the words of Moses are likened to these things, by this principle the oracle of God sent to the earth is distributed into all the things that have been mentioned.