Migne Reading Room

PG 39 · cols. 1580–1589 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1580Read from the page
δόκιμον καὶ βέβαιον καὶ ἀκαταγώνιστον, ὥστε εἰσελθεῖν ἐνώπιον Κυρίου. Γνώσομαι δὲ εἰ εἰσέλθοι ἐνώπιόν σου τὸ ἀξίωμά μου, ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὸ ἀξίωμά μου καὶ τὴν σοφίαν. Ὁ γὰρ ἀνώτερος πάντων παθῶν γεγονὼς, καὶ μακρὰν ὅτι μάλιστα λόγων καὶ τῶν ἀπ' ἀλογίας ἐνεργουμένων κακιῶν χωρίσας, ἐῤῥύσθη ὑπὸ Θεοῦ, κατὰ τὸ λόγιον αὐτοῦ. Ἀντὶ δὲ τοῦ, «τὸ ἀξίωμά μου,» ὁ μὲν Ἀκύλας, «δέησίς μου·» ὁ δὲ Σύμμαχος, «ἱκεσία μου,» εἰρήκασιν. Δύο δὲ οὖν αἰτεῖ, τὴν σύνεσιν τῶν ἱερῶν λογίων, καὶ τὴν ἀπαλλαγὴν καὶ ἐλευθερίαν τῶν ἐν τῷ βίῳ κακῶν, ὃ δὴ καὶ ἡμῖν ἀναγκαῖον.
approved and firm and unconquerable, so as to enter before the Lord. And I shall know if my supplication should enter before Thee; may I be delivered by Thee according to the word and my supplication and wisdom. For he who has become superior to all passions, and has separated himself as far as possible from words and vices wrought from irrationality, has been delivered by God, according to His oracle. And instead of "my supplication," Aquila has said "my entreaty," and Symmachus "my petition." Two things, therefore, he asks: the understanding of the sacred oracles, and deliverance and freedom from the evils in life, which indeed is necessary for us also.
Στ. ροα΄. Ἡ ἐρυγὴ ὡς ἐπίπαν γίνεται τοῖς κεκορεσμένοις. Πληρωθέντες γὰρ οὕτως ἐρευγόμεθα τὴν ποιότητα τῆς τροφῆς ἣν εἰλήφαμεν. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τροφήν· αὐτὸς γοῦν ὁ Λόγος φησὶν ἄρτος εἶναι· «Ἐγὼ» γὰρ «εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐξ οὐρανοῦ καταβάς. Ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.» Καὶ φησὶν ὁ Λόγος ἔχειν σάρκας, ἐν τῷ, «Ὁ τρώγων μου τὴν σάρκα, ἔχει ζωὴν ἐν ἑαυτῷ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις.» Ἐὰν οὖν κορεσθῶμεν τούτου τοῦ ἄρτου τοῦ Λόγου, ἐρευγώμεθα ὕμνον. Ποτὲ δὲ ἐξηρεύξαντο εὐχαί· τὸ γὰρ αὐτὸ γενέσθαι ἐπήγαγεν καὶ διὰ τῶν εὐχῶν. «Ὅταν διδάξῃς με τὰ δικαιώματά σου.» Ἐὰν μὴ διδαχθῶ τὰ δικαιώματά σου, τοιαύτην ἐρυγὴν ἐξερεύξασθαι οὐ δύναμαι. — Ἐκ τοῦ ἐνεργεῖσθαι καὶ τρανῶς ἐγγυᾶσθαί μοι αὐτὰ, εὐχάριστον προσγινόμενον ὕμνον σοι προσενέγκωμαι ἐκ χειλέων μου τοῦ ἔσω ἀνθρώπου. Ἡ δὲ ἐρυγὴ ὑμνῳδία Θεοῦ δηλονότι ἡ γινομένη ψυχῆς τροφή, πληρεστάτη θεολογία τυγχάνει.
V. 171. Belching generally occurs in those who are satiated. For being filled, we thus belch forth the quality of the food which we have received. The divine word, therefore, knows a spiritual food; at any rate the Word Himself says that He is bread: for "I am the living bread that came down from heaven. He who eats this bread shall live for ever." And the Word says that He has flesh, in the saying: "He who eats My flesh has life in himself. For My flesh is true food." If, then, we are satiated with this bread of the Word, let us belch forth a hymn. And once prayers belched forth; for He added that the same thing happens through prayers too: "When Thou shalt teach me Thy ordinances." Unless I am taught Thy ordinances, I cannot belch forth such a belching. — From their being wrought and clearly pledged to me, may I offer Thee an accruing hymn of thanksgiving from my lips of the inner man. And the belching is a hymnody of God—clearly the food of the soul that comes to be—which is the fullest theology.
Στ. ροβ΄. Αἱ διάφοροι ἐντολαί σου, προστάξεις οὖσαι τῶν κατ' εἶδος ἀρετῶν, ἓν πᾶσαι τυγχάνουσιν. Ἢ καὶ καθόλου γενικὴ ἡ ἀρετὴ τῷ ἀντακολουθεῖν τὰς ἰδικὰς ἀρετὰς, ὡς τὸν μίαν τελείως ἔχοντα, πάσας ἔχειν φθέγγομαι. Τοῖς τοῦ ἔσω ἀνθρώπου χείλεσί μου τὸ λόγιόν σου· φθέγγεται δὲ κυρίως τὸν περὶ τῆς δικαιοσύνης λόγον, οὐχ ὁ φωνῇ μόνῃ αὐτὸ προφέρων, ἀλλὰ καὶ ἔργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ.
V. 172. Thy various commandments, being injunctions of the specific virtues, are all one. Or rather, virtue is altogether generic by the mutual implication of the particular virtues, so that I utter that he who has one perfectly has all. With my lips of the inner man [I utter] Thy oracle; and properly he utters the word concerning righteousness, not he who brings it forth with voice alone, but also with deeds and a practical purpose directed according to right reason.
Στ. ροε΄. Ἐπείπερ τῶν κριμάτων μνημονεύων καὶ ἐξεχόμενος κλινῶ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον· οὐδὲ ἄλλως ἁμαρτάνων, ἀλλ' ἐνεργῶν ἐκεῖνα οἷς ἀκολουθεῖ τὸ ζήσεσθαι τὴν ψυχὴν, καὶ αἰνέσαι σε εὐχαριστοῦσαν, ἔφη, Παράσχες αὐτῇ ἀθανάτῳ ζωῇ.
V. 175. Since, remembering and clinging to Thy judgements, I turn aside the death that follows sin—not sinning otherwise either, but working those things upon which it follows that the soul will live, and praise Thee giving thanks—he said: Grant her immortal life.
Στ. α΄. Ἰστέον δὲ ὡς ὁ ἐν τῇ Ἱερουσαλὴμ νεὼς ἀναβαθμοὺς εἶχεν δεκαπέντε, καὶ ἐφ' ἕκαστον αὐτῶν ἐν τῷ ἀναβαίνειν εἰς αὐτὸν ἑστηκότες οἱ εἰς τὸ ὑμνεῖν τεταγμένοι ᾠδὴν ἔλεγον. Διὸ καὶ συνέβη εἰς-
V. 1. One must know that the temple in Jerusalem had fifteen steps, and upon each of them, while ascending into it, those appointed to sing hymns stood and recited an ode. Wherefore it also came to pass that they were e-
Notes, col. 1580

On the reading

Printed ἀθανάτῳ ζωῇ, for ἀθάνατον ζωήν.

PG 39:1581Read from the page
αρίθμους ᾠδὰς τοῖς ἀναβαθμοῖς εἶναι· κεῖται δὲ ἡ περὶ τῶν ᾠδῶν καὶ τῶν λεγόντων αὐτὰς ἐφ' ἑκάστου τῶν ἀναβαθμῶν τοῦ ναοῦ διάταξις ἐν ταῖς Παραλειπομέναις. Νοήσεις δὲ ναὸν εἶναι Θεοῦ ἅγιον νοητὸν ἅμα καὶ πνευματικὸν, τὴν Θεοῦ οὐσίαν.
-qual in number to the steps; and the ordinance concerning the odes and those who recite them upon each of the steps of the temple lies in Chronicles. And you will understand the holy temple of God, at once intelligible and spiritual, to be the essence of God.
Στ. δ΄. Ἑρμηνεύει δὲ τὸ δι' αὐτῶν τῶν οἰκητόρων εἶναι τὴν ἕνωσιν, λέγων· «Ἐκεῖ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου·» οὐχ ὅτι τείχη περιεβάλλοντο, διὰ τοῦτο ἡνώθησαν, ἀλλ' ὅτι αὐταὶ δι' ἑαυτῶν «μαρτύριον μὲν τῷ Ἰσραὴλ,» τὴν ἀλήθειαν δηλαδὴ τὴν θαυμασίαν ἐπαγγελίαν, ἐξομολόγησις χαρίτων ὀφείλεται παρὰ τῶν ἐνεργουμένων. Θρόνους τε τοῦ οἴκου Δαυῒδ ἱδρυνθῆναι ἐπ' αὐτῆς φησιν, ἐπεὶ καὶ βασιλείαν τῶν πάντων ὁ Δανιὴλ προφητεύει. Καὶ ἡ βασιλεία Δαυῒδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ, ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰσραήλ.
V. 4. He explains that the union is through the inhabitants themselves, saying: "Thither the tribes went up, the tribes of the Lord"; not because they were surrounded by walls were they therefore united, but because they themselves through themselves [have] "a testimony indeed to Israel"—namely the truth, the wondrous promise—a confession of thanks is owed by those who are wrought upon. And he says that thrones of the house of David were established upon it, since Daniel also prophesies a kingdom of all. And the kingdom of David is restored by the grace of Christ, Who gave to the twelve apostles to sit upon twelve thrones judging Israel.
Στ. ς΄. Τὸ δὲ «ἐν τῇ δυναστείᾳ σου,» διὰ τὸ δυνατῶς αὐτὴν βασιλεύειν καθελοῦσαν ἅπαντα δυσμενῆ. Οἱ μεγάλοι δὲ πύργοι λέγονται πυργοβάρεις ἐν τοῖς τείχεσι κατασκοπῆς χάριν τῶν ἐπιόντων γινόμενοι. Βάρεις ἐπιχωρίως λέγονται παρὰ Σύροις αἱ μεγάλαι οἰκίαι· δηλοῦνται δὲ διὰ τούτων, οἱ διὰ πολιτείας ὕψος καὶ θεωρίας μὴ μόνον σκοποῦντες τοὺς ἐπὶ πόλεμον ἐρχομένους ἐχθροὺς, ἀλλὰ καὶ βάλλειν ἐξ ὕψους τοῖς ἐλέγχοις δυνάμενοι.
V. 6. And "in thy power," because it reigns powerfully, having destroyed every foe. And the great towers are called towered citadels, built on the walls for the sake of watching those who approach. Great houses are locally called bareis among the Syrians; and through these are signified those who, through height of conduct and contemplation, not only watch the enemies coming to war, but are also able to strike them from on high with reproofs.
Στ. α΄. Ἀλλὰ καὶ τῶν τοῦ Θεοῦ λόγων ἄσειστόν τε καὶ ἀμετακίνητον ὄρος. Ἄσειστοι δὲ καὶ οἱ τούτου καθ' ὁμοιότητα μιμηταί. Κατὰ τὸν αἰσθητὸν, πᾶν ὄρος ἀκίνητον· περὶ ἐκείνου νῦν ὁ λόγος, περὶ οὗ τὸ Πνεῦμα τῷ προφήτῃ φησίν· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» Ἡ μὲν γὰρ σκοπευτικὴ τῶν ἀγαθῶν Ἐκκλησία Σιών· ἑρμηνεύεται γὰρ «σκοπευτήριον ὑψηλὸν» τῆς οὐρανίου Σιών· περὶ οὗ τὸ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Μακάριον τοίνυν ἐπὶ Θεὸν πεποιθέναι, κατὰ τὸ, «Πεποιθὼς ἔσῃ ἐπὶ Κύριον, καὶ ἀναβιβῆναι ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς,» δηλαδὴ τῆς τῶν ζώντων καὶ πραέων. Ἀρχὴ γὰρ ἡ εἰς Θεὸν πεποίθησις τῆς ἐπ' αὐτὴν ἀναβάσεως. Λέγει δὲ τὴν Ἐκκλησίαν Ἱερουσαλὴμ ἡ Γραφὴ, ὡς τό· «Φωτίζου, ἡ νέα Ἱερουσαλὴμ οἰκοδομουμένη.» Ἣν λέγεται κατοικεῖν ὁ τὰ τῆς Ἐκκλησίας φρονῶν, εἰς τὸν αἰῶνα μὴ σαλευόμενος ἐκ τῆς τοιαύτης οἰκήσεως, ἃ δεῖ φρονῶν τε καὶ πράττων. Ἀλλ' οὐδὲ τεθνήξῃ τὸν εἰς Θεὸν ἔρωτα αὐτῶν, καὶ τὴν εἰς τὸ ἀγαθὸν πρόθυμον ἔχων, οὐ σαλευθήσεται, λαβὼν ἐκ ταύτης τὸν ἀῤῥαβῶνα τῆς αἰωνίου ζωῆς. Ὁ δὲ πρὸς τὸ ἀγαθὸν ἐνδεὴς πόθου καὶ τῆς προσοχῆς διὰ ῥᾳθυμίαν μετακινηθήσεται τῆς ἀσκήσεως. Διό φησιν ἐν Παροιμίαις, «Δίκαιος εἰς τὸν αἰῶνα οὐχ ἐνδώσει.»
V. 1. But also the unshaken and immovable mountain of the words of God. And unshaken too are the imitators of this after its likeness. In the sensible sense, every mountain is unmoved; now the discourse is about that [mountain] concerning which the Spirit says to the prophet: "Go up upon a high mountain, thou that bringest glad tidings to Sion." For the Church, which watches for good things, is Sion; for "high watchtower" of the heavenly Sion is interpreted; concerning which is the saying: "Ye have come to Mount Sion and to the city of the living God, the heavenly Jerusalem." Blessed, therefore, is it to trust in God, according to: "Thou shalt trust in the Lord, and go up upon the good things of the earth," namely, of the [land] of the living and the meek. For trust in God is the beginning of the ascent unto it. And Scripture calls the Church Jerusalem, as in: "Shine, O new Jerusalem being built." Which he who minds the things of the Church is said to inhabit, never to be shaken from such a dwelling, thinking and doing what he ought. Nor indeed shall he die having their love towards God and readiness towards the good; he shall not be shaken, having received from it the pledge of eternal life. But he who is lacking in longing and attentiveness towards the good through sloth will be moved away from ascetic practice. Wherefore it says in Proverbs: "A righteous man shall never give way."
Στ. β΄. Ὄρη τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα, θε-
V. 2. Mountains are the lofty doctrines of truth, [the] la-
Notes, col. 1581

On the reading

Printed εἰσαρίθμους, for ἰσαρίθμους.

Printed οὐχ ἐνδώσει, for οὐκ ἐνδώσει.

PG 39:1584Read from the page
σμός τε καὶ κανόνες ἐκκλησιαστικοὶ, ἅγιοί τε πάντες οἱ πρὸ τῆς ἐπιδημίας καὶ μετὰ ταύτην. Τούτοις γὰρ πᾶσιν ἡ Ἐκκλησία περιστοιχίζεται· οἵ τε παρεμβάλλοντες ἅγιοι κύκλῳ τῶν φοβουμένων τὸν Κύριον. Μεῖζον δὲ πάντων ὁ κυκλῶν αὐτῆς τὸν οἶκον... ὁρᾷς, Κύριε, οὐ τοπικὸς μετὰ... όμενος συνών τε τούτοις νῦν τε καὶ ἐν αἰῶνι μέλλοντι.
-w and ecclesiastical canons, and all the saints who existed before the advent and after it. For by all these the Church is surrounded; and the saints encamping round about those who fear the Lord. And greater than all is He who encircles her house... Thou seest, O Lord, not locally... being present with them both now and in the age to come.
Στ. δ΄. Ὁ κατὰ φύσιν ὢν ἀγαθὸς, τοῖς ἐπιμελείᾳ γινομένοις ἀγαθοῖς συντήρησον τὴν πρὸς τὴν σὴν ἀγαθότητα αὐτῶν συνδιάθεσιν ἀδιάπτωτον. — Ἀγαθοὶ μὲν οἱ κεκτημένοι τὴν ἀρετήν· εὐθεῖς δὲ τῇ καρδίᾳ, οἱ φρονοῦντες εὐσεβῶς. Ἡ δὲ διαφορὰ, οὐ καθ' ὑπόστασιν, ἀλλὰ κατ' ἐπίνοιαν· ἄμφω γὰρ ἔχουσιν οἱ κατοικοῦντες εἰς τὸν αἰῶνα τὴν Ἱερουσαλήμ. Οἷς ἀγαθύνει Θεὸς, προσθήκην διδοὺς ἀρετῆς τε καὶ πίστεως, μετουσίαν τε χαρισμάτων· ὡς ἂν αὐτοὺς καὶ ἐπὶ τὴν βασιλείαν εἰσαγάγοι τῶν οὐρανῶν. Ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ἄλλοις πᾶσι τοῦτο παρὰ τῆς θείας φιλοσοφίας δόγματα μανθάνομεν, ὅτι τοιοῦτον ἀεὶ γίνεται τὸ Θεῖον ἡμῖν, οἵους ἂν ἑαυτοὺς τῷ Θεῷ διὰ τῆς προαιρέσεως δείξωμεν. Ἀγαθὸν μὲν γὰρ αὐτὸν εἶναι τοῖς ἀγαθοῖς, ὁ Δαυῒδ μαρτύρεται. Τοῖς δὲ θηριωθεῖσι διὰ τοῦ βίου ἕτερός τις τῶν προφητῶν ἄρκτον αὐτὸν λέγει καὶ πάρδαλιν· δι' αἰνιγμάτων τὰ εὐαγγελικὰ προεκτιθέμενος δόγματα, ἐν οἷς ἄλλος τοῖς δεξιοῖς, καὶ ἕτερος τοῖς ἐξευωνύμοις, ὁ τῶν λόγων τοῦ βασιλέως χαρακτὴρ καθορᾶται, τοῖς μὲν ἀγαθός τε καὶ μείλιχος, τοῖς δὲ φοβερός τε καὶ ἀμείλικτος. Μεγάλη τοῦ Θεοῦ ἡ ἀγαθότης τε καὶ τοῦ δούλου τοῦ εἰς δεσμωτήριον καθείρξαντος τὸν σύνδουλον ἡ ὠμότης. Πονηρίαν δὲ ἐκάλεσε τῇ θείᾳ χρηστότητι τὴν τῶν ἀνθρώπων ἀγαθότητα παραβάλλων ὁ εὐαγγελικὸς χρησμὸς λέγων· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν.» Γέγραπται δὲ, «Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς.» Καὶ,
V. 4. O Thou Who art good by nature, preserve for those who become good by diligence their co-disposition towards Thy goodness unfailing. — Good are those who have acquired virtue; and upright in heart, those who think piously. And the difference is not in substance, but in conception; for both belong to those who inhabit Jerusalem for ever. Whom God makes good, giving an increase of virtue and faith, and participation in graces, so that He may also bring them into the kingdom of heaven. Since, then, in all other things too we learn these doctrines from divine philosophy, that the Divine always becomes such to us as we show ourselves to God through our purpose. For David testifies that He is good to the good. But to those who have become beastlike through their life, another of the prophets calls Him a bear and a leopard; setting forth beforehand in riddles the evangelical doctrines, in which the character of the king's words is beheld as one thing to those on the right and another to those on the left: to the former both good and gentle, to the latter both fearful and implacable. Great is the goodness of God, and great the cruelty of the servant who cast his fellow-servant into prison. And the evangelical oracle called human goodness wickedness when comparing it with the divine kindness, saying: "If ye then, being wicked, know how to give good gifts to your children." And it is written: "Do good, O Lord, to the good." And,
Στ. α΄. Οὐχ ἧττον τῶν ἄλλων Γραφῶν καὶ οἱ προκείμενοι στίχοι προνοητὴν ἁπάντων τὸν Κύριον τέθεινται· τῶν ἀνθρωπίνων σπουδῶν ματαίων γινομένων, εἰ μὴ τύχοιεν τὸ κατάλληλον τέλος ἐκ τοῦ Θεοῦ ἀπολαβοῦσαι. Ὅθεν τι ποιοῦντες, μὴ τὸ ὅλον ἑαυτοῖς δῶμεν, ἀλλὰ τῷ τελειοῦντι Θεῷ, μηδ' αὐτῷ τὸ πᾶν ἐάσαντες, ἄπρακτοι διατελῶμεν. Ἑκάτεραι γὰρ αἱ προκείμεναι διατελοῦσι λέξεις τὸ τε ἐξ ἡμῶν καὶ τοῦ Θεοῦ, ματαίως λέγουσαι τὸν οἰκοδομοῦντα ἄνευ Θεοῦ, τοῦτον μηδ' ὅλως ἐνεργοῦντα.
V. 1. No less than the other Scriptures, the verses before us also set forth the Lord as provider of all things; human endeavours becoming vain if they should not obtain the fitting end from God. Wherefore, when doing anything, let us not ascribe the whole to ourselves, but to God Who perfects it, nor, leaving everything to Him, let us continue inactive. For both of the expressions before us preserve what is from us and what is from God, saying that he who builds without God builds in vain, as not acting at all.
Στ. ε΄. Ἐξ αὐτῶν μακαρίζει τοὺς ἐκ τῆς διδασκαλίας ὠφεληθησομένους· σαφῶς τὴν παρουσίαν τοῦ κηρύγματος δηλοῖ.
V. 5. From them he calls blessed those who will be profited from the teaching; clearly he signifies the presence of the preaching.
Στ. β΄. Καρποὺς δέ φησι νῦν ὡς ἀπὸ μέρους τὰς χεῖρας, τουτέστι, Τῶν πρακτικῶν σου δυνάμεων φάγεσαι τοὺς πόνους. Τῷ φοβουμένῳ τὸν Κύριον δῶρον
V. 2. And he now calls the hands fruits as by synecdoche, that is, Thou shalt eat the labours of thy practical powers. To him who fears the Lord a gift
PG 39:1585Read from the page
δίδοται οὐχ ἡ τυχοῦσα γυνὴ, ἀλλ' ἡ καρποῖς ἀγαθοῖς κεκοσμημένη, ὅπως ἂν ῥηθείη περὶ αὐτῆς, Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθή.
is given not an ordinary woman, but one adorned with good fruits, so that it may be said of her: A good wife, a good portion.
Στ. α΄. Οἱ μιᾷ προσβολῇ πολεμίων ἁλισκόμενοι οὐ λέγοιεν τοῦτο, ἀλλὰ μόνος ὁ ἐκ νέου μέχρι γήρους εἰς φυγὴν τοὺς πολεμίους τρέπων, ἀεὶ νικητὴς καὶ τροπαιοῦχος αὐτῶν γινόμενος.
V. 1. Those who are captured by a single assault of enemies could not say this, but only he who from youth until old age puts the enemies to flight, always becoming victorious and triumphant over them.
Στ. ς΄. Τοιοῦτοι καὶ οἱ τοῦ κόσμου σοφοὶ δοκοῦντες δι' ὧν φρονοῦσι καὶ πράττουσι, τὴν τῆς ἀνθρωπίνης οἴκησιν ὑπερβεβηκέναι ζωῆς. Διὸ καὶ θᾶττον ξηραίνονται, μήτε εἰς χέρσον τὰς αἰσθητὰς βάλλοντες ῥίζας, μήτε μὲν ἀντὶ χόρτου νοητὴ φυτεία σπεύσαντες εἶναι. Ὅθεν καὶ «πρὶν ἐκσπασθῆναι, ξηραίνονται» δι' ἀπιστίαν· «Οὐκ ἀναστήσονται» γὰρ «οἱ ἀσεβεῖς ἐν κρίσει·» καὶ, «Ὁ μὴ πιστεύων ἤδη κέκριται.» Οὔτε δὲ χεῖρα οὔτε κόλπον πληροῦσι, τῷ μὴ παραλαμβάνεσθαι, πρῶτον μὲν εἰς κόλπον Ἀβραὰμ, εἶτ' εἰς κόλπους τοῦ θερίζοντος ἀγγέλου· τοὺς γὰρ θεριστὰς ἀγγέλους ἡρμήνευσεν ὁ Σωτήρ. Ἐν δὲ τῷ προφήτῃ φησίν· «Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν.» Αὐτὸς γὰρ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, τῇ μὲν ἀποθήκῃ τὸν σῖτον διδοὺς, τῷ δὲ πυρὶ τῷ ἀσβέστῳ τὸ ἄχυρον. Οἱ δὲ μισοῦντες Σιὼν, καὶ οὐδὲ χόρτος, ἀλλ' ὡσεὶ χόρτος ὄντες, εἰσὶ τὰ ὑπὸ τοῦ πονηροῦ ἐπισπαρέντα ζιζάνια τῷ καλῷ σπέρματι, ἅπερ ἐν καιρῷ θερισμοῦ πυρὶ παραδίδοται κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, σημαίνοντα τοὺς αἱρετικοὺς, πρὸς οὓς ὁ λόγος, τὴν ἀνθρωπίνην ὑπεραίρειν πολιτείαν δοκοῦντας, τὸ, «Ἵνα τί ἀνέβητε πάντες εἰς δόματα μάταια;» Οἱ πολῖται δὲ τῆς Σιὼν ἐπὶ δόματος ὄντες, μὴ καταβήτωσαν ἆραι τὰ ἐκ τῆς οἰκίας. Ἀλλὰ καὶ ὅπερ ἤκουσαν εἰς τὸ οὖς, κηρυξάτωσαν ἐπὶ τῶν δομάτων, ἵνα σπέρμα καλὸν διαμείναντες, καρποφορήσαντες συναχθῶσιν εἰς τὴν ἅλωνα τῆς σωτηρίας. Οἱ δὲ αἱρετικοὶ ἐπεὶ μέχρι τῶν προσκαίρων τὴν ἐπαγγελίαν τοῦ τε βίου καὶ τοῦ φρονήματος ἔσχον, «παράγοντες» εἴρηνται, μόνους ἑαυτοὺς νομίζοντες εἶναι μεγάλους, καὶ μηδενὶ προσφωνοῦντες εὐλογίαν. Ἀλλ' ἡμεῖς οἱ τὸ ὄνομα Κυρίου εὐλογοῦντες, πρὸς πάντας ἔχοντες ἀγάπην, εὐλογίαν προσφωνοῦμεν τοῖς πρὸς οὓς ὁ λόγος ἡμῖν. Ἢ καὶ περὶ τῶν αὐτῶν ὁ λόγος· «Οὐ γὰρ εἶπαν οἱ παράγοντες, Εὐλογία ἐφ' ὑμᾶς,» ἀλλ' οὐδὲ εἶπαν, «Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.»
V. 6. Such also are those who seem wise in the world through what they think and do, [seeming] to have surpassed the dwelling of human life. Wherefore also they wither the sooner, neither casting sensible roots into dry ground, nor hastening to become an intelligible plantation instead of grass. Whence also "before they are plucked up, they wither" through unbelief: for "the ungodly shall not rise in judgement"; and "he that believeth not is judged already." And they fill neither hand nor bosom, because they are not received first into Abraham's bosom, then into the bosoms of the reaping angel; for the Saviour interpreted the reapers as angels. And in the prophet He says: "Therefore have I reaped your prophets." For He shall thoroughly cleanse His threshing-floor, giving the wheat to the granary, and the chaff to the unquenchable fire. And those who hate Sion, being not even grass, but as grass, are the tares sown by the evil one among the good seed, which in the time of harvest are delivered to fire in the age to come, signifying the heretics, to whom is addressed the word—since they seem to rise above the human way of life—"Why have ye all gone up upon vain housetops?" And let the citizens of Sion who are upon the housetop not come down to take the things out of the house. Rather, what they have heard in the ear, let them proclaim upon the housetops, so that, distributing good seed and bearing fruit, they may be gathered into the threshing-floor of salvation. And the heretics, since they kept the promise of both life and mind only as far as temporal things, are called "passers-by," thinking themselves alone to be great, and addressing a blessing to no one. But we who bless the name of the Lord, having love towards all, address a blessing to those with whom our discourse is. Or else the discourse is concerning the same: "For those who passed by did not say, The blessing be upon you," nor did they even say, "We have blessed you in the name of the Lord."
Στ. δ΄. Ἐπεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ὁ ἱλασκόμενος καὶ ἀφεὶς τὰς ἁμαρτίας Σωτὴρ, μὴ παρατηροῦ ἐξετάζων ἀνομίας. Εἰ γὰρ τοῦτο ποιήσειας, οὐδεὶς ὑποστήσεται· πάντες γὰρ ἐξέκλιναν, πάντες ἥμαρτον. Διὸ μηδενὸς ὑφισταμένου τὴν παρὰ σοῦ κρίσιν, χρεία τοῦ παρὰ σοῦ ἱλασμοῦ ἱλασκομένου τῆς πάντων ἕνεκα σωτηρίας. Ὅτι δὲ ἱλασμὸς ὁ Σωτὴρ, Ἰωάννης γράφει· «Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Κύριον Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν
V. 4. Since with Thee is propitiation, O Saviour Who makest propitiation and forgivest sins, do not watch closely to search out iniquities. For if Thou shouldest do this, no one will stand; for all have turned aside, all have sinned. Wherefore, since no one withstands Thy judgement, there is need of the propitiation from Thee, which makes propitiation for the sake of the salvation of all. And that the Saviour is propitiation, John writes: "And if anyone sin, we have an advocate with the Father, the Lord Jesus Christ the righteous; and He is the propitiation for [our] sins
PG 39:1588Read from the page
ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνων, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.» Καθὼς καὶ Παῦλος βοᾷ· «Πάντες ἡμάρτομεν, καὶ ὑστερούμεθα τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι,» καὶ τὰ ἑξῆς.
not for ours only, but also for the whole world." As Paul also cries aloud: "All have sinned and fall short of the glory of God, being justified freely by His grace through the redemption that is in Christ Jesus, Whom God set forth as a propitiatory offering through faith in His blood," and what follows.
Στ. ε΄. Ἐν νόμῳ δὲ ὑπομένει, ὁ καθ' ἕξιν αὐτὸν νομίμην ἐπιτελῶν· ὡς καὶ ἐν ἐπιστήμῃ καὶ ἀρετῇ γίνεται κατ' αὐτὰς διακείμενος, πρὸς τὸ πράττειν ἔχων καὶ τὸ νοεῖν. Διὸ καὶ διαλαβὼν περὶ τῶν ἀγαθῶν τοῦ Θεοῦ, προσδοκᾷ ταῦτα λέγων ἠλπικέναι ἐπὶ τὸν Κύριον.
V. 5. And he waits in the law who fulfils it according to a lawful habit; so that he also comes to be in knowledge and virtue, disposed according to them, having both understanding and doing. Wherefore, having also discoursed about the good things of God, he awaits them, saying that he has hoped in the Lord.
Στ. ς΄. Ἀεὶ καὶ κατὰ πάντα καιρὸν ἐλπίζειν ἐπὶ τὸν Κύριον δεῖ, οὐ μόνον ὅταν προσηνῆ, ἀλλὰ καὶ ὅτε σκυθρωπὰ περιεστηκότα. «Ἀπὸ φυλακῆς» γοῦν «πρωϊνῆς,» ὅτε λαμπρὰ τὰ παρόντα, καὶ «μέχρι νυκτὸς,» ὅτε ἀειδῆ καὶ ζοφώτερα τὰ περιεστηκότα, καὶ ἔτι ἀπὸ φυλακῆς πρωΐας ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς, καὶ ἀρχὴν ἡμέρας νοητῆς ποιοῦντος, ὁ διορατικὸς νοῦς, Ἰσραὴλ καλούμενος Ἑβραίων φωνῇ, ἐλπισάτω ἐπὶ τὸν Κύριον· προσθήκην τῶν φαιδρῶν καὶ ἀπαλλαγὴν τῶν σκυθρωπῶν προσδοκῶν παρ' αὐτοῦ, ὅτι παρ' αὐτῷ ὡς ἐν πηγῇ. Καὶ παρ' αὐτοῦ τὸ ἔλεος, οὗ χρήζουσιν οἱ ἐλπίζοντες ἐπ' αὐτόν. Ἀλλὰ καὶ πολλὴ παρ' αὐτοῦ λύτρωσις, τοῦ παρὰ τοῦ ἱλασμοῦ οὐχ ἑτέρα οὖσα· ὅθεν αὐτὸς ἐκ πασῶν τῶν ἀνομιῶν λυτρώσεται αὐτὸν Κύριος. Εἰ
V. 6. Always and at every season one must hope in the Lord, not only when pleasant things surround us, but also when gloomy things do. "From the morning watch," therefore, when present things are bright, and "until night," when surrounding things are shapeless and darker—and further, from the morning watch when the true light rises and makes the beginning of an intelligible day—let the clear-seeing mind, called Israel in the Hebrew tongue, hope in the Lord, awaiting from Him an increase of bright things and deliverance from gloomy things, because with Him it is as in a fountain. And from Him is the mercy which those who hope in Him need. Moreover, there is also plentiful redemption from Him, being no other than that from propitiation; whence the Lord Himself shall redeem him from all his iniquities. For [if]
Στ. α΄. «Τούτων αὐτῶν,» φησὶ, «μνήσθητι, Κύριε,» κατὰ τὸν τῆς εἰς ἀνθρώπους σου παρουσίας καιρὸν, ἐν ᾧ λύτρον σαυτὴν ὑπὲρ πάντων τῶν ἁμαρτωλῶν παρέξεις, ἄφεσιν ἁμαρτιῶν προξενῶν ἅπασιν ἀνθρώποις. Μεθ' ὧν ἁπάντων μνήσθητι, ὦ Κύριε, καὶ τοῦ Δαυῒδ, καὶ τῆς κακώσεως αὐτοῦ, ἣν αὐτὸς ἑαυτὸν τιμωρούμενος, ἐφ' οἷς ἥμαρτεν ἐκάκωσε κατ' ἐκείνου καιροῦ, ὁπότε κατὰ πρόσωπον τοῦ σοῦ ἁγιάσματος χαμαὶ ῥίψας ἑαυτὸν, μεθ' ὅρκου ἐβεβαιώσατο οὐ πρότερον ἀναστήσεσθαι ἐκ τοῦ ἐδάφους, μηδὲ ἀναχωρήσειν τοῦ τόπου καθ' ὃν πεσὼν προσεκύνει, ἢ γνῶναι καὶ μαθεῖν τίς ποτε ἄρα ἔσται ὁ τόπος τῆς τοῦ Κυρίου εἰς ἀνθρώπους παρουσίας προεγνωσμένος καὶ προητοιμασμένος αὐτῷ, ὁπόθεν ἔσται τὸ σκήνωμα τοῦ Θεοῦ Ἰακώβ. Μαθὼν γὰρ ἐξ ἁγίου Πνεύματος καὶ τῆς προφητικῆς διδασκαλίας, ὡς ἄρα ἔσται ποτὲ αὐτοῦ τοῦ Κυρίου εἰς ἀνθρώπους ἄφιξις, δι' ἧς ἄφεσις πᾶσιν ἀνθρώποις τῶν προτέρων ἁμαρτημάτων προξενηθήσεται· διὰ ταύτης καὶ αὐτὸς σωθήσεσθαι ἐλπίσας, σπεύδει γνῶναι καὶ μαθεῖν πότε ἔσται, ἢ ποῦ γενήσεται, καὶ τίνα τρόπον ἡ τοῦ Κυρίου εἰς ἀνθρώπους παρουσία. Ταῦτα δὲ γνῶναι ποθῶν, εἰς τοσαύτην ἑαυτὸν ὑπέβαλε κάκωσιν, ὡς πᾶσαν μὲν παραιτήσασθαι στρωμνὴν, ἀποτάξασθαι δὲ τῷ ἑαυτοῦ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ Θεοῦ ἐπὶ τοῦ ἐδάφους ἐῤῥιμμένον, καὶ ποτνιώμενον γνῶναι τὸν τόπον τοῦ Κυρίου καὶ τὸ σκήνωμα τοῦ Θεοῦ Ἰακώβ. Ἐπιμένοντι δὲ αὐτῷ
V. 1. "Of these very things," he says, "remember, O Lord," at the time of Thy presence among men, in which Thou shalt offer Thyself as a ransom for all sinners, procuring remission of sins for all men. Along with all which remember also, O Lord, David and his affliction, with which he afflicted himself in punishing himself for the things wherein he had sinned at that time, when, casting himself upon the ground before Thy sanctuary, he confirmed with an oath that he would not rise from the floor nor depart from the place where he fell and worshipped, until he knew and learned what indeed would be the place of the Lord's presence among men, foreknown and prepared beforehand for Him, whence the tabernacle of the God of Jacob should be. For having learned from the Holy Spirit and the prophetic teaching that there will indeed one day be an arrival of the Lord Himself among men, through which remission of former sins will be procured for all men, and having hoped that he himself also would be saved through it, he hastens to know and learn when it will be, or where it will come to pass, and in what manner the Lord's presence among men will take place. And yearning to know these things, he subjected himself to such affliction as to refuse every bed, bid farewell to his own house, lie cast upon the floor before God, and entreat to know the place of the Lord and the tabernacle of the God of Jacob. And as he persisted
Notes, col. 1588

On the reading

Printed σαυτὴν, for σαυτὸν.

PG 39:1589Read from the page
τῇ προσευχῇ καὶ μὴ πρότερον ἀνισταμένῳ, εὐτόνως δὲ καὶ διαρκῶς ἐπὶ τοῦτο τὸ αἴτημα, καὶ μεθ' ὅρκου διαβεβαιώσεως αὑτὸν καταδήσαντι, ἐπινεύσει Θεὸς οἶκτον λαβὼν αὐτοῦ, ὡς ἂν μὴ ψεύσαιτο, ἅπαξ ὀμόσας μὴ ἀναστήσεσθαι ἢ τυχεῖν ὧν ἐπεπόθει. Διὸ τὴν γνῶσιν αὐτῷ δωρεῖται διὰ τοῦ προφητικοῦ Πνεύματος νομίαν αἰτεῖ τὴν τῶν πραέων γῆν.
to prayer and does not rise beforehand, but earnestly and persistently to this petition, and has bound himself with an oath of confirmation, God will nod assent, taking pity on him, so that he may not prove false, having once sworn not to rise until he obtains what he longed for. Wherefore He grants him knowledge through the prophetic Spirit asks for the land of the meek as a pasture.
Στ. ζʹ. Τὸ ὄρος τῶν Ἐλαιῶν φησιν, ἔνθα πᾶς προσερχόμενος προσκυνεῖ. Προσκυνοῦμεν τὴν σάρκα τοῦ Σωτῆρος, οὐ διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ Χριστόν, ὁ δὲ Χριστὸς διὰ τὸν Θεὸν Λόγον τὸν ἐν αὐτῷ. Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν καὶ ἁγίαν ψυχήν, τὴν μετὰ τοῦ Θεοῦ Λόγου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη σὰρξ οὐ πέφυκεν δέχεσθαι Θεόν, διότι ὁ Θεὸς ἡμῶν σοφία ἐστί. ‹ Ἐν καρδίᾳ ἀγαθῇ, › φησὶ Σολομών, ‹ ἀναπαύσεται σοφία. › Οὐδὲν δὲ τῶν συνεστώτων τεσσάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν, γνωστὸς δὲ ἡμῶν ὁ Θεός.
Verse 7. He means the Mount of Olives, where everyone who approaches worships. We worship the flesh of the Saviour, not on account of its nature, but because Christ is in it; and the flesh is to be worshipped on account of Christ, and Christ on account of God the Word who is in Him. By Christ I mean here the rational and holy soul that sojourned with God the Word in the life of men; flesh alone is not naturally able to receive God, because our God is wisdom. "In a good heart," says Solomon, "wisdom shall rest." None of the four constituent elements is receptive of knowledge, whereas our God is known.
Στ. ιδʹ. Ἢ καὶ τὰ μάλιστα οὐχ ἁρμόττει ἐπὶ γῆς τῆς ‹ εἰς αἰῶνα αἰῶνος, › ὅτ' ἂν παρέρχηται ὁ οὐρανὸς καὶ ἡ γῆ. Ὥστε περὶ τῆς Ἐκκλησίας ὁ λόγος, περὶ ἧς εἴρηται· ‹ Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. ›
Verse 14. Or rather, "for ever and ever" does not fit upon earth, since heaven and earth shall pass away. Therefore the discourse is about the Church, concerning which it has been said: "Sing to the Lord who dwells in Sion."
Στ. ιεʹ. Ὅρα πανταχόθεν εὐημερίαν, ἀπὸ τοῦ μηδὲν τῶν ἀναγκαίων ἐνδεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ τὸν λαὸν ἐν εὐφροσύνῃ, ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ (τοῦτον γὰρ λύχνον φησίν, ἢ τὴν ἀντίληψιν), τὸ μέγιστον, τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι.
Verse 15. Behold prosperity on every side: from lacking none of the necessaries, from the priests being in safety, from the people being in gladness, from the king being in strength (for he calls him a lamp, or the help), and, greatest of all, that the enemies are covered with shame.
Στ. ιςʹ. Τίς δὲ αἴτιος τοῦ ἐνδύσασθαι τοὺς ἱερεῖς δικαιοσύνην, καὶ ἀγαλλιάσει ἀγαλλιάσεσθαι τοὺς ὁσίους ἢ ὁ τῇ χειρὶ ἱκανὸς Δαυῒδ ἅγιος ὑπάρχων; ὅθεν ἐπενήνεκται τὸ, ‹ Ἕνεκεν Δαυῒδ τοῦ δούλου › μορφὴν ὅτε ἐκένωσεν ἑαυτόν.
Verse 16. And who is the cause of the priests being clothed with righteousness, and of the holy ones rejoicing with exceeding joy, other than David, mighty of hand, being holy? Whence is added, "For the sake of David the servant" form when He emptied Himself.
Στ. ιζʹ. ‹ Ἐκεῖ › ἐν τῇ Σιὼν ‹ ἀνατελῶ κέρας τῷ Δαυΐδ. › Τοῦτο τὸ κέρας τῆς βασιλείας ὑπὸ Θεοῦ ἀνατέλλεται ἐν οἴκῳ Δαυΐδ, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ δικαίου· ‹ Ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυΐδ. › Ἡτοίμασε δὲ τούτῳ τῷ κέρατι, Χριστῷ τυγχάνοντι, λύχνον ὁ Πατὴρ προτρέχοντα τῆς ἐπιδημίας αὐτοῦ θεῖον νόμον, περὶ οὗ γέγραπται· ‹ Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. › Ἢ καὶ ὁ Ἰωάννης μέχρις οὗ ὁ νόμος καὶ οἱ προφῆται, λύχνος ἐστὶν ἑτοιμαζόμενος τῷ Χριστῷ αὐτοῦ. Περὶ οὗ ὁ Σωτήρ, ‹ Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, οὗ ἠθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι τῷ φωτὶ αὐτοῦ. › Τούτων θεολογουμένων περὶ τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ τὸ κατὰ σάρκα, οἱ ἐχθροὶ αὐτοῦ αἰσχύνην ἐνδύσονται, θέλοντες εἰ ἐγένοντο πυρίκαυστοι, ὅτι ‹ Παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· › αἰσχύνην πλείονα ὀφλισκάνοντες, ὅτι τὰ αὐτὰ τοῖς ἄλλοις ἀνθρώποις ἀσπαζόμενος, οὐκ ἔχει τὸν ὑπερ-
Verse 17. "There" in Sion "will I cause a horn to spring forth for David." This horn of the kingdom is caused by God to spring forth in the house of David, according to what was said by the righteous man: "He hath raised up a horn of salvation for us in the house of David." And for this horn, which is Christ, the Father prepared a lamp running before His advent, the divine law, concerning which it is written: "Thy law is a lamp unto my feet, and a light unto my paths." Or else John, until whom were the law and the prophets, is a lamp prepared for His Christ. Concerning whom the Saviour [said], "He was the burning and shining lamp, in whose light ye were willing for a season to rejoice." Since these things are spoken theologically concerning Him who was born of the seed of David according to the flesh, His enemies shall be clothed with shame, wishing they had been burned with fire, because "A child is born, and a son is given unto us, whose government is upon his shoulder"; incurring greater shame, because welcoming the same things as other men, he does not have the surpass-