PG 39:1556Read from the pageὅτι ἀπὸ γῆς διαπλασθεὶς λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου. Ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκεν λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὑτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ Δεσπότῃ, οὐ θυσίας οὐδὲ ὁλοκαυτώσεις, ἀλλ' αὐτὴν πᾶσαν τὴν ἑμαυτοῦ ζωήν.
because, having been fashioned from earth, he has been honoured with reason, in which he is also able to bear the image of the heavenly one. Then, looking also to the dispensation on behalf of the race of human beings, that the Lord gave Himself as a ransom instead of many of us, he is at a loss and seeks among all these things that belong to him what worthy gift he might find for the Master, not sacrifices nor burnt offerings, but his own entire life itself.
Στ. δ΄. Τὸ ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ εὐσεβείας, τὸ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναι, τὸ ποτήριον λέγων· ὅπερ αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν ἐν τοῖς Εὐαγγελίοις· « Πάτερ, εἰ δυνατὸν, παρελθάτω τὸ ποτήριον τοῦτο· » καὶ πάλιν τοῖς μαθηταῖς· « Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ πίνω ; » Ἐδήλου δὲ τὸν θάνατον ὃν κατεδέχετο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. — Μὴ ὀκνήσητε, φησὶν, πρὸς τὸν ἀγῶνα τὸν καλὸν, ὦ ἄνθρωποι, μὴ ἀποδειλιάσητε πρὸς τὸν θάνατον· οὐ γὰρ φθορά ἐστιν, ἀλλὰ ζωῆς ἀφορμή. Οὐκ ἀφανισμός ἐστι παντελὴς, ἀλλὰ μετάβασις πρὸς τιμήν. Ἐὰν δὲ καὶ θάνατον ὁσίων Θεοῦ σημαίνηται, καθ' ὃν συναποθνήσκουσι Χριστῷ, καὶ τὴν νέκρωσιν αὐτοῦ ἐν τῇ σαρκὶ περιφέρουσιν, καὶ αὕτω καλῶς ἂν εὐχαριστεῖν διέγνω, ληψόμενος τοῦ τοιούτου θανάτου σωτηρίου ποτήριον, ὃ καὶ ἀμέμπτως πίεται ὁ ληψόμενος αὐτὸ, εἰ ἐπικαλοῖτο τὸ ὄνομα Κυρίου ἐπὶ τῷ γενναίως αὐτὸ πιεῖν.
V. 4. Meaning the cup, that is, in the contests on behalf of piety, to resist sin unto death; which the Saviour Himself taught in the Gospels: "Father, if it be possible, let this cup pass away," and again to the disciples: "Are you able to drink the cup which I drink?" He was indicating the death which He was accepting on behalf of the salvation of the world. — Do not shrink, he says, from the noble contest, O human beings, do not be cowardly before death; for it is not destruction, but an occasion of life. It is not total annihilation, but a passage to honour. And if he also signifies the death of the holy ones of God, according to which they die together with Christ and bear about His dying in the flesh, even so he resolved to give thanks rightly, being about to receive the cup of such a saving death, which he who receives it shall also drink blamelessly, if he calls upon the name of the Lord in order to drink it nobly.
Στ. α΄. Ἐπεὶ ἀγαθὸς ὢν ὁ Θεὸς βούλεται τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ, ἢ τὸν θάνατον αὐτοῦ, ὅσοι ὑπεύθυνοι ἁμαρτίας ἐστὲ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ' αὐτῷ ποιούμενοι, ἕξετε αὐτὸν ἀφιέντα τὰ ὑπὲρ ὧν ἐξομολογεῖσθε· ὁ γὰρ ἔλεος αὐτοῦ ἀχώριστον αὐτοῦ τυγχάνων, εἰς τὸν αἰῶνα εἴη· ἐπείπερ καὶ ἀεὶ ἐλεῶντος αὐτοῦ, οὐ νῦν πρότερον, ἀλλὰ καὶ πάλαι ἄνωθεν ἐξομολογουμένων αὐτῷ πάντων τῶν πεῖραν ἐχόντων τῆς ἀγαθότητος αὐτοῦ.
V. 1. Since God, being good, wills the repentance of the sinner rather than his death, as many of you as are liable to sin, making confession out of repentance unto Him, you shall have Him forgiving the things on account of which you confess; for His mercy, being inseparable from Him, would be unto the age; since He is always showing mercy, not now for the first time, but also of old from above, as all those who have experience of His goodness confess unto Him.
Στ. ε΄. Συναγαγὼν τὰ προδηλωθέντα τάγματα, καὶ ἓν σῶμα ἀπεργασάμενος καὶ λαὸν ἕνα, διδάσκει τοῦτον παρασκευάζεσθαι εἰς θλίψεις, μετὰ τοῦ ἀκριβῶς εἰδέναι, ὅτι « Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. » Διόπερ λέγειν διδάσκεται ὁ Χριστοῦ λαὸς, « Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον. » Εὐχαῖς αὐτὸν εὗρε τὸν Κύριον, πλατυσμὸν αὑτῷ γενόμενον· ὡς ἐξ ἑτέρου μὲν μέρους, τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ βίου τὴν στενὴν αὐτὸν ὁδεύειν καὶ τεθλιμμένην· καὶ διὰ τοῦτο λέγειν, « Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον· » ἐκ δὲ θατέρου μέρους πλατυσμὸν ἔχειν καὶ εὐρυχωρίαν αὐτὸν τὸν Κύριον. Διό φησιν ὁ Σύμμαχος, « Καὶ ἐπήκουσέ μου εἰς εὐρυχωρίαν. » — Ὁ ἐν θλίψει γενόμενος δίκαιος οὐ τοσοῦτον παρακαλεῖ περὶ τοῦ ἐκτὸς αὐτῆς γενέσθαι, ἀλλ' ὅπως γενναίως καὶ ἱλαρῶς αὐτὴν ἐνέγκῃ. Καὶ γὰρ ὁ ἐν σταδίῳ πρὸς ἀντιπάλους ἀποδυόμενος, αὐτὸν ἀγῶνα εὔχεται αὑτῷ παρελθεῖν, ἵνα μὴ ἐξαγώνιος γένηται· ἀλλὰ παρακαλεῖ τὸν παιδοτριβῆ
V. 5. Having gathered together the previously declared ranks, and having wrought one body and one people, he teaches this people to prepare itself for tribulations, along with knowing accurately that "tribulation worketh endurance, and endurance proof, and proof hope, and hope putteth not to shame." Wherefore the people of Christ is taught to say: "Out of tribulation I called upon the Lord." By prayers it found the Lord Himself, who became enlargement for it; so that on the one hand, as regards its human life, it travels the narrow and afflicted way, and for this reason says, "Out of tribulation I called upon the Lord," while on the other hand it has the Lord Himself as enlargement and spaciousness. Wherefore Symmachus says: "And He hearkened unto me into spaciousness." — The righteous person who has come into tribulation does not so much entreat to be outside it, as that he may bear it nobly and cheerfully. For indeed he who strips in the stadium against opponents prays that the contest itself may pass over to him, lest he be out of the contest; rather, he entreats the trainer
Notes, col. 1556
On the reading
Printed ἑμαυτοῦ, for ἐμαυτοῦ.
Printed παιδοτριβῆ, for παιδοτρίβην.
PG 39:1557Read from the pageσυνεργεῖν αὐτῷ, ὅπως ἐγκαρτερῶν τοῖς ἐπιφερομένοις πρὸς τοῦ ἀντιπάλου, ἐλπίδι νίκης καὶ στεφάνου προσηνῆ δόξῃ εἶναι τὰ δι' ὧν ἀποδίδοται ὁ στέφανος· περὶ δὲ ἀοράτων πολεμίων οἵτινες ἐχθροὶ, καὶ τοὺς ἀνθρώπους ἐπεγείρουσι καθ' ἡμῶν ἐκπολεμοῦντες αὐτοὺς πρὸς ἡμᾶς, καὶ φονικῶς διατιθέντες καθ' ἡμῶν, εἰρήσεται καὶ τοῦτο.
to co-operate with him, so that, enduring the blows brought against him by the opponent, in hope of victory and a crown, the means by which the crown is awarded may seem pleasant; and concerning invisible enemies who are foes, and who stir up human beings against us, rousing them to war against us and disposing them murderously against us, this too shall be spoken of.
Στ. ς΄. Ἔτι διδάσκεται ὁ Χριστοῦ λαὸς προσδοκᾷν μὲν ἐπιβουλὰς ἀνθρώπων, μὴ πτήσσειν δὲ αὐτὰς, μηδ' ἀγωνιᾷν, ἀλλὰ λέγειν· « Κύριος ἐμοὶ βοηθὸς, » καὶ τὰ ἑξῆς. — Τοὺς δι' οὐδὲν ἕτερον ἐχθροὺς γενομένους τῷ λαῷ τοῦ Θεοῦ, ἢ διὰ τὴν εὐσεβῆ γνῶσιν, καὶ τὴν κατὰ Θεὸν πολιτείαν. Ἐχθροὺς δὲ λεκτέον ἀνθρώπους αἰσθητούς τε καὶ νοητοὺς, ἀσεβεῖς τε καὶ δαίμονας πονηρούς.
V. 6. Further, the people of Christ is taught to expect plots of human beings, yet not to cower before them nor be in agony, but to say: "The Lord is my helper," and what follows. — Those who have become enemies to the people of God for no other reason than on account of pious knowledge and the way of life according to God. And as enemies one must speak of both sensible and intelligible human beings, both impious ones and wicked demons.
Στ. η΄. Οὐ καθάπαξ τοῦ πεποιθέναι καὶ ἐλπίζειν ἐπὶ Κύριον, συγκρινομένου τῷ πεποιθέναι ἐπ' ἄνθρωπον, καὶ ἐλπίζειν ἐπ' ἄρχοντας, ἀγαθόν ἐστιν. Ἁπλῶς γὰρ καὶ κυρίως ἀγαθὸν τοῦτο. Τὸ δὲ ἐπ' ἄνθρωπον καὶ ἄρχοντα πεποιθέναι καὶ ἐλπίζειν, οὐχ ἀγαθόν. Ἀλλὰ πρὸς τοὺς ἐπ' ἀνθρώπῳ πεποιθέναι, καὶ ἐν ἄρχοντι ἐλπίζειν σπουδάζοντας ἡ τοιαύτη προσάγεται παίδευσις, ὅπως μάθωσιν ἐπὶ τὸν ἀεὶ μένοντα καὶ ἰσχυρὸν ὄντα καὶ παντοδύναμον Θεὸν πεποιθέναι, καὶ μὴ ἐπ' ἄνθρωπον θνητὸν καὶ ῥᾷστα φθειρόμενον.
V. 8. Not unconditionally is trusting and hoping in the Lord good when compared with trusting in a human being and hoping in rulers; for this is simply and properly good, whereas trusting and hoping in a human being and a ruler is not good. Rather, such instruction is brought to those who are eager to trust in a human being and hope in a ruler, in order that they may learn to trust in the God who abides for ever and is strong and almighty, and not in a mortal human being who is most easily destroyed.
Στ. ι΄. Εἰ μὴ ὑπερβολικῶς εἴρηται, ἀδύνατον τὸ ἐπαγγελλόμενον. Πῶς γὰρ ἕνα ἄνδρα ἐν τῇ Ἰουδαίᾳ διατρίβοντα, « Πάντα τὰ ἔθνη ἐκύκλωσάν με ; » καὶ κυκλοῦντες ἐκύκλωσαν αὐτὸν πολεμοῦντες, καὶ τῷ ὀνόματι Κυρίου ἡμύνατο αὐτούς. Αὐτὸ γὰρ ὅπλον καὶ ἀσπὶς καὶ φρούριον τοῦ φοροῦντος αὐτὸ γίνεται. Ἐπίστησον δὲ εἰ μὴ παραπλησίως τό· « Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, » δυνατὸν νοῆσαι τὰ προκείμενα, τῷ κυκλοῦσθαι τὸν σπουδαῖον ὑπὸ πνευμάτων πονηρῶν ὑποβαλλόντων τοὺς σαρκὸς γαργαλισμοὺς, καὶ τὰ ἄλλα πάθη μετὰ πάντων τῶν τῆς σαρκὸς ἔργων, ἔτι μὴν λόγους ἀθέους, ἀνασκευάζοντας σοφιστικῇ δυνάμει τὰ τῆς ἀληθείας δόγματα. Ἀλλ' εὐτόνως καὶ ἰσχυρῶς, καὶ τῇ τοῦ Θεοῦ καθωπλισμένος προσηγορίᾳ, ἀνατρέψει τὰ ἔθνη πάντα, εἰς φυγὴν τρέπων, ἔσθ' ὅτε δὲ καὶ ἀναιρῶν αὐτά.
V. 10. Unless it is spoken hyperbolically, what is announced is impossible. For how could "All the nations surrounded me" apply to one man dwelling in Judaea? And surrounding him they encompassed him in war, and in the name of the Lord he warded them off. For it becomes a weapon and a shield and a fortress for the one who bears it. And consider whether it is not possible to understand the present text in a similar way to "In the mornings I slew all the sinners of the earth," in that the earnest man is surrounded by wicked spirits suggesting the ticklings of the flesh and the other passions along with all the works of the flesh, and moreover godless arguments that overturn the doctrines of the truth with sophistic power. Yet vigorously and strongly, and armed with the appellation of God, he will overthrow all the nations, turning them to flight, and at times even destroying them.
Στ. ιβ΄. Προσδοκᾷν δὲ δὴ μὴ ἅπαξ πολεμηθέντας παύσασθαι, καὶ λοιπὴν ἀνάπαυσιν κτήσασθαι κατὰ τὴν παρόντα βίον, ἀλλὰ καὶ δεύτερον διωχθήσεσθαι. Μὴ ἀποναρκᾷν δὲ, μηδὲ ἐξατονεῖν, ἀλλ' ἐπιμένειν τῇ πεποιθήσει τοῦ ὀνόματός σου, ἕνεκεν οὗ τοὺς διωγμοὺς ὑπομένουσι. — Ὁμοιότητα φέρει πρὸς τὰς μελίσσας κηφήνων τὸ γένος· αὗται γὰρ εἰ καὶ μείζους τῶν μελισσῶν τῷ ὄγκῳ τυγχάνουσιν, ἀλλ' οὖν γε ἀπατῶσιν ἀνιστορήτους ὡς οὖσαι μέλισσαι. Οὐδὲ μελισσουργοῦσιν, ἢ πλάττουσι κηρίον, οὐδ' ἂν ἔχουσι τὸ ἀλεξοῦν τὰ βλάπτειν ἐπιχειροῦντα τὸν κηρόν. Ἐκ τοῦ ἐναντίου δὲ ἐσθίοντες τὸ μέλι, ἐκπολεμοῦσι κατ' αὐτὸν τὰς μελίσσας, ὡς χρησαμένας κατ' αὐτῶν τῷ ἰδίῳ κέντρῳ, σωρηδὸν ἀναιρεῖν τοὺς κηφῆ-
V. 12. One must indeed expect not to cease once one has been warred against and to obtain rest for the remainder of the present life, but also to be persecuted a second time; yet not to grow numb nor to lose strength, but to abide in the confidence of Thy name, for the sake of which they endure the persecutions. — The race of drones bears a likeness to bees; for although these happen to be larger in bulk than bees, yet they deceive the inexperienced as though they were bees. Neither do they make honey or mould honeycomb, nor would they have what wards off the things that attempt to harm the comb. On the contrary, eating the honey, they provoke the bees to war against them, so that, using their own sting against them, they destroy the drones in heaps
Notes, col. 1557
On the reading
Printed τὴν παρόντα, for τὸν παρόντα.
Printed κατ' αὐτὸν, for κατ' αὐτῶν.
PG 39:1560Read from the pageνας, ὡς λυμαινομένους τῷ καρπῷ αὐτῶν. Ἔστι δ' οὖν πρὸς ἀλληγορίαν μελισσουργοῦσα καὶ κηροπλαστοῦσα μέλιττα, ἡ τιμήσασα τὴν Θεοῦ σοφίαν Ἐκκλησία. Ἦς ἐργάτιδος οὔσης, ποθεινῆς τυγχανούσης καὶ ἐπιδόξου, τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, καίπερ οὔσης τῇ ῥώμῃ ἀσθενοῦς, τῷ τὸ κήρυγμα αὐτῆς μὴ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις εἶναι. Ὅμως δὲ ἔχει τὸ κέντρον, ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως Θεοῦ τῆς πίστεως τὸν λόγον ἔχουσα, ὡς καὶ ἀναιρεῖν κηφήνων δίκην τὰς αἱρέσεις, διχοτομοῦσα αὐτὰς ἐλέγχῳ τῆς ἀληθείας. Καὶ μίαν μένει τιμήσασα τὴν σοφίαν τοῦ Θεοῦ Ἐκκλησία, ὡς εἴρηται, δυνάμει Θεοῦ τῶν πολεμούντων περιγενομένη. Αἱ δὲ ἀντικείμεναι, οὐ μέλισσαι, ἀλλ' « ὡς μέλισσαι » τυγχάνουσαι (ἃς εἶναι κηφῆνας λέγων, οὐχ ἁμαρτήσεις, κυκλούσας ὡς κηρίον ἐπὶ τὸ περὶ αὐτῷ μέλι)· καὶ ἐκκαυθεῖσαι « ὡσεὶ πῦρ ἐν ἀκάνθαις. » Ἐξάπτουσι γὰρ αἱ ἀπὸ τῶν αἱρέσεων καὶ τὸ τῶν αἰσχρῶν καὶ ἐπιθυμιῶν πῦρ, ᾗ φησιν ὁ Παῦλος· « Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. » Ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον. — Οὐ γὰρ ἀζήμιος μόνον ἔμεινεν, ἀλλὰ καὶ καθεῖλεν αὐτῶν πάντα σοφιστικὸν λογισμὸν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ἐπείπερ τὰ ὅπλα αὐτοῦ οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ, οὐχ ἕτερα ὄντα τῆς τοῦ Θεοῦ προσηγορίας, ἠμύνατο αὐτούς.
as those who ravage their fruit. Now, in an allegory, the bee that makes honey and moulds honeycomb is the Church that has honoured the wisdom of God; since she is industrious, desirable, and glorious, kings and private persons alike bring their labours to her for health, even though she is weak in strength because her proclamation is not in persuasive words of human wisdom. Nevertheless she has the sting, holding the word of faith in demonstration of the Spirit and of the power of God, so as even to destroy the heresies like drones, cutting them in two by the refutation of the truth. And the Church remains one, having honoured the wisdom of God, as has been said, prevailing by the power of God over those who war against her. But the opposing ones are not bees, but "as bees" (whom, if you say they are drones, you will not err, circling as it were a honeycomb for the honey about it); and they have been burned up "like fire among thorns." For those from the heresies kindle also the fire of shameful things and desires, as Paul says: "For the things done by them in secret, it is shameful even to speak of." And the Gospel has interpreted thorns as pleasures. — For not only did he remain unharmed, but he also pulled down every sophistic reasoning of theirs and every high thing exalting itself against the knowledge of God, since his weapons were not fleshly, but mighty in God, being none other than the appellation of God, with which he warded them off.
Στ. ιγ΄. Ταῦτα καὶ Ἰουδαίοις ἁρμόττει, καὶ τοῖς ἐξ ἐθνῶν πιστοῖς· κἀκεῖνοι γὰρ ὄλεθρον ὑπέμειναν παντελῆ, εἰ μὴ τῆς θείας ἀπήλαυσαν χάριτος· καὶ οὗτοι ἂν ἐξεπέτασαν εἰς ἀσέβειαν, μὴ τῆς θείας αὐτοὺς ὑπερεισάσης ῥοπῆς.
V. 13. These things fit both the Jews and the believers from the Gentiles; for the former would have undergone total destruction had they not enjoyed divine grace, and the latter would have flown out into impiety had not the divine inclination supported them.
Στ. ιδ΄. Αὐτὸν τοίνυν ἔχομεν καὶ δύναμιν καὶ νίκην καὶ πηγὴν ὑμνωδίας· παρ' αὐτοῦ γὰρ τῶν ἀγαθῶν ἀπολαύσαντες μετ' εὐθυμίας τὸν ὕμνον προσφέρομεν. — « Γινόμενος εἰς σωτηρίαν » ὁ Κύριος, οὐκ ἀρχὴν οὐσιώσεως δέχεται, ἀΐδιος γὰρ καὶ αἰώνιός ἐστι. Γίνεται δὲ εἰς σωτηρίαν κατὰ τὸ ἀναλαμβάνειν σχέσιν τὴν πρὸς τοὺς σωζομένους, ὅθεν πάντα τὰ γεγονέναι εἰς Χριστὸν λεγόμενα, ταῦτα ὑποβάλλεται τῇ διανοίᾳ. Οὐ γὰρ γέγονε Θεὸς Λόγος, οὐκ ἀλήθεια, οὐ σοφία, οὐχ Υἱὸς, ἀλλὰ γέγονεν ἡμῖν καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Ὧν γὰρ ἁπλοῦς καὶ ἀΐδιος, ταῦτα ἡμῖν γεγονέναι κατ' ἀναφορὰν τὴν πρὸς ἡμᾶς λέγεται. Οὕτω καὶ Χριστὸν καὶ Κύριον πεποίηκεν αὐτὸν ὁ Θεός. Χριστὸν μὲν, τουτέστιν βασιλέα καὶ ἱερέα τοῖς βασιλευομένοις καὶ τοῖς ὑπὲρ ὧν προσάγει τὰς θυσίας, ἀλλὰ καὶ τοῖς δουλεύειν ἐθέλουσιν αὐτῷ Κύριον. Καὶ καθόλου τὰ σχετικῶς περὶ αὐτοῦ λεγόμενα οὕτω διανοούμενος οὐκ ἀσεβήσεις.
V. 14. Him therefore we have as both power and victory and a fount of hymnody; for having enjoyed the good things from Him, we offer the hymn with cheerfulness. — "Becoming unto salvation," the Lord does not receive a beginning of His essence, for He is everlasting and eternal. He becomes unto salvation according to taking up the relation towards those who are being saved, whence all things that are said to have become for Christ are subjected to this thought. For He did not become God the Word, nor truth, nor wisdom, nor Son, but He became for us righteousness and sanctification and redemption. For being simple and everlasting, He is said to have become these things for us in reference to us. Thus God also made Him both Christ and Lord: Christ, that is, king and priest for those who are ruled as subjects and for those on whose behalf He offers the sacrifices, and also Lord for those who wish to serve Him. And in general, if you understand the things said relatively about Him in this way, you will not act impiously.
Στ. ιε΄. « Σκηνὰς δὲ δικαίων » νοήσεις τὰς παρὰ τῷ Πατρὶ μονὰς, κατὰ τὴν ἀπόδοσιν τῶν ἐπαγγελιῶν. Περὶ ὧν ὁ Σωτήρ φησιν· « Ὅταν ἐκλείπῃ, » δηλονότι ὁ μαμωνᾶς, « δέξονται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. » Ἐν ταύταις σκηναῖς πάντες οἱ δίκαιοι εἰσιν ἀγαλλιώμενοι· τετύχασι γὰρ τῶν προσδοκωμένων ἀγαθῶν. Ὅθεν καλῶς εἴρηται· « Φωνὴ ἀγαλλιάσεως
V. 15. "The tabernacles of the righteous" you will understand as the dwellings with the Father, according to the rendering of the promises; concerning which the Saviour says: "When it fails," clearly mammon, "they shall receive you into the eternal tabernacles." In these tabernacles all the righteous are exulting; for they have obtained the expected good things. Whence it has been well said: "A voice of exultation
Notes, col. 1560
PG 39:1561Read from the pageκαὶ ἐξομολογήσεως ἐν σκηναῖς δικαίων, » ἀποδρασάσης λύπης καὶ στεναγμοῦ. — Ἀπολωλότων τῶν ἐχθρῶν, εἰρήνης τε λοιπὸν διαλαβούσης, καὶ τῶν σκηνῶν τοῦ Θεοῦ, τουτέστι τῶν Ἐκκλησιῶν αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ἐγηγερμένων, φωνὴ, φησὶν, ἔνδον ἀκούεται ἐν ταῖς Ἐκκλησίαις τῶν σεσωσμένων ἀγαλλιωμένων.
and of confession in the tabernacles of the righteous," sorrow and groaning having fled away. — When the enemies have perished, and peace at length prevails, and the tabernacles of God, that is, His Churches throughout the whole inhabited world, have been raised up, a voice, he says, is heard within the Churches of the saved exulting.
Στ. ις΄. Καὶ μετ' ὀλίγα· Αὕτη γὰρ ἡ δεξιὰ, καὶ ἐνεδυνάμωσε τὸν ἑαυτῆς λαὸν, κατὰ τὸν τῶν διωγμῶν καιρόν· αὕτη καὶ τοὺς ἐχθροὺς τοῦ Κυρίου ταπεινώσασα, αὐτὸν ὕψωσε τὸν λαόν. Αὕτη καὶ δύναμιν περιεποιήσατο τοῖς πρότερον πολεμουμένοις, ὥστε μὴ ὑποπεσεῖν τῷ κατὰ ψυχὴν θανάτῳ, ἀλλὰ ζῆσαι τῷ Θεῷ. — Ὡς ἕκαστον φάναι· « Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. » Αὕτη τὸν μετέχοντα ὑψοῖ καὶ μετεωρίζει ὡς φαιδρότερον καὶ μειζόνως ὑπὸ τῆς δεξιᾶς Κυρίου δυναμωθέντα, καὶ δεύτερον εἰπεῖν, « Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. » — Ποιεῖ δὲ δύναμιν ἡ δεξιὰ αὐτοῦ ἐν παντὶ τῷ δεξιὰ φρονοῦντι καὶ πράττοντι· ἀλλὰ καὶ ὑψοῖ αὐτὸν, ὡς καὶ δεύτερον γενέσθαι ἐν αὐτῷ τῆς προτέρας δυνάμεως δύναμιν· ἐφ' ᾗ ἀθανασίαν κεκτημένος ἐρεῖ τὸ, « Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. »
V. 16. And a little after: For this right hand also strengthened its own people at the time of the persecutions; this too, having humbled the enemies of the Lord, exalted the people itself. This also procured power for those who were formerly warred against, so that they should not fall under the death of the soul, but live unto God. — So that each one says: "I can do all things in Christ who strengtheneth me." This exalts and lifts up the one who partakes of it as more radiant and more greatly strengthened by the right hand of the Lord, so as to say a second time: "The right hand of the Lord hath wrought power." — His right hand works power in everyone who thinks and acts rightly; and it also exalts him, so that a second power from the former power comes to be in him; wherefore, having acquired immortality, he will say: "I shall not die, but I shall live."
Στ. ιζ΄. Οὐκέτι τεθνήξομαι τὸν ἑπόμενον τῇ κακίᾳ θάνατον, ἀλλὰ ζήσομαι μετασχὼν τῆς ἐναντίας τοῦ πονηροῦ θανάτου ζωῆς, ἐπὶ τῷ διηγήσασθαι τὰ Θεοῦ εἰς ἐμὲ γενόμενα θαυμαστὰ ἔργα.
V. 17. No longer shall I die the death that follows wickedness, but I shall live, having partaken of the life opposed to the evil death, in order to recount the wondrous works of God that have come to pass towards me.
Στ. ιθ΄. Τοῦ δὲ ὀνόματος τῆς δικαιοσύνης κατηγορουμένου, καὶ πάσης τῆς ἠθικῆς ἀρετῆς, τὰς πύλας αὐτῆς τὰς ἰδικὰς ἀρετῆς λεκτέον, εἰς ἃς εἰσέρχονται οἱ δι' ἀσκήσεως καὶ ἐπιμελείας τῆς περὶ αὐτῶν κρούοντες αὐτάς. Εἰσέρχονται δὲ ἐπὶ τῷ ἐξομολογήσασθαι ὑπὲρ ὧν ἔπραξαν, ἔξω τῶν πυλῶν τῆς δικαιοσύνης ὄντες. Εἰσέρχεσθαι δὲ οὐ δι' αὐτῶν, ἀλλ' « εἰς αὐτὰς, » φησίν. Οὐδὲ γὰρ ὑπερβατέον τὰς ἐνεργείας τῶν ἀρετῶν, ἀλλὰ προσδιατριπτέον αὐταῖς. — Πύλαι πάλαι ὁ νόμος καὶ οἱ προφῆται, δι' ὧν εἰσήει πρὸς Θεὸν ὁ Ἰσραήλ· πύλαι δὲ νῦν ἡ πίστις, δι' ἧς οἰκειότερον νῦν προσαγόμεθα, μαρτυρούμενοι ὑπὸ νόμου καὶ προφητῶν.
V. 19. Now when the name of righteousness is predicated, and of all moral virtue, its gates must be said to be the particular virtues, into which those who knock on them through ascetic training and diligence concerning them enter. They enter in order to confess concerning the things they did while outside the gates of righteousness. He says to enter not through them, but "into them." For we must not pass beyond the activities of the virtues, but abide with them. — Gates of old were the law and the prophets, through whom Israel entered unto God; and gates now are faith, through which we are now brought near more intimately, being borne witness to by the law and the prophets.
Στ. κα΄. Ὑμνήσω τοιγαροῦν ἀνοίξαντά μοι τῆς δικαιοσύνης τὰς πύλας, καὶ εὐχαριστῶ ὅτι εἰσήκουσάς μου, καὶ προσεδέξω τὴν δέησιν, καὶ παρέσχες τὴν σωτηρίαν.
V. 21. I will therefore sing a hymn to Thee who hast opened for me the gates of righteousness, and I give thanks that Thou hast hearkened unto me, and hast received my supplication, and hast granted salvation.
Στ. κβ΄. Ὁ δι' ἡμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, ἀλλ' « ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, » μετὰ τὴν ἐκείνων ἀποβολὴν, ἑτέρας « γωνίας κεφαλὴ γέγονεν. » — Καὶ μετ' ὀλίγα· « Ἀκρογωνιαῖον » αὐτὸν ὠνόμασεν Ἡσαΐας, καὶ « ἐκλεκτὸν » καὶ « ἔντιμον » λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομάς. Ζῶν δ' ἂν εἴη ὡς ἀληθῶς καὶ ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ὅπως ἂν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων, καὶ τὰς δύο γωνίας τῆς τε παλαιᾶς οἰκοδομῆς τῆς ἐκ περιτομῆς, καὶ τῆς νέας τῆς ἐξ ἐθνῶν, ὑπὸ μίαν συνάπτων γωνίαν. Τοῦτον μὲν οὖν τὸν λίθον οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς ἐξ αὐτῶν ἀπέβαλαν καὶ
V. 22. He who for our sake became a rejected stone, yet "whom the builders rejected," after their casting Him away, "has become the head of another corner." — And a little after: Isaiah named Him "cornerstone," and "chosen" and "precious" stone, because of joining two buildings under one corner. And the Son of God would truly be a living and chosen stone, so that binding together the building according to God, and joining the two corners both of the old building from the circumcision and of the new from the Gentiles under one corner. This stone, then, those from the circumcision who formerly built of old, both teachers of the law and chief priests, cast away from themselves and
PG 39:1564Read from the pageἀπεδοκίμασαν· ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ γέγονε παρὰ Χριστοῦ δῶρον αὕτη μέγιστον κεχαρισμένον.
and disapproved; but He has become the beginning and head of another corner, of the Church from the Gentiles, and she has become a greatest gift freely bestowed from Christ.
Στ. κγ΄. Ὁ δὲ Σύμμαχος, « Παρὰ Κυρίου, » φησὶν, « ἐγένετο τοῦτο, καὶ αὐτὸ παράδοξον ἡμῖν. » Παράδοξον γὰρ ἀληθῶς καὶ ἐπέκεινα παντὸς θαύματος ἦν. Οὐδεὶς μηδεπώποτε τὸν τοῦ Θεοῦ Υἱὸν ἀποβληθῆναι μὲν ὑπὸ τῶν ἀρχόντων τοῦ προτέρου λαοῦ, καὶ ὑπὸ τῶν παρ' αὐτοῖς οἰκοδόμων ἀποδοκιμασθῆναι, ἀρχηγὸν δὲ γενέσθαι καὶ κεφαλὴν τῶν ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν, τῶν πάλαι πλάναις δαιμονικαῖς οἰκειωμένων. — Καὶ μετ' ὀλίγα· « Καὶ αὕτη ἐστὶ θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν, » δηλαδὴ προλεχθεῖσα γωνία. — Καὶ μετ' ὀλίγα· Τοῦτον εἶδεν τὸν λίθον καὶ ὁ μακάριος Δανιὴλ τμηθέντα ἄνευ χειρῶν, τὸν ἀκοινώνηταν τῆς Παρθένου διδασκόμενος τόκον.
V. 23. And Symmachus says: "From the Lord," he says, "came this to pass, and it is marvellous to us." For truly it was marvellous and beyond every wonder. No one could ever have believed that the Son of God would be cast out by the rulers of the former people and disapproved by the builders among them, and would become the leader and head of the foreign and alien nations that of old had been made familiar with demonic errors. — And a little after: "And this is wonderful in our eyes," clearly the aforementioned corner. — And a little after: The blessed Daniel also saw this stone cut without hands, being taught the Virgin's uncommunicated birth.
Στ. κς΄. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν. Αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι Κυρίου ἐρχόμενος, πάντων τῶν πρὸ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων, ὡς Κυρίου δούλων. Ἀμέλει, « Τάδε λέγει Κύριος, » ἕκαστος ἔφη· καὶ ἕκαστος τῶν ἀγγέλων φησὶν, πρὸς ὃν ἔρχεται· « Ὁ Κύριος ἀπέστειλέ με. » Ἀλλ' αὐτὸς « Ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος, εὐλογημένος » ἐστί. — Καὶ πάλιν· Εὖ δὲ καὶ τὸ εἰπεῖν « ὁ ἐρχόμενος, » ἀλλ' οὐχ « ὁ ἐλθών. » Ἀεὶ γὰρ ἔρχεται καὶ ἐπιδημεῖ τῷ τῶν ἀνθρώπων γένει, εἰ καὶ μὴ διὰ σαρκός. Οὐ κινούμενος, οὐ μεταβαίνων αὐτὸς (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος καὶ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν θεϊκῇ παρουσίᾳ), ἡμῶν δὲ σχέσει καὶ διαθέσει ἐγγιζόντων αὐτῷ, ἢ μακρυνομένων αὐτοῦ. — « Ἐξ οἴκου Κυρίου, » τῶν κόλπων τῶν πατρικῶν ἐστιν ὁ ἐρχόμενος.
V. 26. This saying also the evangelists have understood to be a prophecy concerning Christ. For He is truly the One who comes authoritatively and in the name of the Lord, whereas all men and angels alike who came before Him came as servants of the Lord. Indeed, "Thus saith the Lord," each one said; and each of the angels says to him to whom he comes: "The Lord hath sent me." But He is "Blessed is He that cometh in the name of the Lord." — And again: Well also is it said "He that cometh," and not "He that hath come." For He is ever coming and sojourning among the race of human beings, even if not through the flesh; not moving, not passing from place to place Himself (for He is unchangeable and immutable and fills heaven and earth with His divine presence), while we draw near to Him or are estranged from Him by disposition and habit. — "Out of the house of the Lord": from the paternal bosom is He who comes.
Στ. κζ΄. Τὸ γὰρ ἐλθεῖν αὐτὸν, οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλ' ἐπιφανῆναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατος τὸ εἶναι, εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν καὶ γενόμενος Λόγος σὰρξ ὤφθη, ἵν' οὕτω φανεὶς χειραγωγήσῃ διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ καταθεάσασθαι, « Δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. »
V. 27. For His coming is not to change place, but to appear, whereas previously He was not seen; for being invisible in essence, the image of the invisible God, having taken the form of a servant and having become flesh, the Word was seen, in order that, appearing thus, He might lead us by the hand through this contemplation to behold His glory also, "Glory as of the Only-begotten from the Father, full of grace and truth."
Στ. κη΄. Δοξολογῶν, θεολογῶν σε λέγω, ἃ εἰς ἐμὲ πεποίηκας θαυμάσια· ὕψωσας γάρ με, καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθανεῖν, ἀλλὰ ζήσαντά με διηγήσασθαι τὰ ἔργα σου.
V. 28. Glorifying, praising Thee as God, I tell the wonders which Thou hast done towards me; for Thou hast exalted me and hast wrought power, so that I did not die, but lived to recount Thy works.
Στ. κθ΄. Πέρα τοιγαροῦν μαθών σου τὸ πολὺ ἔλεος καὶ τὴν ἀγαθότητα, καὶ ἄλλους προτρεπόμενος λέγω, « Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. »
V. 29. Therefore, having learned beyond measure Thy great mercy and goodness, and exhorting others, I say: "Confess unto the Lord, for His mercy is unto the age."
Στ. α΄. Πάσης σπουδῆς ἀποστάντες, καὶ δι' ἔργων ἀγαθῶν καὶ φρονήματος ὀρθοῦ ἐγγίζοντες αὐτῷ· εὖ δὲ τὸ μακαρίζειν οὐ τοὺς πορευθέντας, ἀλλὰ « τοὺς πορευομένους. »
V. 1. Departing from all [evil] eagerness, and drawing near to Him through good works and upright thought; well too does he call blessed not those who have walked, but "those who are walking."
Notes, col. 1564
On the reading
Printed ἀκοινώνηταν, for ἀκοινώνητον.
PG 39:1565Read from the pageΣτ. γ΄. Ἐμφαίνει τὸ μηδεπώποτε αὐτοὺς πεπειράσθαι τοῦ θείου νόμου, ὡς περὶ αὐτῶν εἶναι τό· « Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. » Οὗτοι δέ εἰσιν οἱ μηδέποτε θείας διδασκαλίας ἀκηκοότες. Οἱ γὰρ μετὰ τὸ ταύτης μνησθῆναι πταίσαντες ἐν νόμῳ ἡμαρτηκέναι, καὶ παραβάται αὐτοῦ λέγονται.
V. 3. He indicates that they have never yet made trial of the divine law, so that concerning them is the saying: "As many as sinned without law shall also perish without law." Now these are those who have never heard divine teaching; for those who stumble after having been mindful of it are said to have sinned in the law and to be transgressors of it.
Στ. δ΄. Ὁ μετὰ πάσης εὐτονίας καὶ σφοδρότητος ἐργαζόμενος τὰ προστεταγμένα ὑπὸ τοῦ Κυρίου, οὗτος νενόηκε τὸν προκείμενον στίχον.
V. 4. He who with all vigour and earnestness works the things commanded by the Lord, this man has understood the verse set before us.
Στ. ε΄. Οὐ γὰρ ἄλλως τὰ δικαιώματά σου φυλάξω, ἐὰν μὴ κατευθυνθείησαν ὑπὸ σοῦ αἱ ὁδοί μου. Τίνα οὖν τὰ δικαιώματα ταῦτα; « Ἃ παραθήσεις ἐνώπιον τῶν υἱῶν Ἰσραήλ; Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον, » καὶ τὰ ἑξῆς. — Καὶ μετ' ὀλίγα· Ὤφελον οὖν, φησὶν, κατευθυνθείησαν αἱ ὁδοί μου, ἵνα ὅσα ἐδικαίωσας, ταῦτα ἑκάστῳ κατὰ τὸ πρέπον ἀποδῶ.
V. 5. For I shall not otherwise keep Thy ordinances, unless my ways be directed by Thee. What then are these ordinances? "Which thou shalt set before the sons of Israel? If thou acquire a Hebrew servant, six years he shall serve thee, and in the seventh thou shalt send him forth free," and what follows. — And a little after: Would therefore, he says, that my ways might be directed, in order that whatever things Thou hast ordained, these I may render to each as is fitting.
Στ. ια΄. Ὁ μὴ ἐξ ἐπιπολῆς τὰ λόγια τοῦ Θεοῦ δεχόμενος, κρύπτει αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἵνα τὴν γνώμην καὶ τὴν πρόθεσιν αὐτοῦ κατὰ ταῦτα ποιωθεὶς, ἀναμάρτητος εἴη Θεῷ τῷ τὸ κρυπτὸν ὁρῶντι· μὴ μόνον μὴ μοιχεύων, ἀλλὰ μηδὲ αἰσχρὰν ὄρεξιν ἔχων. — Ὁ αἰσθόμενος τῆς αὑτοῦ προκοπῆς ἀπὸ τοῦ « ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, » εὐλογεῖ αὐτὸν εὐχαριστῶν ἤδη, ἐφ' οἷς ἠξιώθη· ἔχων γὰρ λόγια ἀπόῤῥητα καὶ κρύψεως ἄξια, εὐλογεῖ ἐπὶ τούτοις τὸν Κύριον.
V. 11. He who does not receive the oracles of God superficially hides them in his heart, in order that, having his judgement and purpose fashioned according to them, he may be sinless before God who sees what is hidden, not only not committing adultery, but not even having a shameful appetite. — He who perceives his own progress from "seeking God with his whole heart" blesses Him, already giving thanks for the things of which he was deemed worthy; for having ineffable oracles worthy of hiding, he blesses the Lord for these.
Στ. ιγ΄. Ὅσα γὰρ ἔμελλε ποιεῖν τοὺς ἀκροατὰς μανθάνοντας περὶ τῶν κριμάτων τοῦ Θεοῦ, τούτοις εἰς φανερὸν ἔφερον.
V. 13. For whatever things were about to make the hearers learn concerning the judgements of God, these I brought into the open for them.
Στ. ιδ΄. Ὡς γὰρ τὸν αἰσθητὸν ἀποδεχόμενος πλοῦτον, τέρπεται ἐπ' αὐτῷ, οὐχ ὅτ' ἂν μερικὸν ἀλλ' ὅτ' ἂν πάντα αὐτὸν ἔχει συμπληρούμενον, ἐξ ἀκινήτων καὶ κινητῶν ὑπαρχόντων· οὕτω καὶ ὁ τὸν πνευματικὸν πόθον πλουτῶν ἀπαρτιζόμενον, χαίρει ἐπ' αὐτῷ κτησάμενος αὐτὸν ἐν τῷ προκόπτειν ἐν τοῖς τοῦ Θεοῦ μαρτυρίοις, καὶ ἐνεργεῖν τὰς ἀρετὰς, λέγων· Ἀντὶ πάντων ἐμοὶ τὰ μαρτύριά σου, εὐφροσύνη καὶ πλοῦτος εἴη.
V. 14. For just as one who receives sensible wealth delights in it not when he has it partially, but when he has it all completed out of immovable and movable possessions, so also he who is rich in spiritual desire being brought to perfection rejoices in it, having acquired it in progressing in the testimonies of God and practising the virtues, saying: Instead of all things let Thy testimonies be to me gladness and wealth.
Στ. ιζ΄. Ὅπως μὴ ἀμισθῆ δόξω πεπραχέναι τὰ δικαιώματά σου, ἀνταπόδος μοι τὴν θείαν καὶ μακαρίαν ζωὴν, ἵνα ζώσας κατ' αὐτὴν « φυλάξω τοὺς λόγους σου· » μετὰ γὰρ τὸ μνημονεῦσαι αὐτῶν, ἀκόλουθον φυλάξαι.
V. 17. Lest I seem to have done Thy ordinances without reward, recompense me with the divine and blessed life, in order that, living according to it, "I may keep Thy words"; for after remembering them, it follows to keep them.
Στ. ιη΄. Ἔρχεται ὁ Λόγος καὶ ἀποκαλύπτει τοὺς ὀφθαλμοὺς, περιαιρῶν τὸ κάλυμμα· ἡνίκα γὰρ ἐπιστρέψῃ τις πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ἤδει ὁ προφήτης ὅτι σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν· ἐζήτει νοῆσαι τὰ ἀγαθὰ, ὧν περιεῖχε σκιὰν ὁ νόμος· καὶ μὴ Ἰουδαϊκῶς, ἀλλὰ μεγαλοφρόνως καὶ προφητικῶς εὐχόμενος, παρεκάλει λέγων· « Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, » ἵνα ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζηται, τὴν εἰκόνα μεταμορφούμενος, καὶ θεωρῶν τὰ θαυμάσια τοῦ Θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ.
V. 18. The Word comes and uncovers the eyes, taking away the veil; for whenever anyone turns towards the Lord, the veil is taken away. The prophet knew that the law has a shadow of the good things to come; he sought to understand the good things of which the law contained a shadow; and praying not in a Jewish manner, but high-mindedly and prophetically, he entreated, saying: "Unveil mine eyes, and I shall perceive the wondrous things out of Thy law," in order that with unveiled face he might behold as in a mirror the glory of the Lord, being transformed into the image and contemplating the wondrous things of God out of His law.
Notes, col. 1565
On the reading
Printed ἀμισθῆ, for ἀμισθὶ.
Printed ζώσας, for ζήσας.