PG 39:1496Read from the pageτρὸς αὐτῶν. Περὶ δὲ τοῦ ταῦτα οὕτως ἕξειν ὁ μάρτυς ἐν οὐρανῷ, περὶ οὗ φησι Ἰώβ· ‹ Ἰδοὺ γὰρ ἐν οὐρανοῖς ὁ μάρτυς μου καὶ ὁ συνίστωρ μου ἐν ὑψίστοις. ›
ther. And concerning the fact that these things shall be so, the witness is in heaven, concerning whom Job says: 'For behold, my witness is in heaven, and he that knoweth me is in the highest.'
Στ. λθʹ. Εἰπὼν, ὦ Δέσποτα, τοῦ Χριστοῦ τὸ σπέρμα εἰς τὸν αἰῶνα μένει, ἀπώσω τὸ σπέρμα αὐτοῦ· καὶ μὴ βεβηλώσειν εἰπὼν τὴν πρὸς αὐτὸν διαθήκην ἐβεβήλωσας. ‹ Τὸ ἁγιαστήριον αὐτοῦ εἰς τὴν γῆν, ἤτοι εἰς θάνατον καὶ μνῆμα τὸ σῶμα παραδοὺς αὐτοῦ. › Ἢ τὴν Ἐκκλησίαν οὖσαν οἶκον καὶ ἁγιαστήριον αὐτοῦ συγχωρήσας κατὰ καιροὺς καὶ παραδοθῆναι τοῖς ἐκ τῶν ἀθέων ἐπενεχθεῖσιν αὐτῇ διωγμοῖς. Θεοῦ δὲ δοῦλος ὁ Χριστός· ὡς ἀναλαβὼν τὴν τοῦ δούλου μορφὴν, γενόμενος ἐκ τῆς εἰπούσης τῷ ἀγγέλῳ· ‹ Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. › Ἀλλὰ καὶ πᾶσαν τῶν υἱῶν αὐτοῦ καθεῖλες ὀχυρωτάτην βοήθειαν, ὡς προκεῖσθαι πρὸς πᾶσαν ἐπιβουλήν· φραγμοὶ γὰρ κατὰ τὴν Γραφὴν αἱ θεόθεν φρουραί. Λέγοιντο δὲ φραγμοὶ ἀμπελῶνος τοῦ Χριστοῦ, καὶ οἱ θεῖοι ἀπόστολοι, οὓς καθαιρεῖσθαι ὑπὸ Θεοῦ φασιν οἱ ὁρῶντες αὐτοὺς ἐσκορπισμένους καὶ σκανδαλισθέντας ἐν τῇ νυκτὶ τῆς παραδόσεως Ἰησοῦ. Οἵπερ καὶ ὀχυρώματα λέγονται, κατὰ τὸν αὐτὸν καιρὸν περιπεσόντες δειλίᾳ· ᾧ ἠκολούθησε τὸ διηρπάσθαι Χριστὸν, ὅ ἐστιν αὐτοῦ τὸ σῶμα· ‹ Ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους. › Ὀχυρώματα δὲ αὐτοῦ καὶ πανταχοῦ Ἐκκλησίαι. Ἐγένοντο δὲ καὶ ὄνειδος τοῖς διὰ τὸ περὶ αὐτὸν εἶναι γείτοσιν καλουμένοις. Οἵτινές εἰσιν οἱ δοκοῦντες τῆς Γραφῆς αὐτοῦ περιέχεσθαι, καὶ τῆς Ἐκκλησίας ὑπάρχειν ἐγγὺς, δι' οὓς ὀνειδίζεται κακῶς φρονοῦντας ἢ πράττοντας. Ὥσπερ οὖν δοξάζουσιν αὐτὸν οἱ ὀρθῶς φρονοῦντες ἢ πράττοντες, οἱ ἐχθροὶ αὐτοῦ κατεπαίρονται ὡς ἰδίᾳ δυνάμει πράττοντες ἃ δὴ παθεῖν συνεχώρησας. Ἐφ' οἷς καὶ οἱ μισοῦντες εὐφραίνονται, μηδεμίαν ὁρῶντες ἀντίληψιν ἐν τῷ συμβάλλειν εἰς πόλεμον αὐτῷ τοὺς ἐχθρούς· ὥστε δήσαντας αὐτὸν ἀπαγαγεῖν ἐπὶ τὸν σταυρὸν, καὶ ὅσα πρὸς ὕβριν ἐπενεγκεῖν.
Verse 39. Having said, O Master, that the seed of Christ abides for ever, Thou didst cast off His seed; and having said that Thou wouldst not profane the covenant made with Him, Thou didst profane it. 'His sanctuary to the earth,' that is, having delivered up His body to death and the tomb. Or having suffered His Church, which is His house and sanctuary, at certain times to be delivered over to the persecutions brought upon it by godless men. And Christ is the servant of God, as having taken the form of a servant, born of her who said to the angel: 'Behold the handmaid of the Lord; be it unto me according to Thy word.' Moreover, Thou didst also break down every strongest defence of His sons, so that they lay exposed to every plot; for 'hedges' according to Scripture are the guards from God. And the hedges of the vineyard of Christ might also be called the divine apostles, whom those who saw them scattered and offended on the night of Jesus's betrayal say were broken down by God. Who are also called strongholds, having fallen into cowardice at that same season; whereon followed the plundering of Christ, which is His body: 'For ye are the body of Christ, and members in particular.' And His strongholds are also the Churches everywhere. And they became a reproach also to those called 'neighbours' because they are around Him. Who are those who seem to adhere to His Scripture and to be near the Church, on account of whom He is reproached as they think or act evil. Just as, then, those who think or act rightly glorify Him, His enemies are lifted up as though doing by their own power what Thou didst indeed suffer Him to endure. At which things they also that hate Him rejoice, seeing no help when His enemies join battle against Him; so that having bound Him they led Him away to the cross, and brought upon Him all manner of insult.
Ταῦτά φασιν οἱ Χριστὸν μὲν ποθοῦντες καὶ Πρόνοιαν ἡγούμενοι, τὸν σκοπὸν δὲ μὴ καθορῶντες, καθ' ὃν οὐ φεισάμενος ὁ Πατὴρ τοῦ ἰδίου Υἱοῦ, ἔκδοτον αὐτὸν ἀφῆκε τοῖς ἐπαναστᾶσιν αὐτόν. Παύσονται δὲ τῶν ῥημάτων μαθόντες τὴν κατορθωμένην σωτηρίαν διὰ τοῦ θανάτου αὐτοῦ. Οὐ μόνον τοῦ Πατρὸς ὑπὲρ ἡμῶν παραδόντος αὐτὸν, ἀλλὰ καὶ αὐτοῦ ἑαυτόν· δέδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Τέως γε μὲν ᾤοντο καὶ ἀπὸ τοῦ καθαρισμοῦ καταλελῦσθαι Χριστὸν, οὗ εἰργάσατο διὰ τοῦ αἵματος αὐτοῦ· κατεῤῥάχθαι δὲ εἰς γῆν τὸν θρόνον αὐτοῦ, καίτοι τοῦ Θεοῦ τεθεικότος αὐτὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ὁρῶντες γὰρ αὐτοῦ τὸ πάθος καὶ τὸν σταυρὸν, ἔδοξαν τέλος εἰληφέναι τὴν βασιλείαν αὐτοῦ σμικρυνθεῖσαν καὶ ἀνατραπεῖσαν ἐπὶ τῇ κατὰ τὸν σταυρὸν αἰσχύνῃ γεγενημένῃ. Περὶ ἧς ὁ Ἀπόστολος εἶπεν· ‹ Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρόνησας, › ἵν' ἐκ νε-
These things say those who indeed long for Christ and believe in Providence, yet do not perceive the purpose according to which the Father, not sparing His own Son, left Him delivered up to those who rose up against Him. But they shall cease from these words when they learn the salvation accomplished through His death. Not only did the Father deliver Him up on our behalf, but He also delivered up Himself; for He gave His soul as a ransom for many. For a while indeed they supposed that Christ had been undone even from the purification which He wrought through His blood, and that His throne had been cast down to the earth, even though God had established it as the days of heaven. For seeing His passion and the cross, they supposed that His kingdom had come to an end, diminished and overthrown by the shame that befell Him upon the cross. Concerning which the Apostle said: 'Who for the joy that was set before Him endured the cross, despising the shame,' in order that from the de-
Notes, col. 1496
On the reading
Printed καταφρόνησας, for καταφρονήσας.
PG 39:1497Read from the pageκρῶν ἀναστὰς, μηκέτι ᾖ καταλελυμένος ἀπὸ καθαρισμοῦ· ἀλλ' ἐνεργῶν αὐτὸν αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ τό· ‹ Καθαρισμὸν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, › ἀνωρθωμένον ἔχων καὶ βεβαίως ἱδρυμένον τὸν θρόνον τὴν μακροήμερον καὶ αἰώνιον διαμενόντα.
ad, having risen from the dead, He may no longer be undone from purification; but actively effecting it, He takes away the sin of the world, according to: 'Having made purification of sins, He sat down on the right hand of the Majesty on high,' having His throne set upright and firmly established, abiding for long days and unto eternity.
Στ. μηʹ. Μνήσθητι, φασὶν οἱ ταῦτα λέγοντες, ὅτι τρεπτοὶ τὴν φύσιν ὑπάρχομεν, ὄντες αὐτεξούσιοι, μήπως εἰς ἀσέβειαν ἐξοκείλωμεν· λέγοις δ' ἂν ὑπόστασιν καὶ τὴν καθ' ἣν ὑποστῆναί τις δύναταί τι τῶν ἐπιπόνων.
Verse 48. Remember, say those who speak these things, that we are mutable by nature, being endowed with free will, lest we should drift into impiety; and you might also call substance that whereby one is able to endure any of the toilsome things.
Στ. μθʹ. Ἡ δὲ ‹ Τίς › φωνὴ ποτὲ μὲν λέγεται πευστικῶς, ὡς ἐν τῷ, ‹ Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; › ποτὲ δὲ σημαίνει τὸ σπάνιον, ὡς ἐν τῷ· ‹ Τίς ἄρα ἐστὶν ὁ δοῦλος πιστὸς καὶ φρόνιμος; › καὶ, ‹ Τίς σοφὸς, καὶ συνήσεται ταῦτα; › καὶ τὸ ἀδύνατον, ὡς ἐν τῷ· ‹ Τίς ἔγνω νοῦν Κυρίου; › καὶ ἐν τῷ, ‹ Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; › Δηλοῖ δὲ καὶ τὸν εὐτελῆ, ὡς ἐν τῷ· ‹ Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; › καὶ, ‹ Ἰδοὺ Κύριος βοηθήσει μοι, τίς κακώσει με; › Κεῖται καὶ ἐπὶ τοῦ καλουμένου παρά τισιν ἰδίως ποίου, παρὰ δὲ ἄλλοις, ἀτόμου, καὶ ἑνὸς ἀριθμῷ· ὡς ἐν τῷ, ἄνθρωπος δηλωτικὸν τοῦ οὐδείς· Τίς γὰρ τὸν κοινὸν ὑποφεύξεται θάνατον; ‹ Ὁ › γὰρ ‹ θάνατος, › φησὶν, ‹ εἰς πάντας ἀνθρώπους διῆλθεν. › Καὶ καθὼς ἁμαρτία τῷ ἀποπεπτωκέναι θεότητος. Οἷον τό· ‹ Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· › καὶ τό· ‹ Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; › Ὁ δὲ τοιοῦτον ὁμώνυμον, οὐ διαφεύξεται θάνατον. Τοῦτο γὰρ τῶν γενομένων θεῶν μετουσίᾳ θεότητος. Ζῶσι γὰρ ἀεὶ μεταποιούμενοι τῆς αἰωνίου ζωῆς, ἥτις ὑπὲρ ᾅδην ἐστὶ ῥυομένου Θεοῦ.
Verse 49. The word 'Who' is used sometimes interrogatively, as in, 'Who shall ascend into the hill of the Lord?' and sometimes signifies rarity, as in, 'Who then is the faithful and wise servant?' and, 'Who is wise, and shall understand these things?' and impossibility, as in, 'Who hath known the mind of the Lord?' and in, 'Who hath gathered the winds in his bosom?' It also denotes one of little account, as in, 'If God be for us, who is against us?' and, 'Behold, the Lord will help me; who shall harm me?' It is also used of what is called by some peculiarly qualified, and by others an individual and one in number; as in, [lacuna] man indicative of 'no one': For who shall escape the common death? For 'death,' he says, 'passed unto all men.' And as sin, through having fallen away from divinity. Such as: 'But ye die like men;' and: 'For whereas there is among you envying and strife, are ye not men, and walk according to man?' And he who bears such a homonym shall not escape death. For this belongs to those who have become gods by participation in divinity. For they live for ever, laying hold of eternal life, which is above Hades, God delivering them.
Στ. γʹ. Ἀνάγων εἰς ὕψος ἐκ τῶν χαμαιζήλων πραγμάτων τὸν ἄνθρωπον, μὴ πρὸς ταῦτα πάλιν ἀποστρέψης αὐτόν.
Verse 3. Having raised man on high from grovelling things, do not turn him back again towards them.
Στ. θʹ. Πᾶς οὖν ὁ χρόνος ὁ παρεκτείνων τῇ ἡμετέρᾳ μετὰ σώματος ζωῇ, φανερὸς καὶ πεφωτισμένος σοι τυγχάνει, ὡς ὁρᾷν πᾶν ἁμάρτημα πρακτικὸν καὶ ἐν λογισμοῖς.
Verse 9. Every time, therefore, that extends along with our life in the body is manifest and illumined unto Thee, so that Thou seest every sin both in deed and in thoughts.
Στ. ιβʹ. Ἡ δέησις ἐπισταμένων ἐστὶν, ὅτι δεξιὰν ἔχει Θεὸς, καὶ ποθούντων ταύτην ἰδεῖν, δι' ἧς ἐδημιούργησέ τε καὶ προνοεῖ τοῦ κόσμου, ὅπως μὴ δι' ὧν ἐνεργεῖ καταλάβωσιν, ἀλλὰ τῷ προσβάλλειν αὐτήν. Οἴοιτο δ' ἂν καὶ αἴτησις εἶναι τῆς ἐπιδημίας Χριστοῦ. Τότε γὰρ γνωρισμὸς ἡ τοῦ Θεοῦ δεξιὰ γέγονεν, ὅτε ὁ Λόγος σὰρξ γενόμενος ἐσκήνωσεν ἐν ἡμῖν. ‹ Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ ὡς Μονογενοῦς παρὰ Πατρός. › Τότε σὺν αὐτῇ φανερωθέντας ἔγνωμεν καὶ ‹ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, › οἵτινές εἰσιν οἱ φάσκοντες· ‹ Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τε-
Verse 12. The petition belongs to those who know that God has a right hand, and who long to see it, by which He both created and exercises providence over the world, so that they may apprehend not through the things He works, but by encountering it directly. It might also be thought a request for the advent of Christ. For then the right hand of God became known, when the Word became flesh and dwelt among us: 'For we beheld His glory, the glory as of the Only-Begotten from the Father.' Then manifested together with it we also knew 'those instructed in heart in wisdom,' who are they that say: 'But we speak wisdom among the per-
Notes, col. 1497
On the reading
Printed διαμενόντα, for διαμενοῦντα vel διαμένοντα.
Printed ἀποστρέψης, for ἀποστρέψῃς.
PG 39:1500Read from the pageλείοις· › ἅμα δὲ καὶ οἱ προφῆται οἱ τότε λέγοντες ἀληθῆ περὶ αὐτοῦ πεφανέρωνται, ἴσως ἂν ὑποπτευθέντες πρὸ τῆς ἐκβάσεως, ὡς μὴ τῇ τοῦ Θεοῦ σοφίᾳ πεπαιδευμένοι τὴν καρδίαν· ὁποῖός ἐστιν ὁ τὸν νοῦν σεσοφισμένος, κἂν διαμαρτάνῃ λόγῳ προφορικῷ. Ἐρεῖ γὰρ ἀληθεύων, εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Γράφεται δὲ καὶ ‹ πεπεδημένους. › Αἱ γὰρ τῆς σοφίας οὐ συγχωροῦσι πέδας χωρὶς εὐσεβείας ὁδεύειν· ἐν ταύταις γὰρ ἐμβαλεῖν τοὺς πόδας τῆς ψυχῆς προστετάγμεθα. Ἀπολιγωροῦσι δὲ λέγοντες· ‹ Ἕως πότε; › τουτέστι, τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου ἀποστρέφεις ἀφ' ἡμῶν; καὶ βραχεῖα γὰρ ἀναβολὴ πρὸς τοῦτο, χρόνος ἐστὶ μακρότατος. Ἀλλ' ἐπίστρεψον πρὸς τοὺς ἀποστραφέντας τὰ σὰ προστάγματα. Εἶτά φησιν· Ὡς ἐπιλάμψασα ἡμῖν ἡ σὴ δεξιὰ, ἥλιος οὖσα δικαιοσύνης ἀρχὴν ἡμέρας νοητῆς κατεσκεύασεν, δι' ἧς ἐπληρώθημεν τοῦ ἐλέους τοῦ σοῦ, ὡς πάσας εὐφραίνεσθαι τὰς ἡμέρας, ἃς ἡμῖν τὸ φῶς σου ἐφώτισε τὸ ἀληθινὸν ἐμποιοῦν ἐν αἷς εἰσέρχεται καρδίαις ποικίλως. Καὶ μὴν ἀνατέλλον ἐν ταῖς πράξεσι καὶ νοήσεσι, πολλὰς ἐν ἡμῖν ἡμέρας ποιεῖ· ὡς ἀγαλλιωμένους λῦσαι τὸ τῶν κακωτικῶν ἡμερῶν σκυθρωπὸν, ἐν αἷς ἐταπεινώθημεν, αἰχμαλωσίᾳ παραδοθέντες διὰ κακίαν καὶ ἄγνοιαν, ἐν κακοῖς γεγονότες ἢ τοῖς ἐναντίοις τῶν κυρίως ἀγαθῶν, περὶ ὧν εἴρηται· ‹ Ἄφρων ἐν γέλωτι πράττει κακά· › ἢ τοῖς ἐπιπόνοις, περὶ ὧν εἶπεν Ἰὼβ, ‹ Εἰ τὰ ἀγαθὰ ἐκ χειρὸς Κυρίου ἐδεξάμεθα, τὰ κακὰ οὐχ ὑποίσομεν; › Ἐπίβλεψον τοίνυν ἐπὶ τοὺς δούλους σου, καὶ τοὺς κατὰ διδασκαλίαν καὶ μίμησιν ἀρετῆς γεννηθέντας ἡμῖν εὐτόνους καὶ ἄῤῥενας ὁδήγησον ἐπὶ τὴν τῆς σωτηρίας ὁδόν. Οὕτω γὰρ καὶ ἡ λαμπρότης σου ἔσται ἐφ' ἡμᾶς ἐκλάμψαντας ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ σου. Θαρῥοῦντες δὲ ἐφ' οἷς δεδράκασιν, ἀξιοῦσι κατευθυνθῆναι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν ἐπ' αὐτοὺς, ὅπερ ὁ φαῦλος οὐ βούλεται, λήθῃ δὲ μᾶλλον παραδοθῆναι.
fect.' And at the same time the prophets also who then spoke the truth concerning Him have been manifested, who might perhaps have been suspected before the outcome as not having been instructed in heart in the wisdom of God; such is the one who is made wise in mind, even if he err in uttered speech. For he will speak the truth, even though unskilled in speech, yet not in knowledge. It is also written 'bound.' For the fetters of wisdom do not permit one to walk apart from piety; for into these we have been commanded to put the feet of the soul. And they grow faint-hearted, saying: 'How long?' that is, dost Thou turn away Thy face and Thy right hand from us? For even a brief delay in this is a very long time. Yet turn towards those who have turned away from Thy commandments. Then he says: As Thy right hand, shining forth upon us, being the Sun of righteousness, prepared the beginning of an intelligible day, through which we were filled with Thy mercy, so as to rejoice all the days in which Thy true light illumined us, working variously in the hearts into which it enters. And indeed rising in deeds and thoughts, it makes many days in us, so that exulting we may undo the gloom of the evil days in which we were humbled, delivered over to captivity through wickedness and ignorance, having fallen either into evils, the opposites of what is properly good, concerning which it is said: 'A fool worketh evils in laughter,' or into toilsome things, concerning which Job said: 'If we have received good things from the hand of the Lord, shall we not endure evil things?' Look therefore upon Thy servants, and guide those who have been begotten by us through teaching and imitation of virtue, vigorous and manly, into the way of salvation. For thus shall Thy brightness also be upon us when we have shone forth as the sun in Thy kingdom. And being confident in what they have done, they ask to be directed, and the works of their hands upon them, which the wicked man does not wish, but rather that they be delivered to oblivion.
Στ. ζʹ. Ἅμα γὰρ τῷ θέλειν πλησιάσαι τῷ σπουδαίῳ, πίπτει ἡ φάλαγξ τῶν ἐναντίων· ‹ Ἐν τῷ ἐγγίζειν › γὰρ ‹ ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ›
Verse 7. For as soon as they wish to draw near to the earnest man, the phalanx of the adversaries falls; for 'When evildoers draw nigh against me to eat up my flesh, they that trouble me and mine enemies themselves grew weak and fell.'
Στ. γʹ. Θεολογίας καὶ θεοπτείας ὑπόθεσις τυγχάνων, τέλος ἔχει τὴν ἀλήθειαν, ἣν ἀναγγέλλειν προσήκει, οὐκ ἐξ ἐπιπολῆς καὶ ἐκ τῶν φανερῶν πραγμάτων, ἀλλ' ἐκ βαθέων καὶ ἀποκρύφων, διαγνώσεως ὑπερβολήν. Τὴν δὲ σοφίαν τὴν ἐν τοῖς τοιούτοις ὠνόμασεν νύκτα· φύσει γὰρ τὰ περὶ Θεοῦ εὐσεβῶς καὶ ὀρθῶς λεγόμενα, τῆς τῶν πολλῶν γνώσεως, διὰ μέγεθος δυνάμεως, ἀποδημεῖ. Νὺξ δέ ἐστι διὰ τὸ δυσκατάληπτον· αὕτη δὲ νὺξ ἀναφορὰν ἔχει πρὸς τὸ σκότος, ὃ ἔθετο ὁ Θεὸς ἀποκρυφὴν αὐτοῦ.
Verse 3. Being the subject of theology and contemplation of God, it has truth as its end, which it is fitting to declare, not superficially and from manifest things, but from deep and hidden things, an excess of discernment. And the wisdom in such matters he called 'night'; for by nature the things spoken piously and rightly concerning God depart from the knowledge of the many because of the greatness of their power. And it is night because it is hard to apprehend; and this night has reference to the darkness which God made His hiding-place.
Στ. ηʹ. Ὅτε οἱ ἁμαρτωλοὶ οἷα χόρτος ἀνατέλλουσιν, καὶ ἐνεργεῖται ἡ ἀνομία, καὶ ἡ πρὸς Θεὸν ἔχθρα αὐτῶν ἐπιτείνεται. Ἀγνοεῖται δὲ τοῦ Θεοῦ ὕψος καὶ μέγεθος, τυφλούσης τῆς κακίας τὸ ὄμμα τοῦ νοῦ τὸ δυνάμενον προσβάλλειν τῷ Κυρίῳ, ὅταν δὲ κατάλυσις
Verse 8. When sinners spring up like grass, and iniquity is wrought, and their enmity towards God is intensified. And the height and greatness of God is unknown, since wickedness blinds the eye of the mind that is able to reach out to the Lord; but when the destruction
PG 39:1501Read from the pageτῆς ἁμαρτίας γένηται, ὡς ἀπολέσθαι διὰ τὸ ἁμαρτάνειν ἐχθροὺς γεγενημένους Θεῷ, ἀπόλλυσθαι δέον αἳ τοιοῦ⟨ ⟩οἵ εἰσι, τὸ τηνικάδε ὁ Θεὸς ὁ ὕψιστος εἰς τὸν αἰῶνα εὑρεθήσεται τῷ καθαρθέντι νῷ.
of sin comes to pass, so that those who by sinning have become enemies to God perish, since it is fitting that such as they are perish, then God the Most High shall be found for ever by the purified mind.
Στ. ιʹ. Τῇ ἡμέρᾳ τῆς κρίσεως, ἁπάντων ἀνθρώπων ταπεινουμένων ἀφ' ἧς εἶχον ὑψαυχενίας ἐπὶ τοῖς προσκαίροις, ὑψοῦται Κύριος, μόνος βασιλεὺς ἁπάντων ἀποδεικνύμενος, ἀμέμπτως τε πάντων προνοησάμενος, καὶ διαταξάμενος τὰ ὅλα.
Verse 10. On the day of judgement, when all men are humbled from the haughtiness they had over temporary things, the Lord is exalted, being shown forth as sole King of all, having blamelessly provided for all and ordered all things.
Στ. γʹ. Οἱ μιμούμενοι ποταμοὶ τὸν ποταμὸν τὸν εὐφραίνοντα τὴν πόλιν τοῦ Θεοῦ, ἐπαίρουσι πρότερον τὴν σφῶν νόησιν· εἶτα τὰς φωνὰς τὰς ἑρμηνευούσας τὰ νοηθέντα αὐτοῖς· ὡς ἀπὸ τῆς τῶν πολλῶν τούτων ποταμῶν ὑδάτων φωνῆς, θαυμαστοὺς καὶ ἀποδοχῆς ἀξίους γενέσθαι διὰ μετανοίας καὶ ἀναλήψεως ἀρετῆς, τοὺς πάλαι δι' ἀλαζονίας καὶ πλούτου καὶ αὐθαδείας καὶ δοξαρίων μετεωρισμοὺς ὄντας τῆς τοῦ βίου τῶν ἀνθρώπων θαλάττης. Δυνατὸν δὲ καὶ τοὺς λόγους αὐτοὺς τῶν θεοπνεύστων Γραφῶν, Καινῆς τε καὶ Παλαιᾶς, ποταμοὺς, διὰ τὸ τίμιον καὶ ζωτικὸν καὶ καρποφορίας αἴτιον.
Verse 3. The rivers that imitate the river which makes glad the city of God lift up first their own understanding, and then the voices that interpret what they have understood; so that from the voice of these many waters of rivers, those who formerly through boastfulness and wealth and self-will and petty ambitions were the upliftings of the sea of human life become wonderful and worthy of acceptance through repentance and the recovery of virtue. It is also possible [to call] the words themselves of the divinely inspired Scriptures, both New and Old, rivers, because of what is precious and life-giving and productive of fruitfulness.
Στ. δʹ. Μετεωρισμὸν θαλάττης, κατὰ τὴν παροῦσαν διάνοιαν ὄντων τῶν καλουμένων πειρασμῶν, οἳ καὶ θαυμαστοὶ γενήσονται, σωτηρίας αἴτιοι ἀναφαινόμενοι ἀπὸ τῶν φωνῶν τῶν ποτίμων πολλῶν ὑδάτων. Ἔστι γοῦν ἰδεῖν ἐπὶ τοῖς πειρασμοῖς καὶ ἀγῶσι τούτοις νικητάς τινας ἀποδεικνυμένους. ‹ Μακάριος γὰρ ἀνὴρ, ὃς ὑπομένει πειρασμὸν, › καὶ τὰ ἑξῆς. — Ἐκ γὰρ τῶν πραγμάτων αὐτῆς, καὶ τῶν ἐν ἑαυτοῖς τῶν αὐτῶν ἐμβαινόντων, θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ αὐτῆς λογικῶς καὶ φρονίμως ἐταζόμενοι. — Ἐν τοῖς ὑψηλοῖς καὶ ἐπηρμένοις λόγοις θαυμαστὸς ὁ Κύριός ἐστιν· ὡς πιστοῦσθαι ἐπὶ τούτῳ τὰ μαρτύρια τὰ συγγενῆ τοῖς λεγομένοις δικαιώμασι καὶ νομίμοις.
Verse 4. Since the uplifting of the sea, according to the present sense, consists of what are called temptations, these too shall become wonderful, appearing as causes of salvation from the voices of the drinkable many waters. Indeed, it is possible to see some shown forth as victors in these temptations and contests: 'For blessed is the man that endureth temptation,' and what follows. — For from its affairs, and from those who enter upon the same things within themselves, its upliftings become wonderful when rationally and prudently examined. — In lofty and elevated words the Lord is wonderful; so that upon this are confirmed the testimonies akin to what are called statutes and ordinances.
Στ. εʹ. Οἶκος Θεοῦ πάντες οἱ προσηκάμενοι αὐτὸν εἰς ἑαυτούς· οἷς καὶ πρέπει ἀληθῶς τὸ ἅγιος εἶναι, οὐκ ἐπὶ μίαν καὶ δευτέραν, ἀλλ' ‹ εἰς μακρότητα ἡμερῶν· › Ὅθεν ὁ μυσταγωγὸς βουλόμενος τὸν οἶκον τοῦ Θεοῦ εἰς μακρότητα ἡμερῶν ἁγίασμα ἔχειν, φησίν· ‹ Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθείρει τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. › Πρέπει γὰρ ἀληθῶς ἡ ἁγιότης καὶ τὸ ἁγίασμα παντὶ τῷ γινομένῳ Θεοῦ οἴκῳ, ἵν' ὥσπερ Θεοῦ, ἅγιος· ἢ καὶ ὥσπερ ἅγιος, οὕτω καὶ Θεοῦ. — Οἶκον αὐτοῦ εἴτε τὴν αὐτοῦ σάρκα λέγοις, εἴτε τὴν Ἐκκλησίαν, εἴτε τοὺς ἀφιερωθέντας αὐτῷ, τούτων τὸ ἁγίασμα ‹ εἰς μακρότητα ἡμερῶν, › τουτέστιν εἰς αἰῶνα αἰώνων. Διόπερ οἱ ἄλλοι ἑρμηνευταὶ ‹ μήκη χρόνων › ἐκδεδώκασιν. Οὐ τοίνυν περὶ τοῦ ναοῦ τῶν Ἰουδαίων ἡ προφητεία ἐκλαμβάνεσθαι δύναται· τούτου γὰρ πάλαι καὶ πρόπαλαι καθαιρεθέντος, ἁγίασμα πῶς ἔσται ‹ εἰς μακρότητα ἡμερῶν; › Ἀλλ' ἡμεῖς, εἴπερ ἡμῖν
Verse 5. The house of God is all those who have received Him into themselves; whom it also truly befits to be holy, not for one or two days, but 'unto length of days.' Whence the mystagogue, wishing the house of God to have sanctification unto length of days, says: 'Know ye not that ye are the temple of God, and the Spirit of God dwelleth in you? If any man destroy the temple of God, him shall God destroy. For the temple of God is holy, which ye are.' For holiness and sanctification truly befit every one that becomes the house of God, so that as of God, he is holy; or even as holy, so also of God. — Whether you call His house His flesh, or the Church, or those consecrated to Him, the sanctification of these is 'unto length of days,' that is, unto ages of ages. Wherefore the other interpreters have rendered it 'lengths of times.' Therefore the prophecy cannot be understood concerning the temple of the Jews; for since that was long and long ago pulled down, how shall sanctification be 'unto length of days'? But we, if indeed we have
Notes, col. 1501
PG 39:1504Read from the pageπόθος ναὸς Θεοῦ προσαγορεύεσθαι, ἵνα ἐνοικοῦν τὸ Πνεῦμα τὸ ἅγιον ἔχωμεν, φυλάξωμεν τὸν ἁγιασμὸν ‹ εἰς ἡμερῶν μακρότητα. ›
longing to be called the temple of God, so that we may have the Holy Spirit dwelling within us, let us guard sanctification 'unto length of days.'
Στ. αʹ. Τῷ γὰρ ἀκριβῶς ἐπίστασθαι τῶν κρινομένων τὰ πράγματα, καὶ αὐτὴν τὴν πρόθεσιν τῶν ἐνεργούντων αὐτὰ, μετὰ παῤῥησίας ἐπάγει ἐκδικήσεις, τῶν ἄλλων κριτῶν ἔσθ' ὅτε σφαλλομένων, ὡς μὴ κατὰ ἀναλογίαν τῆς ποσότητος, τῶν ἁμαρτανομένων ἐπάγειν τὴν τιμωρίαν. Ἐφ' ᾧ καὶ αἰσχύνεσθαι συμβαίνει τὸν κρίνοντα, ὡς μὴ δεόντως ἐπιτιμήσαντα τοῖς ἑαλωκόσι τῇ κακίᾳ, μόνου παῤῥησιαζομένου, ἐν τῷ ἐκδικεῖν τοῦ λέγοντος· ‹ ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. › Ἀποδιδοὺς γάρ ἐστιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Verse 1. For by accurately knowing the affairs of those who are judged, and the very intention of those who do them, He brings vengeance with boldness, whereas other judges sometimes err, so as not to bring punishment in proportion to the measure of the sins committed. Wherefore it also happens that the judge is put to shame, as not having duly rebuked those convicted of wickedness, while He alone uses boldness in avenging who says: 'With what measure ye mete, it shall be measured to you again.' For He renders to each according to his works.
Στ. βʹ. Δεῖξον ἅπασι τῆς σῆς δεσποτείας τὸ ὑψηλὸν, καὶ κατάλυσον τὴν τῶν ἀλαζόνων ὀφρὺν, διδάσκων διὰ τῆς πείρας, ὅτι σὺ εἶ τῆς οἰκουμένης κριτὴς, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, καὶ τὴν ἁρμόζουσαν αὐτοῖς κόλασιν ἀποδιδούς. Ἀναδειχθείη ταῦτα πάντα καὶ εἰς τὴν Χριστοῦ ἐπιδημίαν. Τότε γὰρ ἐπαῤῥησιάσατο ἀναμάρτητος ἄνθρωπος γεγονὼς, καίτοι Θεὸς ἐκδικήσεως Κύριος ὤν. Ἀλλὰ καὶ τὴν γῆν ἔκρινεν, ἁμαρτίας πλήρη αὐτὴν ἀποδείξας, αὐτὸς ἁμαρτίαν οὐ ποιήσας, οὐδὲ γνοὺς ἁμαρτίαν. Διὸ καὶ ‹ ἀνταπέδωκε › τοῖς ὑπερηφανήσασιν αὐτὸν Φαρισαίοις, καὶ τοῖς ἀοράτοις ἐχθροῖς ἐπαρθεῖσιν ἐν τῷ σταυρῶσαι αὐτόν.
Verse 2. Show to all the loftiness of Thy sovereignty, and bring down the brow of the boastful, teaching by experience that Thou art the judge of the inhabited world, who resistest the proud and renderest to them fitting chastisement. All these things might also be referred to the advent of Christ. For then He spoke with boldness, having become a sinless man, although being the Lord God of vengeance. Moreover He also judged the earth, showing it to be full of sin, while He Himself did no sin, neither knew sin. Wherefore He also 'rendered a recompense' to the Pharisees who acted proudly against Him, and to the invisible enemies who were lifted up in crucifying Him.
Στ. κʹ. Σὺ δημιουργὸς ἡμῶν ὑπάρχων, καὶ δὴ καὶ φροντίζεις ἡμῶν, ὦ Δέσποτα. Ὅθεν εἴ τι πάρεστιν ἡμῖν ἀγαθὸν, ἴσμεν αὐτὸ ὅσον καὶ παρὰ σοῦ εἶναι. Ἀλλ' ἐπεὶ ὁρῶμεν φαύλους τινὰς κατὰ τῶν δικαίων φονῶντας, καὶ ἀθώους καταδικάζοντας, ἀναφθεγγόμεθα πρὸς σέ· Μὴ ἕτερος θρόνος βασιλείας σύνεστί σοι, ἢ προσέσεσθαί σοι, ὅτι ταῦτα κατὰ τῶν θεραπόντων ἐπιτελεῖται; Ἀλλ' οὐ πρόσεστί σοι ἀνομίας θρόνος· νόμον γὰρ τῶν πάντων βασιλέα ἀνέδειξας, καθ' ὃν τὸ πᾶν διοικεῖται.— Καὶ μετ' ὀλίγα· Θρόνος ἀνομίας ἡ μετὰ τυραννίδος ἀρχή. Διὸ καὶ ὠμότατος καὶ ἐπαχθὴς ὢν, βαρέα καὶ ἐπίμοχθα προστάττει, συμπράττων τοῖς προστάγμασιν αὐτοῦ κόπον. Ἀλλ' αἱ ἐντολαί σου Θεοῦ βαρεῖαι οὐκ εἰσὶ, κατὰ τὸν Ἰωάννην· ὅθεν καὶ ἀνωφερεῖς εἰσιν, ἀνυψοῦσαι καὶ μετεωρίζουσαι τὸν μεταποιούμενον. — Καὶ πάλιν· Διὸ κώλυσον αὐτοὺς τῆς ὠμοτάτης καθ' ἡμῶν ὁρμῆς. — Ἐπιμορφαζόμενοι δὲ καὶ τὸ κριταὶ καὶ δικασταὶ τυγχάνειν, καταδικάζουσιν ἀθώων αἷμα.
Verse 20. Being our Creator, Thou indeed also carest for us, O Master. Whence if we have any good thing, we know that all of it is from Thee. But since we see certain wicked men raging for blood against the righteous and condemning the innocent, we cry out to Thee: Is there another throne of kingdom with Thee, or shall it be joined to Thee, that these things are carried out against Thy servants? Nay, no throne of iniquity is joined to Thee; for Thou hast appointed law as king over all, according to which the universe is governed. — And a little later: A throne of iniquity is rule with tyranny. Wherefore, being most cruel and oppressive, it commands heavy and toilsome things, joining labour with its commands. But Thy commandments of God are not heavy, according to John; whence also they are upward-bearing, lifting up and elevating the one who lays hold of them. — And again: Therefore hinder them from their most cruel onset against us. — And pretending even to be judges and magistrates, they condemn the blood of the innocent.
Στ. γʹ. Θεοὺς λέγει οὓς ἀγγέλους ἡ Γραφὴ καλεῖ· βασιλεύει δὲ κἀκείνων γενομένων θεῶν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ γεγένηται.
Verse 3. He calls gods those whom Scripture calls angels; and He reigns also over those who have become gods, unto whom the word of God came.
Στ. δʹ. Πάσης τῆς γῆς ἐπιδραττόμενος ὁ λόγος, κατὰ τὸν τῆς προνοίας λόγον, ἐν τῇ χειρὶ ἑαυτοῦ ἔχει τὰ λεγόμενα τῆς γῆς πέρατα· ἡ κατάσχεσ⟨ι⟩ς γὰρ
Verse 4. The Word, laying hold of the whole earth according to the principle of providence, holds in His own hand what are called the ends of the earth; for the possession
PG 39:1505Read from the pageαὐτοῦ τὰ πέρατα τῆς γῆς ἐστιν. — Ὁρῶν ὄντων τῶν διῃρημένων, βίῳ γὰρ καὶ φρονήματι, θεοσεβῶν ἀνδρῶν. Κατ' ἐξαίρετον δὲ αὐτοῦ εἰσιν ὑπερέχοντες, οὓς ὑψηλὰ τῶν ὀρέων προσηγόρευσεν.
of Him is the ends of the earth. — The mountains being those who are distinguished, for in life and mind [they are] pious men. And in an especial manner His own are those who excel, whom He called the heights of the mountains.
Στ. ηʹ. Ταύτας τὰς λέξεις ἕως τοῦ τέλους τοῦ ψαλμοῦ, ὑπὸ τοῦ ἁγίου Πνεύματος εἰρῆσθαι φήσας ὁ Ἀπόστολος, ἔθηκεν αὐτὰς ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ἁμωσγέπως, καὶ ἑρμηνείαν αὐταῖς ἐπαγαγών. Ἡρμήνευσε δὲ τὸ ‹ σήμερον › εἰς τὸν πάντα τὸν ἐνεστηκότα αἰῶνα, ἀναφέρων αὐτῷ· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ ‹ σήμερον. ›
Verse 8. The Apostle, having said that these words unto the end of the psalm were spoken by the Holy Spirit, placed them in the Epistle to the Hebrews, somehow also adding an interpretation to them. And he interpreted 'today' as the whole present age, referring to it; for each day of the age is signified through 'today.'
Στ. ιʹ. ‹ Προσώχθισα· › προσκορὴς, φησὶν, ἐγενόμην, οὐ πάσῃ γενεᾷ, ἀλλ' ἐκείνῃ ἀεὶ πλάνῃ συμβιούσῃ, διὰ τὸ μὴ ἐθέλειν γνῶσιν ἔχειν Θεοῦ. Ἔφη τὸν Θεὸν ὀργισθέντα ὀμῶσαι μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ταῦτα δὲ ἐν ἑβδομηκοστῷ ἑβδόμῳ εἰπὼν, ἐξηγησαμένου δὲ καὶ Παύλου ταύτην τὴν λέξιν, οὐδὲ πλέον τῶν τότε ῥηθέντων ἐροῦμεν. Ταῦτα δὲ καὶ ἡμᾶς διαδέξονται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰσέτι καὶ νῦν κατὰ τὴν σήμεραν ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες, σκληρύνομεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ ἡμᾶς ὀργὴ Θεοῦ, καὶ ἀποπεσούμεθα τῆς παρ' αὐτοῦ καὶ σὺν αὐτῷ ἀναπαύσεως.
Verse 10. 'I was grieved': I became weary, He says, not of every generation, but of that one which continually lived in error, because it would not have the knowledge of God. He said that God in His wrath swore that they should not enter into His rest. Having spoken these things in the seventy-seventh [psalm], and Paul also having expounded this saying, we shall say nothing more than what was then spoken. And these things shall also await us, if, while hearing the voice of God still even now on this present day calling us back, we harden our own hearts; for the wrath of God shall overtake us, and we shall fall away from the rest that is from Him and with Him.
Στ. αʹ. Λεκτέον οὖν περὶ τῆς τοιαύτης εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως τοῦ οἴκου, προφητικωτέραν τὸν Δαυῒδ τεθεωρηκότα τὴν ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τὴν ᾠδὴν πεποιηκέναι. ᾌδουσι δὲ τὴν ᾠδὴν οἱ τὸν παλαιὸν ἄνθρωπον ἐκδυσάμενοι καὶ τὸν νέον ἐνδυσάμενοι τὸν ἀνανεούμενον εἰς τὸ γενέσθαι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, τῷ μαθητεύεσθαι τῇ Καινῇ Διαθήκῃ, τὴν καινότητα τῆς Χριστοῦ διαθήκης καὶ διδασκαλίας προσηκάμενοι.
Verse 1. It must be said, then, concerning such a restoration of the house to its ancient state, that David, having beheld it in a more prophetic manner, composed the song concerning the dedication of the house. And they sing the song who have put off the old man and put on the new man who is renewed unto becoming according to the image of Him that created him, by being schooled in the New Covenant, having received the newness of the covenant and teaching of Christ.
Στ. βʹ. Οὗτοι οὖν πάντες οἱ ᾄδοντες τῷ Θεῷ, πρὸς τὸ ᾄδειν αὐτῷ καὶ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ προστάττονται· διὰ γὰρ ἔργων ἀγαθῶν καὶ γνώσεως τῆς ἀληθείας εὐλογεῖ τις καὶ δοξάζει τὸ ὄνομα τοῦ Θεοῦ.
Verse 2. All these, therefore, who sing unto God are commanded to sing unto Him and bless His name; for through good works and knowledge of the truth a man blesses and glorifies the name of God.
Στ. γʹ. Περὶ ὧν ἐν λθʹ ψαλμῷ πρὸς Θεὸν εἴρηται· ‹ Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. › Τὸν τούτων τῶν θαυμάτων αἴτιον ὑμνῶν Ἠσαΐας ὁ προφήτης φησίν· ‹ Κύριος ὁ Θεὸς δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου· ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθεινήν. › Θεὸς γὰρ ὁ Σωτὴρ θαυμαστὰ πεποίηκεν, ἐλευθερώσας πᾶσαν ψυχὴν ὑπὸ τοῦ διαβόλου καταπονουμένην. — Καὶ μετ' ὀλίγα· Εἰ δὲ καὶ τὰς τεραστίους δυνάμεις εἶναι βούλεται, τὰ ἐπαγγελλόμενα τοῖς λαοῖς θαυμάσια, καθ' ἃ Ἰησοῦς νεκροὺς ἤγειρε, καὶ τυφλοὺς εἰς ὄψιν ἀποκαθιστᾷ, καὶ εἴ τι ἄλλο τοιοῦτο ἀναγέγραπται, οὐχ ἁμαρτάνεις.
Verse 3. Concerning which things it is said unto God in the thirty-ninth psalm: 'Many are Thy wondrous works which Thou hast done, O Lord my God.' Praising in song the Author of these wonders, Isaiah the prophet says: 'O Lord God, I will glorify Thee, I will sing unto Thy name; for Thou hast done wonderful things, an ancient true counsel.' For God the Saviour hath done wonderful things, having freed every soul oppressed by the devil. — And a little later: And if he wishes the wondrous works proclaimed to the peoples to be also the miraculous powers, according to which Jesus raised the dead and restored the blind to sight, and whatever else of the kind is recorded, thou dost not err.
Στ. αʹ. Τοῦ ἱκανοῦ χειρί. Οὗτος δέ ἐστιν ὁ πνευματικὸς Δαβὶδ, ὁ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα
Verse 1. By the hand of the sufficient one. And this is the spiritual David, who is from his seed according to the flesh
Notes, col. 1505
On the reading
Printed σήμεραν, for σήμερον.
Printed ἀληθεινήν, for ἀληθινήν.