διάνοιαν· ‹ Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεως σου. › Ὁ δὲ μὴ οὕτω διακείμενος, οὐ δύναται εἰπεῖν ἀληθεύων, ‹ Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. › Ὁ δὲ προφήτης, πνευματικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προειδὼς, οὐκ ἐξομολογεῖται μόνον ‹ ἐν ὅλῃ καρδίᾳ, › ἀλλὰ καὶ διηγεῖται αὐτοῦ ‹ πάντα τὰ θαυμάσια, › κοινωνοὺς τοὺς ἀκούοντας τῆς ὑμνῳδίας ποιούμενος. Ἀνατραπέντων γὰρ τῶν ἐχθρῶν μου ὀπίσω μου καὶ ἀπολομένων ἐκ προσώπου σου, τὰς σὰς ᾄδων εὐεργεσίας διατελῶ· καὶ ‹ εὐφραινόμενος ἐν σοὶ › τῷ Θεῷ μου, ἔχων χαρὰν τὸν καρπὸν τοῦ πνεύματος· ‹ καὶ ψαλῶ τῷ ὀνόματί σου › ὑψηλῶς καὶ ἐπηρμένως θεωρήσας ἃ διηγοῦμαι θαυμάσιά σου. Ταῦτα δὲ ὁ προφήτης ὑπὲρ τῆς ἀνθρωπείας διεξέρχεται φύσεως, ἅτε δὴ τοῦ ἀλάστορος ἀπαλλαγείσης, καὶ τὴν ἐλευθερίαν διὰ τῆς θείας φύσεως δεξαμένης. Οὐ γὰρ ὡς τινες ὑπέλαβον ἐξ αὐτοῦ τοῦ Σωτῆρος οὗτος εἴρηται ὁ ψαλμὸς, ἀλλὰ μᾶλλον πρὸς αὐτὸν ὡς πρὸς εὐεργέτην ὑπὸ τῶν εὖ πεπονθότων, ὡς αὐτὰ διδάξει τὰ ῥήματα, ‹ Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. › Τίνα τρόπον; ‹ Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. › Καὶ ψῆφον ὁποίαν ἐξήνεγκεν; ‹ Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. › Οὐ γὰρ ἠνέσχου, φησὶν, ἐπὶ πλεῖστον περιϊδεῖν τῶν ἀνθρώπων τὴν φύσιν ὑπὸ τοῦ πικροῦ τυράννου δουλουμένην κακῶς· ἀλλ' οἷόν τις δικαστὴς ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ φοβεροῦ βήματος προκαθίσας, τοιαύτην αὐτῷ τιμωρίαν ἐπήνεγκας· ὥστε λήθῃ παντελεῖ τούτου παραδοθῆναι τὴν μνήμην. Τὸ δὲ, ‹ Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβὴς, › ταύτην ἔχει τὴν διάνοιαν· Διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους τῶν τῆς ἀληθείας κηρύκων, προσήνεγκεν τοῖς ἔθνεσιν τὰ θεῖα διδάγματα· ἐκείνων δὲ δεξαμένων, καὶ τῆς πλάνης ἀπαλλαγέντων, ἀπώλετο ἀσεβὴς, τοὺς ἀπατωμένους καὶ προσκυνοῦντας οὐκ ἔχων. Οὕτω Βαρνάβας καὶ Παῦλος θῦσαι πειραθεῖσι Λυκάοσιν ἐπετίμησαν βοῶντες· ‹ Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων πρὸς τὸν Θεὸν ὑμᾶς ἐπιστρέφοντες. › Οὕτω Γαλάταις ὁ μακάριος ἐπετίμησεν Παῦλος βοῶν· ‹ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; › Οὕτω Κορινθίοις· ‹ Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται; › — ‹ Ἐπετίμησας › τοίνυν ‹ ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβὴς, τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. › παντελεῖ παρεδόθησαν ὡς μηδένα τῶν νῦν ἀνθρώπων
mind: ‹For thou shalt love,› it says, ‹the Lord thy God with all thy heart, and with all thy soul, and with all thy strength.› He who is not thus disposed cannot say truthfully, ‹I will confess unto Thee, O Lord, with my whole heart.› But the prophet, foreseeing with spiritual eyes the things to come, not only confesses ‹with his whole heart,› but also declares ‹all His wondrous works,› making his hearers partakers in the hymnody. For when my enemies are turned back behind me and perish from Thy face, I continue singing of Thy benefactions; and ‹rejoicing in Thee› my God, having joy as the fruit of the spirit; ‹and I will sing psalms to Thy name› having contemplated on high and loftily Thy wondrous works which I declare. And the prophet goes through these things on behalf of human nature, inasmuch as it has been delivered from the avenging demon and has received freedom through the divine nature. For this psalm is not spoken by the Saviour Himself, as some supposed, but rather to Him as to a benefactor by those who have received good, as the very words will teach: ‹Because Thou hast executed my judgement and my cause.› In what manner? ‹Thou hast sat upon a throne, Thou Who judgest righteousness.› And what sentence did He pronounce? ‹Thou hast rebuked the nations, and the ungodly has perished; his name Thou hast blotted out for ever, and unto ages of ages.› For Thou didst not endure, he says, to overlook for very long the nature of men being evilly enslaved by the bitter tyrant; but like some judge presiding upon a lofty throne and fearful judgement-seat, Thou didst inflict such a punishment upon him that his memory was given over to utter oblivion. And the saying, ‹Thou hast rebuked the nations, and the ungodly has perished,› has this sense: Through the sacred apostles, and the heralds of the truth after them, He brought the divine teachings to the nations; and when they received them and were delivered from error, the ungodly one perished, having none deceived and worshipping him. Thus Barnabas and Paul rebuked the Lycaonians who attempted to sacrifice, crying: ‹Why do ye these things, sirs? We also are men of like passions with you, turning you from these vain things unto God.› Thus blessed Paul rebuked the Galatians, crying: ‹O foolish Galatians, who hath bewitched you, before whose eyes Jesus Christ was openly set forth crucified?› Thus to the Corinthians: ‹Is fornication at all heard of among you, such as is not even named among the nations?› — ‹Thou hast rebuked,› therefore, ‹the nations, and the ungodly has perished; his name Thou hast blotted out for ever, and unto ages of ages.› [Full-width continuation line:] they were given over to utter [oblivion] so that none of the men of today
Στ. ςʹ. Ἡ τοιαύτη κάθισις κριτὴν αὐτὸν σημαίνει, ἀλλ' οὐ τὸ ἐπί τινος καθέδρας ἱδρῦσθαι. Ἐπίστησον, εἰ χώραν ἔχει ἔτι εἰπεῖν, ἐπιτιμηθέντων τῶν ἐθνῶν, ἀπόλλυσθαι ἀσεβῆ τὸν ἄθεον τρόπον αὐτῶν, ὥστε μηκέτι χρηματίζειν αὐτούς. Συμβήσεται δὲ τοῦτο, πλη-
Verse 6. Such sitting signifies Him to be a judge, and not to be seated upon some chair. Consider whether it has place further to say that, when the nations are rebuked, their ungodly, godless way perishes, so that they no longer bear that name. And this will come to pass, when