PG 39:1140Read from the pageΤοῦτο καὶ ἀλλαχοῦ εἴρηται, Πρὶν ἐξετάσῃς, μὴ μέμφου. Μέγα δὲ καὶ τὸ ἐπίταγμα τὸ, Μὴ εἴη ἄδικον· οὐ γὰρ μικρὸν, ἐν λόγῳ μὴ πταίειν. Προτρεψάμενος δὲ αὐτοὺς σχολάσαι τῇ περὶ αὐτοῦ ἐξετάσει, ὅπερ διὰ τοῦ, Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, ἡρμήνευσεν· εἶτα εὐπαῤῥησίαστον προφέρει λόγον, φάσκων· Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἠρέμα παρακρινῶν [γρ. παρακινῶν] [ἴσ. κατακρίνων] αὐτοὺς, ἐξ ἧς εἶχον περὶ αὐτοῦ διαλήψεως, ὡς δι' ἁμαρτίας πεπονθότος· καὶ ἄλλως ὑποσημαίνων αὐτοῖς, ὡς οὐ πρὸς ἀσύνετον [ἴσ. suppl. πρᾶγμα] ἔχουσιν, ἵν' ἐκ τούτου εἰς τὴν περὶ αὐτοῦ σκέψιν αὐτοὺς διεγείρῃ, ὥστε φρονίμως καὶ συνετῶς ταύτῃ χρήσασθαι.
This has also been said elsewhere, Before you examine, do not blame. Great too is the injunction, Let there be no unrighteousness; for it is no small thing not to stumble in speech. Having exhorted them to devote leisure to the examination concerning him, which he expressed through, Sit down now, and let there be no unrighteousness; then he puts forward a bold speech, saying: For there is no unrighteousness in my tongue; gently judging [var. stirring up; perhaps: condemning] them for the conception they held concerning him, as having suffered on account of sins; and in another way hinting to them that they do not have to do with a senseless [perhaps supply: affair], in order that from this he may rouse them to reflection concerning him, so as to employ it prudently and intelligently.
ΚΕΦ. Ζʹ, στ. ιʹ. Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ' οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
Chapter VII, verse 10. For if a man goes down into Hades, he shall no more come up, nor shall he return to his own house, nor shall his place know him any more.
Διδύμου. Ἄλλοι [γρ. Τινὲς] δέ φασιν, ὅτι οὐ παραινούμενος [ἴσ. παραιρούμενος] τὴν ἀνάστασιν, τοῦτο λέγει· ἀλλὰ πρῶτον μὲν τὸ τῶν ἀνθρώπων ἐπίκηρον δεικνύς· ἔπειτα, ὅτι ὁ ἅπαξ ἀποθανὼν, εἰς τόνδε τὸν φθαρτὸν βίον οὐχ ὑποστρέψει, οὐδὲ τὰ συνήθη πράττων ἐπιγνωσθήσεται· ὥστε τῷ, Οὐκέτι οὐ μὴ ἀναβῇ ἐξ ᾅδου, συναπτέον τὸ, Εἰς τὸν ἴδιον οἶκον οὐκ ἐπιστρέψῃ· ἵνα εἴπῃ, ὅτι Ἀναβιώσεται μὲν, οὐ μὴν εἰς τὸν ἑαυτοῦ οἶκον ἐπιστρέψει. Ἀλλ' αὕτη μὲν ἡ ἑρμηνεία πιθανὴ, ἀληθεστέρα δὲ ἡ προτέρα, ὅτι ἠγνόει τὰ περὶ τῆς ἀναστάσεως ὁ δίκαιος· ὅθεν καὶ πλέον ἐστὶ θαυμαστὸς, ὅτι μηδὲν τοιοῦτον ἐλπίζων, οὕτω τὴν ἄκραν ἀρετὴν κατώρθωσεν.
Didymus. Others [var. Some] say that he says this not as rejecting [perhaps: taking away] the resurrection; but first showing the mortality of men; secondly, that he who has once died will not return to this corruptible life, nor be recognized doing his accustomed deeds; so that to, He shall no more come up out of Hades, must be joined, He shall not return to his own house; in order that he may say, He will indeed live again, yet will not return to his own house. But this interpretation is plausible, while the former is truer, that the righteous man was ignorant of the things concerning the resurrection; whence he is even more worthy of admiration, because hoping for no such thing, he thus achieved the summit of virtue.
ΚΕΦ. Ηʹ, στ. ιαʹ. Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ; ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου ; ἔτι ὂν, κ. τ. λ.
Chapter VIII, verse 11. Does papyrus flourish without water? or shall bulrush grow tall without drink? while it is yet, etc.
Διδύμου. Εἰ δὲ χρὴ καὶ κομψότερον περὶ τούτων διαλαβεῖν· Τῷ ὄντι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑφεστηκότα γίνεται. Ἡ γὰρ ἐλπὶς οὐδὲν ἕτερόν ἐστι κατὰ γένος, ἢ προσδοκία ἀγαθῶν· καὶ ὁ φοβούμενος δὲ προσδοκᾷ, ἀλλ' οὐχ ἀγαθά. Κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. Ἐπεὶ οὖν οὐχ ὑφεστηκότα πράγματα οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλλυται αὐτῶν ἡ ἐλπίς. Ὡς γὰρ μένουσιν, τοῖς ἡδέσι χρῶνται, καὶ ἐν τούτοις ματαίαν ἔχουσιν ἐλπίδα. Καὶ ὁ μὲν δίκαιος ἐν τῇ αὐτοῦ ἀρετῇ, ὡς ἐν οἰκίᾳ, μένων, οὐδέποτε ἕξει τὴν τοιαύτην οἰκίαν ἀοίκητον· Ἡ δικαιοσύνη γὰρ αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ δὲ φαῦλος, ταύτης μὴ ἀντεχόμενος, οὐκ οἰκοδομεῖ αὐτὴν, οὐδὲ μένει ἐν αὐτῇ. Πάλιν ἡ ἀράχνη ποικιλίαν ἐπιδείκνυται, ἐξ ὑφάσματος φυσικοῦ κατεσκευασμένη, ῥᾷστα δὲ διαλύεται, ἐπιψαύσαντός τινος. Τὰ τῶν φαύλων οὖν ἔργα, καὶ ἡ κατασκευὴ τῆς πολιτείας, ἀράχνῃ ἔοικεν οὐχ ὑφισταμένῃ. Ῥᾷστα γὰρ ἡ τῶν φαύλων ἐπίνοια, σκηνὴ ὀνομαζομένη, καταπίπτουσα, εὐάλωτός ἐστιν οὕτως, ὡς μηδὲ δοκεῖν γεγονέναι ποτέ.
Didymus. And if one ought to treat these things more subtly: In truth the hope of the impious is not concerning subsisting things. For hope is nothing else in kind than expectation of good things; and he who fears also expects, yet not good things. For fear is expectation of evils, whereas hope is of good things. Since then the impious expect things that do not subsist, their hope perishes. For they use pleasant things as if abiding, and in these they have a vain hope. And the righteous man, abiding in his own virtue as in a house, will never have such a house uninhabitable: For his righteousness abides for ever; whereas the wicked man, not clinging to it, neither builds it nor abides in it. Again, the spider displays variety, fashioned from a natural web, yet is very easily dissolved when someone touches it. The works of the wicked, therefore, and the structure of their way of life, resemble a spider's web that does not subsist. For the contrivance of the wicked, called a tent, falling down very easily, is so readily captured as not even to seem ever to have existed.
PG 39:1141Read from the pageὭσπερ ἄνευ ὕδατος οὐ πληθυνθήσεται ἕλος· οὕτως ἀδύνατον μὴ δεχόμενον ἐν διανοίᾳ ὠφέλειαν τῶν κρειττόνων, καρπὸν προενεγκεῖν ὠφέλιμον. Ἁρμόσει δὲ τὸ ῥητὸν καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ὅτι καθάπερ ἀπὸ ὕδατος ὑπὸ τῆς προνοίας ταῦτα ἀρδεύεται, ἧς μὴ ἐπιούσης, ῥᾳδίαν ταῦτα καὶ εὐμάραντον ἕξει τὴν διάλυσιν. Πᾶν γὰρ, κἂν μικρὸν, κἂν μέγα ᾖ, τὸ ἐν τῷ βίῳ, ὑπὸ πρόνοιάν ἐστι· ξηραίνεται δὲ, εἰ μὴ αὕτη ἐποπτεύοι.
Just as without water a marsh will not be multiplied, so it is impossible for one not receiving in mind the benefit of higher things to bring forth useful fruit. And the saying will also fit human affairs, that just as by water these things are irrigated by providence, and if it does not come upon them, they will have an easy and swift-withering dissolution. For everything, whether it be small or great, that is in life is under providence; and it dries up if this does not watch over it.
Στ. ιζʹ. Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται· ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν.
Verse 17. He lies down upon a heap of stones, and shall live in the midst of pebbles; if he swallows it down, the place shall belie him.
Διδύμου. Ὑψηλότερον δὲ εἰπεῖν· Οἶκός ἐστι λίθων σύνθεσις κατὰ τέχνην, πρὸς ἑτέρους ἕνωσιν ἔχων [ἴσ. ἐχόντων]· τοιοῦτον ἡ ἀρετὴ, καὶ ἡ ἁγιότης, καὶ αὐτὴ ἡ μετουσία τοῦ Πνεύματος· ἐσκορπισμένον δέ τι, ἡ συναγωγὴ τῶν λίθων, καὶ μίξις τῶν χαλίκων, παραπλησίον τῇ κακίᾳ, τῇ μὴ ἐχούσῃ ἕνωσιν, ἀλλ' ἀταξίαν. Ὁ ἀσεβὴς οὖν ἅπασαν τὴν διαγωγὴν ἐν οἴκῳ κακίας ἔχει, διαλελυμένος, κατὰ τοὺς ἔξω τῆς οἰκοδομῆς λίθους, οἳ οὐχ ἁρμόζουσι τῇ οἰκοδομῇ τοῦ πύργου, κατὰ τὸν Ποιμένα· οὐδ' ἀκούουσιν· Ὑμεῖς δὲ ἐποικοδομεῖσθε ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
Didymus. And to speak more loftily: A house is a putting together of stones according to art, having [perhaps: of stones having] union with others; such is virtue, and holiness, and the very participation of the Spirit; whereas a scattered thing is the heap of stones and mixture of pebbles, akin to wickedness, which has not union but disorder. The impious man therefore has his whole manner of life in a house of wickedness, dissolved, like the stones outside the building, which do not fit into the building of the tower, according to the Shepherd; nor do they hear: You are built up upon the foundation of the apostles and prophets.
Στ. ιθʹ. Ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον.
Verse 19. And out of the earth He will cause another to sprout up; for the Lord will by no means reject the guileless man.
Διδύμου. Ἐπιμείνας τῇ τροπῇ τῶν βοτανῶν, τὸ, ἀναβλαστήσειν, τέθεικεν. Ἄκακον δὲ ἐνταῦθα λέγει, οὐ τὸν εὐήθη, ἀλλὰ τὸν μὴ ἔχοντα κακίαν· ἀμφότερα γὰρ σημαίνει τὸ ὄνομα. Ὅταν μὲν γὰρ λέγῃ περὶ τῶν αἱρετικῶν, ὅτι Διὰ τῆς χρηστολογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων, ἀκάκους καλεῖ τοὺς εὐήθεις, τοὺς βραδεῖς τὴν νόησιν· ὅταν δὲ λέγῃ· Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, τοὺς δικαίους σημαίνει· καθάπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἐκτίλλει μὲν τὸν φαῦλον ὁ Κύριος, φυτεύει δὲ ἀντ' ἐκείνου τὸν ἄκακον· ἐκεῖνον μὲν γὰρ τιμωρεῖται. Εἰ δέ τις εἴη εὐσεβὴς, καὶ τῆς καθ' ἑτέρων κακίας ἀπέχεται, εἰ καὶ ἐν ἐσχάτοις ἐξετασθείη, πλείστης γοῦν αὐτῷ τῆς οἰκείας προνοίας μεταδίδωσι.
Didymus. Continuing in the metaphor of plants, he has set down, will sprout up. And he says guileless here, not meaning the simple-minded, but him who has no malice; for the word signifies both. For when he says concerning heretics, Through fair speech they deceive the hearts of the simple, he calls simple those who are simple-minded, slow of understanding; but when he says, The guileless and upright clave to me, he signifies the righteous; just as here too he says that the Lord plucks up the wicked man, and plants the guileless man in his stead; for that one He punishes. But if someone be pious, and abstains from malice against others, even if he be tried in the last extremity, at all events He imparts to him most abundantly of His own providence.
Στ. κα. Πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. Ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως.
Verse 21. And every gift of an impious man He will not accept. But the mouth of the truthful He will fill with laughter, and their lips with confession.
Διδύμου. Ἀληθινός ἐστιν ἐκεῖνος, ὁ μὴ ὑποκρινόμενος μηδὲ ἐπιμορφιζόμενος τὴν ἀρετὴν, ὁ μὴ σχηματιζόμενος σωφροσύνην, ἀλλὰ σώφρων ὢν, τὸ δίκαιον δικαίως διώκων. Τούτων οὖν τῶν ἀληθινῶν τὸ στόμα ἐμπλήσει ὁ Θεὸς γέλωτος, τουτέστιν ἀγαλλιάσεως. Ἀντὶ δὲ, τῆς ἐξομολογήσεως, ἀλαλαγμοῦ εἶπον οἱ ἄλλοι.
Didymus. Truthful is that man who does not play the hypocrite nor put on a semblance of virtue, who does not feign sobriety, but being sober, pursues what is righteous righteously. Of these truthful ones, therefore, God will fill the mouth with laughter, that is, exultation. And instead of confession, the others said shouting.
ΚΕΦ. Θʹ, στ. εʹ. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ.
Chapter IX, verse 5. Who makes the mountains old, and they know it not, who overturns them in wrath.
Διδύμου. Οἶδα καὶ ἄλλα ὄρη, Μωϋσέα καὶ τοὺς προφήτας, Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Χριστὸς παλαιοῖ τὴν πρώτην Διαθήκην, καὶ οὐκ οἴδασιν Ἰουδαῖοι, πρὸς οὓς εἴρηται· Εἰ ἐπιστεύετε Μωϋ-
Didymus. I know other mountains too, Moses and the prophets: I lifted up my eyes to the mountains. Christ makes old the first Covenant, and the Jews know it not, to whom it was said: If you believed Mo-
PG 39:1144Read from the pageσῇ, ἐπιστεύετε ἂν ἐμοί. Ὁ αὐτὸς δὲ καὶ κατέστρεψε τὰ μέχρι γράμματος ὄρη τῆς Ἱερουσαλὴμ καὶ τὸ ἁγίασμα· ὁ αὐτὸς δὲ καὶ τὸν ἥλιον ἀμαυροῖ τῇ ἑαυτοῦ λαμπρότητι, καὶ τοὺς ἀστέρας. Βαβαί! Οἷα λέγει ἄνθρωπος νοσῶν καὶ ἑλκωμένος, ὄστρακον ἔχων, καὶ τὸν ἰχῶρα ξέων, ἄνθρωπος ἐπὶ κοπρίας καθεζόμενος! Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασι. Τίνες οὖν εἰσιν οἱ λόγοι, ἴδωμεν· καὶ περὶ ποίων ὀρέων παλαιουμένων, καὶ ὑπὸ [ἴσ. ἐπὶ] τίνων, Καὶ οὐκ οἴδασιν. Ἦλθεν Ἰησοῦς ὁ καταστρέφων τὴν κατὰ τὸ γράμμα ἐκδοχὴν, καὶ τοὺς ταύτῃ μετὰ τὴν χάριν ἐμμένοντας, περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργή· τὰ πεπαλαιωμένα κατεστράφη, πεπαλαίωται τὰ τοῦ γράμματος, ἀνακεκαίνωται τὰ τοῦ πνεύματος, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Παράδοξον ὁ Ἰησοῦς πεποίηκεν ἐλθὼν, τοὺς αὐτοὺς προφήτας καὶ πεπαλαίωκε, καὶ ἀνεκαίνισεν.
ye would have believed Me. And the same also overthrew the mountains of Jerusalem that reach as far as the letter, and the sanctuary; and the same also dims the sun by His own brightness, and the stars. Alas! What things a man says who is sick and covered with sores, holding a potsherd and scraping his discharge, a man sitting upon a dunghill! Who makes the mountains old, and they know not. What then are the words, let us see; and concerning what mountains that are made old, and concerning [perhaps: upon] whom, And they know not. Jesus came, who overthrows the interpretation according to the letter, and those who abide in it after grace, concerning whom the Apostle says: Wrath has come upon them (1 Thess. 2:16); the things that had grown old were overthrown, the things of the letter have grown old, the things of the spirit have been renewed, so that we serve in newness of spirit, and not in oldness of the letter (Rom. 7:6). Jesus has done a marvellous thing in coming: He has both made old and renewed the same prophets.
Στ. ςʹ. Ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται.
Verse 6. He who shakes that which is under heaven from its foundations; and its pillars are shaken.
Διδύμου. Κομψότερον δέ τινες· Οἱ στῦλοι ἦσαν τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ οἱ ἀπόστολοι. Οὗτοι γὰρ παρὰ τὸν καιρὸν τοῦ πάθους Ἰησοῦ ἐσαλεύθησαν· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Σεισμοὶ δὲ πολλάκις γεγόνασιν ἐπὶ τῆς γῆς· ἀλλ' οἱ γενόμενοι σεισμοὶ, καὶ πρὸ Χριστοῦ, καὶ μετὰ Χριστὸν, ἐκ μέρους γεγόνασιν· ἐπὶ δὲ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ οὐ γέγονε μερικὸς [γρ. μικρὸς] ὁ σεισμὸς, ἀλλ' ὅλη ἡ γῆ ἐσείσθη ἐξ αὐτοῦ τοῦ κέντρου.
Of Didymus. Some say more subtly: The pillars were the apostles of my Lord Jesus Christ. For these were shaken at the time of the Passion of Jesus: All of you shall be offended in Me this night (Mark 14:27). Now earthquakes have happened many times upon the earth; but the earthquakes that occurred both before Christ and after Christ occurred in part; whereas under my Lord Jesus Christ the earthquake was not partial [reading: small], but the whole earth was shaken from its very centre.
Στ. ζʹ. Κατὰ δὲ ἄστρων κατασφραγίζει.
Verse 7. And against the stars He sets a seal.
Διδύμου. Φέρεται δὲ, ὅτι κατὰ τὸν καιρὸν τοῦ πάθους, ἐν ταῖς τρισὶν ὥραις ἐν αἷς ὁ ἥλιος ἐξέλιπε, τηνικαῦτα καὶ ἀστέρες ἐφάνησαν, ὡς ἐν νυκτί.
Of Didymus. And it is reported that at the time of the Passion, during the three hours in which the sun failed, stars also appeared then, as in the night.
Στ. ιγʹ. Ὑπ' αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν.
Verse 13. By Him the sea-monsters under heaven were bowed down.
Διδύμου. Πρὸς μὲν τὸ ῥητόν· Καὶ τὰ κήτη ἀνυπότακτα ἦν ἀνθρώποις, καὶ τὰ ἄλλα ἰοβόλα θηρία, εἰ μὴ αὐτὸς ταῦτα ὑπέταξε. Πρὸς δὲ θεωρίαν· Τὰ πονηρὰ πνεύματα, τὰ κήτη ἀλληγορικῶς καλούμενα, διὰ τὸ περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχεσθαι, αὐτὸς ἔκαμψε, καὶ ἐταπείνωσεν. Οὐ γὰρ οἷά τέ ἐστιν ἀνθρωπεία φύσις· πρὸς αὐτὰ μὴ καμφθέντα ὑπὸ Θεοῦ [ἴσ. add. ἀντιστῆναι].
Of Didymus. Literally: Even the sea-monsters would be unsubmissive to human beings, and the other venomous beasts, had He not subjected them. Contemplatively: He Himself bowed down and humbled the wicked spirits, which are allegorically called sea-monsters because they swim about in the billows of the soul. For human nature is not able to withstand them unless they are bowed down by God.
Στ. κζʹ. Ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω, σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
Verse 27. For if I speak, I shall forget my speaking; bowing down with my face I shall groan, I am shaken in all my limbs; for I know that Thou wilt not let me go innocent.
Διδύμου. Ἡ μετριότης τοῦ ἁγίου ἐν τούτοις γνωρίζεται, καὶ μεγάλη εὐγνωμοσύνη. Εἰ γὰρ καὶ εἶπεν, ὅτι Δίκαιος ἀναφανοῦμαι, ἀλλ' οὖν οἶδε καὶ πέπεισται, ὅτι ὡς πρὸς Θεὸν δοκιμαστὴν ἄστρα καθαρὰ οὐκ ἔστιν ἐνώπιον αὐτοῦ, οὐδ' αὐτὸς δηλονότι. Διό φησιν, ὅτι Ἐξεταστής μου γινόμενος ἀκριβὴς (Θεὸς γὰρ εἶ), οὐκ ἀθῷόν με ἐάσεις.
Of Didymus. The moderation of the saint is recognized in these words, and his great fair-mindedness. For even if he said, I shall appear righteous (Job 13:18), nevertheless he knows and is persuaded that, in comparison with God the examiner, even the stars are not pure before Him, nor clearly is he himself. Wherefore he says: Becoming a strict examiner of me (for Thou art God), Thou wilt not let me go innocent.
ΚΕΦ. Ιʹ, στ. ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με.
Chapter 10, verse 8. Thy hands formed me, and made me.
PG 39:1145Read from the pageΔιδύμου. Διαφέρει δὲ τὸ, ἔπλασας, τοῦ, ἐποίησας. Πέπλασται μὲν γὰρ τὸ σῶμα ἐξ ὑποκειμένης τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ μὴ προϋποκειμένου τινός· ὡς γὰρ ἀσώματος, οὕτω καὶ ἀμέριστος.
Of Didymus. Now "Thou formedst" differs from "Thou madest". For the body was formed from the underlying earth, that is, the woman; whereas the soul was made without anything pre-existing: for as it is incorporeal, so also is it indivisible.
Στ. ιδʹ. Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με· ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
Verse 14. For if I sin, Thou watchest me; and from iniquity Thou hast not made me innocent.
Διδύμου. Εἰκότως δὲ τοῦτο λέγει· Ἐπειδὴ γὰρ δημιουργὸν καὶ προνοητὴν ἑαυτοῦ οἶδε τὸν τῶν ὅλων Θεὸν, ἀκολούθως καὶ περὶ μακροθυμίας αὐτοῦ διδάσκει· ἐπίσταται γὰρ καὶ αὐτὸς, κατὰ τὸν μακάριον Δαβὶδ, ὅτι Οὐκ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν, φυλάττει δὲ τὸν ἁμαρτάνοντα, οὐ βουλόμενος αὐτὸν ἁμαρτάνειν· [ἴσ. κατὰ τὸ] Οὐ βούλεται δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Τὸ δὲ, Οὐκ ἀθῷόν με πεποίηκας, οἱ ἄλλοι, Οὐκ ἀθῳώσεις με, Οὐ καθαρίσεις με, εἶπον.
Of Didymus. And reasonably does he say this: for since he knows the God of all to be his Maker and Provider, he consequently also teaches concerning His long-suffering; for he himself also knows, according to blessed David, that He does not bring wrath upon each day (Ps. 7:12), but watches the sinner, not willing that he should sin; [perhaps: according to] And He does not desire the death of the sinner so much as repentance (Ezek. 18:23). And as for "Thou hast not made me innocent", the others said, "Thou wilt not hold me innocent", "Thou wilt not cleanse me".
Στ. ιεʹ. Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι.
Verse 15. For if I act impiously, woe is me; and if I be righteous, I cannot lift up my head.
Διδύμου. Τάχα δὲ καὶ τοιοῦτόν τι λέγει· Εἴτε προαιρετικῶς ἁμάρτω, οἴμοι· εἴτε ὡς ἐκ τῆς τοῦ Ἀδὰμ παραβάσεως, καὶ εἰς ἡμᾶς διαβαινούσης ἐκ διαδοχῆς τῆς ὀφειλῆς, πάλιν οὐδ' οὕτως ἀνακύψαι δυνήσομαι, ὡς παντὸς ἀπηλλαγμένος ῥύπου. Τῶν γὰρ ἁμαρτημάτων, τὰ μὲν ἐκ προαιρέσεως τῆς ἡμετέρας ὑφίσταται, οἷς καὶ κόλασις ἕπεται· τὰ δὲ ἐκ προγόνων, οἷς καὶ κάθαρσις χρεωστεῖται.
Of Didymus. Perhaps he also says something like this: Whether I sin by choice, woe is me; or as from the transgression of Adam, with the debt passing down to us also by succession, again not even thus shall I be able to lift up my head, as one freed from all defilement. For of sins, some arise from our own choice, which punishment also follows; and others from our ancestors, for which purification is owed.
Στ. ιηʹ. Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον; Ὀφθαλμὸς δέ με οὐκ εἶδε, καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην. Διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
Verse 18. Why then didst Thou bring me forth out of the womb, and I did not die? And an eye did not see me, and I became as though I had not been. For why was I not carried from the belly to the tomb?
Διδύμου. Ὅρα δὲ, ὅτι τῶν προσπεσόντων αὐτῷ πειρατηρίων ἐπιμνησθεὶς, ἐπὶ τὴν πρώτην αἰτίαν τῶν παθῶν ἀνατρέχει, τουτέστι τὴν παράβασιν, καὶ τὴν ἐκ φθορᾶς γένεσιν· καὶ οὐδαμοῦ μὲν κατὰ τῆς προτέρας τοῦ ἀνθρώπου ποιήσεως σχετλιάζει· τὸ δὲ πειρασθῆναι τῆς ἐν βίῳ φθορᾶς, ἡγεῖται χαλεπὸν, κοιλίας τε καὶ γαστρὸς μνημονεύων. Ἡμεῖς γὰρ ἑαυτοῖς τῇ παραβάσει τὴν ὀδυνηρὰν ταύτην ζωὴν ἐπεισηγάγομεν.
Of Didymus. See how, having made mention of the trials that befell him, he runs back to the first cause of sufferings, that is, the transgression and generation from corruption; and nowhere does he complain against the former making of man, but he considers it hard to have experienced the corruption in life, mentioning the womb and the belly. For by the transgression we brought this painful life upon ourselves.
Στ. καʹ. Ἔασόν με ἀναπαύσασθαι μικρὸν, πρὸ τοῦ 'με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω.
Verse 21. Let me rest a little, before I go whence I shall not return.
Διδύμου. Εὐχῆς τρόπῳ ταῦτα προφέρει. Οὐ γὰρ αἱ ἐπικείμεναι ἀνίαι μικραὶ τυγχάνουσιν, οὐδὲ ἀναισθήτως ἔφερε τὰς ἀλγηδόνας· τοῦτο γὰρ οὐκ ἦν ἀνδρεῖον, εἰ οὐκ ᾐσθάνετο. Διδάσκει δὲ, ὅτι καὶ Θεοῦ δυνάμει ὑπέμεινε, δι' ὧν εὔχεται, εὐχαρίστως λέγων· Ἐκεχειρίαν μοι τῶν πόνων παράσχου, προσκαίρῳ ὄντι, καὶ εἰς ἀεὶ ἀπόλλυσθαι μέλλοντι· τοῦτο γὰρ δηλοῖ τὸ, πορευθῆναι ὅθεν οὐκ ἐπανελεύσεται. Καὶ δόγμα [γρ. δεῖγμα] τι διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολογοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. Εἶτα διηγεῖται τὰ ἐν ᾅδου κακὰ, ἵνα γνῶμεν οἵων ἡμᾶς ἠλευθέρωσεν ὁ Σωτὴρ, εἰπὼν τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι.
Of Didymus. He utters these things by way of a prayer. For the distresses that lie upon him are not small, nor did he bear the pains without feeling them; for that would not have been courageous, if he had not felt them. And he teaches that he endured by the power of God also, through the words in which he prays, saying thankfully: Grant me a truce from my labours, since I am temporary and about to perish for ever; for this is what "to go whence he will not return" signifies. And he teaches a most noble doctrine [reading: example], namely, that he who has once departed from life no longer returns to this life, as those fable who tell wondrous tales of transmigrations of souls. Then he recounts the evils in Hades, that we may know from what things the Saviour freed us, saying to those in bonds, "Come forth", and to those in darkness, "Be revealed" (Isa. 49:9).
PG 39:1148Read from the pageΚΕΦ. ΙΑʹ, στ. ηʹ. Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου· τί οἶδας; ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης;
Chapter 11, verse 8. High is heaven, and what wilt thou do? and deeper than the things in Hades; what knowest thou? or longer than the measure of the earth, or the breadth of the sea?
Διδύμου. Δεῖξαι δὲ βούλεται διὰ πάντων τούτων, ὅτι ἡ τῶν ἀνθρώπων γνῶσις μεμετρημένη ἐστὶ, μὴ ἐφικνουμένη τῶν τοῦ Θεοῦ κριμάτων. Καὶ νῦν γοῦν ὁ οὐρανὸς, φησὶν, ἐστὶ, καὶ ᾅδου βαθύτερα, καὶ μακρότερα γῆς, καὶ τοῦ εὔρους [ἴσ. τὸ εὖρος] τῆς θαλάσσης, λέγε τι περὶ αὐτῶν, εἰ δύνασαι. Αἰνίττεται δὲ ἴσως, ὅτι κἂν ἐπιχειρήσῃ τις περὶ γῆς, καὶ θαλάσσης, καὶ οὐρανοῦ λαλῆσαι, ἀλλὰ τὰ ὑπὲρ ἐκεῖνα ἀγνοεῖ.
Of Didymus. Through all these things he wishes to show that the knowledge of human beings is measured, not reaching the judgements of God. And even now, he says, there is heaven, and things deeper than Hades, and longer than the earth, and the breadth of the sea: say something about them, if thou canst. And perhaps he hints that even if someone should undertake to speak concerning earth, and sea, and heaven, yet he is ignorant of the things beyond them.
Στ. ιβʹ. Ἄνθρωπος δὲ ἄλλως [ἴσ. τηνάλλως] νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ.
Verse 12. But a man swims otherwise [perhaps: in vain] in words, and a mortal born of a woman is like a wild ass of the desert.
Διδύμου. Τὸ τῆς τοῦ Θεοῦ γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν ἀνθρώπων ἐπιβολαῖς, νήχεσθαι αὐτοὺς ματαίως ἔφησε, μὴ δυναμένους πᾶσαν τὴν τοῦ Θεοῦ γνῶσιν λογισμῷ περιλαβεῖν. Διὰ δὲ τοῦ ἐρημίτου ὄνου, παρίστησι τὸ σφόδρα νωθὲς αὐτῶν πρὸς τὴν κατάληψιν τῶν κριμάτων, ὑπερβολικῷ χρώμενος τῷ λόγῳ.
Of Didymus. Comparing the certainty of the knowledge of God with the attempts of human beings, he said that they swim in vain, being unable to encompass all the knowledge of God by reasoning. And by the wild ass of the desert he represents their extreme sluggishness towards the comprehension of His judgements, using hyperbolic speech.
ΚΕΦ. ΙΒʹ, στ. δʹ. Δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα.
Chapter 12, verse 4. For a righteous and blameless man became a laughing-stock.
Διδύμου. Ἐπισήμηναι δὲ, ὅτι ὅταν μὲν τὰ ἐλάττονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάγει, οὐ γάρ ἐστιν ἐπιδεικτικὸς δι' ἀτυφίαν· ὅταν δὲ τὰ μείζονα καταλέγῃ, εἰς τὸ καθόλου ἀνάγει τὸν λόγον· ὥσπερ οὖν κἀνταῦθα μονονουχί φησι, Μὴ γελάσθωσαν οἱ δίκαιοι, ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ Θεὸς βούλεται.
Of Didymus. Note that whenever he speaks of lesser things, he applies them to himself, for he is not ostentatious owing to his humility; whereas whenever he recounts greater things, he refers the discourse to the general; just as here too he all but says, Let not the righteous be laughed at, for they suffer only so long as God wills.
ΚΕΦ. ΙΓʹ, στ. γʹ. Οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς Κύριον λαλήσω.
Chapter 13, verse 3. Nevertheless I will speak to the Lord.
Διδύμου. Αἰτιασάμενος τοὺς φίλους ὡς σφαλλομένους, φησὶν, ὅτι Πρὸς Κύριον λαλήσω, τὸ εὐπαῤῥησίαστον ἑαυτοῦ δεικνύς.
Of Didymus. Having blamed his friends as being in error, he says, "I will speak to the Lord", showing his own boldness of speech.
Στ. δʹ. Ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες
Verse 4. But you are unjust physicians, and healers of ills all of you
Διδύμου. Ἄδικος δὲ ἰατρός ἐστι, κατὰ τὸ πρόχειρον, ὁ ἄλλα βοηθήματα παρὰ τὰ συμφέροντα προσάγων τοῖς κάμνουσι· διττῶς δὲ τοῦτο γίνεται, ἢ ἐξ ἀπειρίας τοῦ ἰατροῦ, ἢ ἐκ κακοηθείας. Οὗτοι δὲ οἱ ἐλεγχόμενοι, ἐξ ἀμαθίας μᾶλλον ἢ ἐκ κακουργίας, ἔλεγον τῷ Ἰὼβ, ὅτι Δι' ἁμαρτήματα πάσχεις, οἰόμενοι παρακλήσεως προσάγειν λόγους. Ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν τὴν αἰτίαν. Τὸ δὲ, Ἰαταὶ κακῶν πάντες, εἴη ἂν λέγων, κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν, ὡς δυναμένων ἰάσασθαι τὰ περιστατικῶς ἑτέροις συμβαίνοντα.
Of Didymus. Now an unjust physician, literally, is one who applies to the sick remedies other than those that are beneficial; and this happens in two ways, either from the physician's inexperience, or from malice. But these who are being reproved, out of ignorance rather than wickedness, said to Job, "Thou sufferest because of sins", supposing that they were bringing words of consolation. Unjust therefore in being ignorant of the cause. And "healers of ills all of you" he would be saying against those who think highly of themselves, as being able to heal the things that befall others through circumstances.
Στ. ςʹ. Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.
Verse 6. Hear now the reproof of my mouth, and attend to the judgement of my lips.
Διδύμου. Κατανοήσατε ἃ μέλλω λέγειν εἰς ἔλεγχον ὑμῶν, καὶ ἐννοήσατε εἰ κεκριμένως φθέγγομαι. Στόμα δὲ καὶ χείλη ἀντὶ τοῦ λόγου φησίν. Ἐλέγχει δὲ ὁ ἅγιος, ὡς ἅγιος, καὶ κρίνει ὡς πρέπει αὐτῷ. Οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχει ὁ δίκαιος, οὐδὲ ψευδῶς τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως καὶ νομίμως χρῆται τῷ ἐλέγχῳ καὶ τῇ κρίσει· Στόμα γὰρ δικαίου με-
Of Didymus. Consider what I am about to say for your reproof, and reflect whether I speak with discernment. And he says "mouth" and "lips" instead of speech. Now the saint reproves as a saint, and judges as befits him. For the righteous man does not have an unseasonable reproof, nor does he do this falsely, but he uses reproof and judgement discerningly and lawfully: For the mouth of the righteous will med-
PG 39:1149Read from the pageλετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
itate upon wisdom, and his tongue will speak judgement (Ps. 36:30).
Στ. ιαʹ. Εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, πότερον οὐχ ἡ δίνη αὐτοῦ στροβήσει ὑμᾶς; [Ὁ δὲ Σύμμαχος, Μὴ κρύφα πρόσωπον αὐτοῦ δυσωπηθήσεσθε; μὴ οὐχὶ ἡ κίνησις αὐτοῦ πτοήσει ὑμᾶς;] Ὁ φόβος, κ. τ. λ.
Verse 11. But if you even admire persons in secret, shall not His whirlwind whirl you about? [And Symmachus: Will you not be abashed secretly before His face? will not His commotion terrify you?] The fear, etc.
Διδύμου. Ὁ ἄριστος κριτὴς πραγμάτων ἐστὶν ἐξεταστὴς, οὐκ εἰς πρόσωπον βλέπει τῶν κρινομένων. Ἐὰν γὰρ ὦσιν οἱ κρινόμενοι πλούσιοι, ἢ ἄρχοντες, ἢ κατ' ἄλλην ἀξίαν [γρ. ἐξουσίαν] ὑπερέχοντες, οὐκ εἰς τὸ πρόσωπον αὐτῶν σκοπεῖ, ἀλλ' εἰς τὰς πράξεις ἃς κρίνει. Οὔτε γὰρ πλουσίῳ προστίθεσθαι δεῖ, οὔτε πένητος τὴν ἔνδειαν ἐλεοῦντας, παρορᾷν τὸ δίκαιον· διὸ εἴρηται, Οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει.
Of Didymus. The best judge is an examiner of deeds, not one who looks at the person of those being judged. For if those being judged are rich, or rulers, or pre-eminent in some other dignity [reading: authority], he does not look to their person, but to the actions which he judges. For neither must one side with a rich man, nor, pitying the poverty of a poor man, overlook what is just; wherefore it is said, Thou shalt not pity a poor man in judgement (Exod. 23:3).
Στ. ιγʹ. Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν.
Verse 13. Be silent that I may speak, and rest from anger, taking up my flesh in my teeth.
Διδύμου. Τάχα γε τρόπον τινὰ ὑπαναπαυει [ἴσ. ἐπαναπαύει] τοὺς φίλους. Ἐπεὶ γὰρ αὐτοὺς ᾐτιάσατο πρότερον, ὡς παρακλήτορας κακῶν ὄντας (οὐ γὰρ παρεκάλουν ὡς ἔδει, ἀλλὰ μᾶλλον τὴν λύπην ἤγειρον καὶ τὴν ὀδύνην τοῦ δῆθεν παρακαλουμένου), νῦν λέγει, ὅτι Λήξω τοῦ πρὸς ὑμᾶς θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι· τουτέστιν, Οὐκέτι καθ' ὑμῶν ὀργίσομαι, ἀλλὰ κατ' ἐμαυτοῦ.
Of Didymus. Perhaps in a certain way he soothes [perhaps: refreshes] his friends. For since he blamed them before as being comforters of evils (for they were not comforting as they ought, but rather were rousing the grief and pain of him who was supposedly being comforted), now he says, "I will cease from my anger towards you, taking up my flesh in my teeth", that is, I will no longer be angry against you, but against myself.
Στ. ιςʹ. Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
Verse 16. And this shall turn out for me unto salvation; for deceit shall not enter before Him.
Διδύμου. Δι' ὅλων δὲ σπουδὴ τῷ δικαίῳ ἐστὶ, παιδεῦσαι τοὺς φίλους τὴν αἰτίαν τῶν ἐπιπόνων, ἵνα κερδήσῃ αὐτοὺς μὴ ἐναντία δοξάζειν. Σωτηρίαν γὰρ ταύτην [ἴσ. τοῦτο] ἐλογίζετο, τὸ τούτους γνῶναι τὸν περὶ τούτου τῆς προνοίας λόγον, ὃν φανερώσαι βουλόμενος, ἔλεγε τὸ, Ἐλέγξω· πολλάκις γὰρ ὁ ἔλεγχος τὴν ἀπόδειξιν σημαίνει. Τὸ οὖν ἀψευδὲς αὐτοῦ παραστῆσαι θέλων καὶ τὸ εὐλαβὲς, λέγει, ὅτι Ἃ λέγω, Θεοῦ ὁρῶντος φθέγγομαι. Οὐ γὰρ οἷόν τε ἀπάτην τινὰ γενέσθαι Θεῷ, ὡς [ἴσ. ἢ] δόλον εἰσελθεῖν ἐνώπιον αὐτοῦ.
Of Didymus. Throughout, the righteous man's earnest endeavour is to instruct his friends in the cause of his hardships, that he may win them over not to hold contrary opinions. For he reckoned this [printed: this feminine] as salvation, that they should come to know the reason of Providence concerning this, which wishing to make clear he said "I will prove"; for often "proof" signifies demonstration. Wishing therefore to set forth his own truthfulness and reverence, he says, "What I say, I speak with God looking on". For it is not possible for any deception to happen to God, or [reading: as] for deceit to enter before Him.
Στ. κζʹ. Ἐφύλαξας δέ μου πάντα τὰ ἔργα.
Verse 27. And Thou hast watched all my works.
Διδύμου. Οἶδεν ὁ μακάριος τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον, ἅγιος ὢν, ὅτι ὁ Θεὸς οὐ παρατηρεῖται πάσας τὰς ἀνομίας τῶν πταιόντων· ἀλλὰ παιδεύων τοὺς φίλους πάλιν, δι' ἣν αἰτίαν πάσχει (ὅτι δι' ἀγῶνα), τὸ προκείμενον εἴρηκεν, ὡς τοῦ Θεοῦ πάντα αὐτοῦ τὰ ἔργα φυλάξαντος, καὶ ἀκριβώσαντος, καὶ οὕτως ἐπαγαγόντος αὐτῷ τὰ ἀνιαρά· ἵνα ἐκ τούτου ἐννοήσωσιν, ὅτι τὸ μέγεθος τῶν τοσούτων ἐπαγαγὼν, οὐ δι' ἁμαρτίας ἐστὶν, ἀλλὰ δι' ἀγῶνα, καὶ σκοπὸν ἀνδρείας.
Of Didymus. The blessed man, being a saint, knows what was said by David, that God does not mark all the iniquities of those who stumble; but instructing his friends again as to why he suffers (namely, for a contest), he spoke the passage before us, as though God had watched all his works and scrutinized them, and thus brought the grievous things upon him; that from this they might perceive that He who brought the greatness of such things did so not because of sins, but for a contest and an aim of courage.
ΚΕΦ. ΙΔʹ, στ. γʹ. Οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου;
Chapter 14, verse 3. Didst Thou not take account of this one also, and make him enter into judgement before Thee?
Διδύμου. Τάχα δὲ καὶ τὴν περὶ τὸν ἄνθρωπον πρόνοιαν ἐνταῦθα σαφηνίζει, οὐχ ὡς εἰκαίως καὶ ὡς ἔτυχεν ἐν τῷ βίῳ αὐτοῦ παραμένοντος, ἀλλ' ἐκ κρίσεως
Of Didymus. Perhaps here too he makes clear the providence concerning man, as not remaining in his life at random and by chance, but from the judgement
Notes, col. 1149
On the reading
Printed ὑπαναπαυει, for ὑπαναπαύει.
Printed φανερώσαι, for φανερῶσαι.