PG 39:1128Read from the pageἀβασάνιστον. Τὸ γὰρ μὴ πρὸς κτῆσιν ἐλθὸν, καὶ λύπης ἐστὶν ἀπείρατον· τὸ δὲ ἐν πείρᾳ γενόμενον, καὶ πρὸ τῆς στερήσεως σύνοικον ἔχει τὸν φόβον τοῦ πάθους, καὶ μετὰ τὴν στέρησιν δριμείας φέρει τὰς ὀδύνας. Εὐθυμία γὰρ ἀχαλίνωτος, καὶ νοῦς ἀπαιδαγώγητος, τελευταίοις ἁλίσκεται θρήνοις. Ἀλλ' οὐ τοιοῦτος ἦν Ἰὼβ ὁ ἀοίδιμος, τῆς καρτερίας τὸ θαυμαστὸν χρῆμα, τῆς ἀνδρείας ὁ ἀκρότατος ὅρος, τὸ τῆς εὐσεβείας κεφάλαιον, τῆς φιλοσοφίας τὸ μέγα παράδειγμα. Φέρειν γὰρ οἶδε, καὶ εὐθυμίαν σωφρόνως, καὶ συμφορὰν γενναίως. Ἡ γὰρ προλαβοῦσα φιλοσοφία ταῖς μετὰ ταῦτα πληγαῖς οὐδαμῶς ἀπελέγχεται. Πῶς δ' ἂν καὶ ἐγένετο τὸ πάθος ἀφόρητον τῷ τὰ θεῖα πεπαιδευμένῳ, καὶ προασκηθέντι καλῶς τὴν εὐσέβειαν; Ὁ γὰρ τὸν πλοῦτον κοινὸν ἔχειν πεπαιδευμένος, ταῖς δαπάναις τῶν δεομένων πλουτεῖ, καὶ οὐκ εὐλαβεῖται τὴν στέρησιν· διὸ καὶ ἀφιστάμενος οὐ δυσχεραίνει, φιλοσοφίας δὲ μᾶλλον ἀφορμὴν τὸ πάθος πεποίηται, καὶ τοῖς φαιδροῖς χαλινὸν ἐπιτιθεὶς τοῦ ἤθους τὸ μέτριον, καὶ τοῖς λυπηροῖς εἴκειν οὐκ ἀνεχόμενος, οἷα καὶ φρουρούμενος ἄνωθεν. Οἶδε γὰρ φιλοσοφία πρὸς ἑκατέραν μεταβολὴν σωφρονεῖν· ὅθεν οὔτε ταῖς πολυτελείαις ἐξύβρισε [ἴσ. ἐξυβρίζει] (πλουτεῖ γὰρ φιλοσοφίαν), οὔτε καταβαπτίζεται ταῖς συμφοραῖς (ἀσκεῖ γὰρ τὴν καρτερίαν), καὶ γίνεται αὐτῷ σωτηρίας ὁδὸς ἡ τοῦ βασκάνου πεῖρα. Ἔλαθε γὰρ ἑαυτὸν ὁ πολέμιος, ἐκεῖθεν ὁδοποιῶν αὐτῷ πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, ὅθεν ἑλεῖν αὐτὸν προσεδόκησε· διὰ τοῦτο καὶ σύνοικος ἐπιβουλεύουσα διελέγχεται, καὶ παίδων πανολεθρία τὴν εὐσέβειαν οὐ λυμαίνεται, καὶ πῦρ ῥέον ἀπ' οὐρανοῦ τὴν διάνοιαν οὐ παρακρούεται, σωζομένην ὑπὸ Θεοῦ· καὶ αἱ συνεχεῖς τῶν κακῶν ἀγγελίαι, καὶ αἱ πανταχόθεν οἰμωγαὶ τὴν καρτερίαν οὐ σαλεύουσι. Πᾶς γὰρ Θεῷ προσομιλῶν, μικρὰ φροντίζει τῶν κάτω καὶ φθειρομένων. Τοσούτῳ δὲ μᾶλλον οἰκειοῦται τοῖς ἄνω καὶ μένουσιν, ὅσῳ καὶ τῶν παρόντων ἐλαύνεται. Τὸ γὰρ τῆς πονηρίας πνεῦμα, καὶ ἡ τοῦ κλύδωνος ἐπανάστασις, δικαίαν οὐκ οἶδε καταβλάπτειν [ἴσ. καταβάπτειν] ψυχήν· ἐφρούρει γὰρ αὐτὴν ὁ Θεὸς, μετρήσας τὴν συμφοράν· τὰ μὲν ὅσα περὶ αὐτὴν, τῷ πειράζοντι συγχωρήσας, εἰς ἔλεγχον σώφρονος λογισμοῦ, τὸν δὲ νοῦν ἀπαθῆ φυλάξας, ᾧ καὶ πολεμεῖν ἔμελλεν, ᾧ καὶ παραταξάμενος, τῶν τοσούτων τροπαίων ἐκράτησεν.
untested [nature]. For that which has not come into possession is also inexperienced in grief; but that which has come into experience both has the fear of suffering as a housemate before deprivation, and after deprivation brings sharp pangs. For unbridled cheerfulness and an undisciplined mind are overtaken by final lamentations. Yet such was not Job the renowned, that wondrous model of endurance, the highest standard of courage, the crown of piety, the great example of philosophy. For he knew how to bear both cheerfulness soberly and calamity nobly. For the philosophy acquired beforehand is in no way refuted by the blows that come after. And how could the suffering have become unbearable to him who had been educated in divine things and well trained beforehand in piety? For he who has been trained to hold wealth in common grows rich through expenditure on the needy, and does not fear deprivation; therefore even when it departs he is not vexed, but rather has made the suffering an occasion for philosophy, both setting the moderation of his character as a bridle upon bright times and refusing to yield to painful things, as one guarded from above. For philosophy knows how to be sober-minded towards either change; hence it neither grows insolent in luxury (for it is rich in philosophy), nor is it submerged by calamities (for it practises endurance), and the trial of the envious one becomes for him a way of salvation. For the enemy was unaware that he was paving a way for him towards the acquisition of good things from the very quarter whence he expected to capture him; on this account even a plotting wife is exposed, and the utter destruction of his children does not harm his piety, and fire streaming from heaven does not unhinge his mind, which is preserved by God; and the continuous announcements of evils and lamentations from every side do not shake his endurance. For everyone who converses with God cares little for things below and perishing. And by so much the more is he made familiar with the things above and abiding, as he is driven away from present things. For the spirit of wickedness and the rising of the tempest know not how to injure [perhaps: submerge] a righteous soul; for God was guarding it, having measured the calamity: having conceded to the tempter all that concerned its surroundings, for a test of sober reasoning, while keeping the mind impassive, with which he was also to wage war, and arrayed with which he won so many trophies.
Στ. ιη, ιθʹ. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται, λέγων τῷ Ἰὼβ, Τῶν υἱῶν σου, κ. τ. λ.
Verses 18, 19. While he was yet speaking, another messenger comes, saying to Job, While your sons, etc.
Διδύμου. Οὐ μάτην πρόσκειται τὸ, Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων ἐσθιόντων καὶ πινόντων, ἀλλὰ πρὸς ἐπίτασιν ἀνοίας, καὶ τοῦτο τοῦ διαβόλου πραγματευομένου, ἵνα ἡ τῶν γεγενημένων ἐπαγγελία βαρεῖα γενομένη, λύπην ὑπερβάλλουσαν τῷ ἁγίῳ ἐμποιήσῃ. Κοιμωμένων γὰρ τῶν τέκνων εἰ συνέβη, τὸ τῆς πτώσεως ἀνεπαίσθητον λογιζόμενος, οὐχ οὕτως ἠνιᾶτο· πρόσκειται δὲ τὸ, ἐξαίφνης, ἐμφαντικὸν τοῦ μὴ δύνασθαί τινα διαδρᾶναι, οὕτω συμβάντος τοῦ πράγματος.
Didymus. Not in vain is it added, While your sons and your daughters were eating and drinking, but for the intensification of folly [i.e. distress], the devil contriving this too, so that the announcement of what had happened, becoming heavy, might produce exceeding grief in the saint. For if it had happened while the children were sleeping, reckoning the insensibility of their fall, he would not have been so pained; and there is added, suddenly, expressive of no one being able to escape, the event having happened thus.
Notes, col. 1128
On the reading
Printed ἀνοίας, for ἀνίας.
PG 39:1129Read from the pageΚΕΦ. Βʹ, στ. ςʹ. Εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ, παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον (ὁ δὲ Θεοδοτίων, τῆς ψυχῆς αὐτοῦ οὐχ ἅψῃ).
Chapter II, verse 6. And the Lord said to the devil: Behold, I deliver him to you; only preserve his soul (and Theodotion, you shall not touch his soul).
Διδύμου. Καὶ τοῦτο πρὸς ἡμετέραν ὠφέλειαν, ἵνα χαρακτὴρ καὶ τύπος ἀνδρείας, καθάπερ ἐν στηλογραφίᾳ, ὁ Ἰὼβ τεθεὶς, σκοπὸς τῆς τοιαύτης ἀρετῆς, καὶ τοῖς τότε, καὶ τοῖς μεταγενεστέροις, ὑπάρξῃ· ὃ καὶ γέγονεν. Αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ λέγοντος· Οἶδα ἐγὼ, ὅτι δίκαιος ἀναφανοῦμαι. Παραδιδοὺς δὲ ὁ Κύριός φησι, Μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Ὅπερ νοηθείη οὕτως· Παρακοπὰς πολλάκις, καὶ τοῦ ἡγεμονικοῦ διαστροφὰς ἔν τισιν ὁρῶμεν γινομένας, δι' οὓς οἶδε λόγους ὁ τὰ κρυπτὰ γινώσκων Θεός. Ἐπεὶ οὖν εἰς παραφροσύνην τὸν δίκαιον ἀγαγεῖν ἔσπευδεν ὁ διάβολος, καὶ ἔκστασιν φρενῶν, ἵνα καὶ ἄκοντα αὐτὸν τοῖς τῆς βλασφημίας περιβάλῃ ῥήμασιν, Ἰδοὺ, φησὶ, παραδίδωμί σοι ὃν ἐξῃτήσω, ἵνα κἀκεῖνος πλεῖον εὐδοκιμήσῃ, καὶ σὺ αἰσχυνθείς [ἴσ. αἰσχυνθῇς]· πλὴν μὴ κάρον αὐτῷ καὶ διαστροφὴν ἐργάσῳ τοῦ ἡγεμονικοῦ. Τοῦτο γὰρ οὐκ ἐφεῖταί σοι, ἵν' ἐῤῥωμένῳ τῷ λογισμῷ τὴν ἐν τοῖς πάθεσιν ἐνδείξηται ἀνδρείαν, ἀλλὰ σαρκῶν ἅπτου, καὶ ὀστέων, ὡς ἐξῃτήσω.
Didymus. This too is for our benefit, that Job, set forth as a character and model of courage as if in a monumental inscription, might be a mark of such virtue both for those of that time and for later generations; which indeed came to pass. For one may hear the athlete and contender himself saying: I know that I shall be shown righteous. And when delivering him over, the Lord says, Only preserve his soul. Which may be understood thus: We often see derangements and distortions of the ruling faculty happening in certain people, for reasons which God, who knows hidden things, knows. Since then the devil was hastening to bring the righteous man to madness and distraction of mind, so as to entangle him even unwillingly in words of blasphemy, Behold, He says, I deliver to you him whom you demanded, that both he may gain greater renown and you may be put to shame; yet do not work lethargy in him and distortion of the ruling faculty. For this is not permitted to you, in order that with sound reasoning he may display courage in his sufferings; but touch his flesh and bones, as you demanded.
Στ. θʹ. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου ;
Verse 9. And when much time had elapsed, his wife said to him: How long will you endure, saying: Behold I wait yet a little time, expecting the hope of my salvation?
Διδύμου. Ἀτονήσας ἐκ τῶν τοσούτων προσβολῶν ὁ διάβολος, καὶ οὐκ ἔχων ὅ τι ποιήσει λοιπὸν, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τοῦ γυναιου διάνοιαν ὑποσύρας, δι' ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν· καὶ τρίτον αὐτῷ πλέκει πάλαισμα, τὴν αὐτῆς ὁμιλίαν, ἴσως διὰ ταύτης τὸν Ἰὼβ, ὡς καὶ διὰ τῆς Εὔας τὸν Ἀδὰμ, ἀπατήσειε. Χρόνου γὰρ πολλοῦ προβεβηκότος, ὡς οὐδὲ αὐτὸς δεδύνηται σεῖσαι τὸν τῆς εὐσεβείας πύργον, τὰ τῆς ὀλιγωρίας προφέρειν πείθει τὴν γυναῖκα ῥήματα.
Didymus. Having grown exhausted from so many assaults, and having nothing left that he could do, the devil comes to the memory of his ancient plot, and having subtly drawn away the woman's mind, tried to shake the athlete through her; and he weaves a third wrestling-bout for him, her conversation, if perchance through her he might deceive Job, as he deceived Adam through Eve. For when much time had elapsed, since he himself had not been able to shake the tower of piety, he persuades the wife to utter words of faint-heartedness.
ΚΕΦ. Γ, στ. ηʹ. Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
Chapter III, verse 8. But let him curse it who curses that day; he who is about to subdue the great sea-monster.
Διδύμου. Καλῶς δὲ τὸ, Ὁ μέλλων χειρώσασθαι, εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν μυστήριον, ὡς μήπω τότε γεγονὸς, μέλλον δὲ γενέσθαι. Οὐ γὰρ ἥρμοζε γυμνῇ τῇ θεότητι καταργῆσαι [ἴσ. καταργηθῆναι] τὸν κράτος ἔχοντα τοῦ θανάτου διάβολον, ἀλλὰ διὰ τοῦ ναοῦ τοῦ Λόγου [ἴσ. τοῦ Λόγου ἀνθρώπου] γεγενημένου ἐκ σπέρματος τοῦ ἀπατηθέντος ὑπὸ τοῦ διαβόλου. Καύχημα γὰρ ἦν τῷ πονηρῷ, εἰ γυμνῇ τῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρξε. Τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου, ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας, δηλοῖ. Διάβολος γὰρ καὶ ἀντικείμενος, καὶ πονηρὸς, καὶ λέων, καὶ δράκων, καὶ ὄφις, καὶ θηρίον, καὶ κῆτος, διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος· ὅπερ ἀνατρεπτικόν ἐστι τοῦ Μανιχαϊκοῦ δόγματος.
Didymus. Well has it been said, He who is about to subdue, indicating the mystery according to the incarnation, as not yet having come to pass then, but about to come to pass. For it was not fitting for the devil, who held the power of death, to be brought to nought by the bare Godhead, but through the temple of the Word [perhaps: the man of the Word] born from the seed of him who was deceived by the devil. For it would have been a boast for the evil one if He had subdued him by the bare Godhead. And the different names of the devil indicate his different operations, not essences. For he is called devil and adversary, and evil one, and lion, and dragon, and serpent, and beast, and sea-monster, on account of his manner, since he works his wickedness in different ways; which is destructive of the Manichaean dogma.
PG 39:1132Read from the pageΚΕΦ. Δʹ, στ. βʹ. Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει ;
Chapter IV, verse 2. Has a word often been spoken to you in distress? and who shall bear the strength of your words?
Διδύμου. Ἢ τὸ, Πολλάκις σοι λελάληται ἐν κόπῳ ; δηλοῖ, ὅτι καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις πρός τινας περιπεπτωκότας θλιβεροῖς, καὶ παράκλησιν αὐτοῖς προσήγαγες ἐν κόπῳ, τουτέστιν ἐν ταῖς συμφοραῖς καὶ ταῖς θλίψεσι· νῦν δὲ τὰ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν, ἀλλὰ τὸ τραχύ σου τῶν λόγων καὶ τὸν ἄγαν ἡσυχάζειν βουλόμενον διανίστησι πρὸς ἀντιλογίαν.
Didymus. Or, Has a word often been spoken to you in distress? shows that you yourself also often used words to certain people who had fallen into afflictions, and brought them consolation in distress, that is, in their calamities and tribulations; but now no one is able to bear your words filled with contempt, rather the harshness of your speeches rouses even one who wishes exceedingly to keep quiet to contradiction.
Στ. ιʹ. Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη. Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
Verse 10. The strength of the lion, and the voice of the lioness, and the exultation of dragons has been quenched. The ant-lion perished for lack of food; and the whelps of lions forsook one another.
Διδύμου. Λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ τοι χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβουλον, καὶ κατασκευάζει, ὅτι πᾶν τὸ ἄδικον καὶ ὑπερήφανον ἀπόλλυσιν ὁ Θεός. Ἀπόλλυται γοῦν, φησὶν, ὁ ἀνυπόστατος λέων, ὅταν βούληται Θεός· σβέννυται δὲ τὸ ἄγριον φθέγμα τῆς λεαίνης, δι' οὗ ἐκδειματοῖ τῶν θηρίων τὰ ἀσθενέστερα· καὶ οἱ δράκοντες ἐταπεινώθησαν· ἐξέλιπε δὲ ὁ μυρμηκολέων, μὴ χορηγηθείσης αὐτῷ τροφῆς· καὶ οἱ σκύμνοι τῶν λεόντων ἔλιπον ἀλλήλους, οὐκ εἰς διαδοχὰς παραπέμπονται.
Didymus. He takes the nature of irrational beasts not at all useful to our race, but even treacherous, and establishes that God destroys everything unjust and arrogant. Thus, he says, the irresistible lion perishes whenever God wills; and the fierce utterance of the lioness, whereby she terrifies the weaker of the wild beasts, is quenched; and the dragons were humbled; and the ant-lion failed, nourishment not being supplied to it; and the whelps of lions forsook one another, they are not transmitted in succession.
Κατὰ μέντοι τὴν ἱστορίαν, ἐπειδὴ εἶπεν Ἐλιφὰζ, ὅτι οἱ σπείροντες τὰ ἄτοπα, ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἐπήγαγεν, ὅτι καὶ λέων καὶ δράκων τὸ αὐτὸ πείσεται, Θεοῦ βουλομένου. Ὁ τοίνυν καὶ ἐν τοῖς ἀλόγοις τὴν εὐταξίαν διατηρῶν, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων.
According to the literal history, however, since Eliphaz said that those who sow absurdities shall perish at the command of the Lord, he added that both lion and dragon shall suffer the same, God willing it. He therefore who preserves good order even among irrational creatures, much more [does so] among men.
Στ. ιζʹ. Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου ; ἢ, ἀπὸ τῶν ἔργων αὐτοῦ, ἄμεμπτος ἀνήρ ;
Verse 17. For what? shall a mortal be pure before the Lord? or, from his works, shall a man be blameless?
Διδύμου. Οὐκ ἂν, φησὶ, τοῦτο εἴποις, ὡς ἁμαρτημάτων ἐκτὸς ὢν, ταῦτα πέπονθας· ἐπεὶ μηδὲ ἔστιν ἀνθρώπου φύσιν πρὸς τὴν τῶν νόμων ἀκρίβειαν πολιτεύεσθαι. Ἔστι γὰρ ὅτε μὲν καὶ ἑκουσίοις, πολλάκις δὲ καὶ ἀκουσίοις περιπίπτομεν, διὰ τὴν τῆς φύσεως ἀσθένειαν. Τοῦτο μέντοι πιθανὸν ὑπάρχον, εἰ κατὰ τὴν ἔννοιαν ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. Εἰ γὰρ δι' ἁμαρτίας ὁ περιπίπτων ἀνιαροῖς θλίβεται, οὐδεὶς δὲ καθαρὸς, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπάρξειεν ἄν.
Didymus. You could not, he says, say this, that being outside sins you have suffered these things; since it is not even possible for human nature to live according to the strictness of the laws. For sometimes we fall into voluntary [sins], and often into involuntary ones, on account of the weakness of nature. Yet this, though plausible, if examined according to its meaning, admits of refutation. For if he who falls into distressing things is afflicted on account of sins, and no one is pure, then no one would be free from distressing things.
Στ. ηʹ. Κύριον δὲ τὸν πάντων Δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα, καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
Verse 8. But I will call upon the Lord, the Master of all, who does great and unsearchable things, glorious and marvellous things, of which there is no number.
Διδύμου. Αἰτιασάμενος τοὺς ἄφρονας, καὶ εἰπὼν ἃ εἶπε περὶ αὐτῶν, νῦν προνοητὴν ὁμολογεῖ καὶ δημιουργὸν τὸν Θεὸν, διὰ τῶν ἐκτιθέντων. Οὐχ ἀπεικὸς δὲ αὐτὸν ταύτας ἔχειν τὰς διαλήψεις, ἄνδρα σοφὸν ὄντα τὰ ἀνθρώπινα. Ἔχει δὲ καὶ περὶ ἀοράτων καὶ ὁρατῶν διάληψιν, περὶ ἀνεξιχνιάστων λέγων, καὶ μεγάλων, καὶ ἐνδόξων, ὑετοῦ τε καὶ ὕδατος· ὅπερ ὕδωρ εἰ διαστέλλοι τοῦ ὑετοῦ, τὸ ἐκ πηγῶν, καὶ χειμάρρων, καὶ φλεβῶν εἴη ἂν λέγων. Φησὶ τοίνυν, ὅτι Ἐγὼ οὐ δοξάζω, οὐδὲ φρονῶ, ὡς οἱ ἀσεβεῖς, ἀλλάγε πρόνοιαν ἐπιστάμενος, καὶ εἰδὼς τὸν Θεὸν Δεσπότην
Didymus. Having censured the foolish, and having said what he said concerning them, now he confesses God as providential ruler and creator, through what is set forth. And it is not unlikely that he has these conceptions, being a man wise in human affairs. And he also has a conception concerning invisible and visible things, speaking of unsearchable, and great, and glorious things, and of rain and water; which water, if he distinguishes it from rain, he would be speaking of that from springs, and torrents, and veins. He says therefore: I do not hold the opinion, nor do I think, as the impious do, but knowing providence, and knowing God as Master
Notes, col. 1132
On the reading
Printed Οὐχ ἀπεικὸς, for Οὐκ ἀπεικὸς.
PG 39:1133Read from the pageπάντων, καὶ καιρῶν, καὶ τόπων, καὶ πραγμάτων, ἐπικαλοῦμαι αὐτὸν, πρέπειν τοῦτο ἡγούμενος, ὃς κατὰ καιροὺς θαυμαστὰ ἐργάζεται, καὶ ἐκπλήξεως ἄξια, πρὸς ὠφέλειαν ἀνθρώπων, ὧν τὸ πλῆθος οὐδὲ λόγῳ καταλέξαι οἷόν τε. Λέγει δὲ τὴν καθ' ἑκάστην γενεὰν ποικίλην γενομένην πρόνοιαν, κοινῶς τε πρὸς ἅπαντας, καὶ ἰδίᾳ πρὸς ἕκαστον. Ὡς γὰρ τῶν ἀνθρώπων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν, οὕτως οὐδὲ τῆς τοῦ Θεοῦ ἐφικέσθαι προνοίας.
of all things, and times, and places, and affairs, I call upon Him, thinking this fitting, who at various times works marvellous things, and worthy of amazement, for the benefit of men, the multitude of which it is not even possible to recount in speech. And he speaks of the manifold providence that comes to pass in each generation, both commonly towards all and privately towards each. For as it is not possible to find the number of men, so neither to attain to the providence of God.
Στ. ιαʹ. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα.
Verse 11. Who sets the lowly on high, and raises up those who have perished.
⟨Δ⟩ιδύμου. Μεταβαίνει καὶ ἐπὶ τὴν κατ' ἀνθρώπους πρόνοιαν, καὶ τοῦτο δὲ διακείμενος περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ἐξ ὕψους ταπεινοῖ, ἐκ πενήτων πλουσίους, ἐξ ὑπηκόων ἄρχοντας, ἐκ νοσούντων ὑγιαίνοντας ἀπεργαζόμενος.
Didymus. He passes also to providence regarding men, and being thus disposed concerning God, that He humbles from on high, making rich out of poor, rulers out of subjects, healthy out of sick.
Στ. ιζʹ. Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος· νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
Verse 17. And blessed is the man whom the Lord reproved; and refuse not the admonition of the Almighty. For He causes pain, and restores again; He struck, and His hands healed.
Διδύμου. Ἐλέγχει Θεὸς, καὶ τὴν τῆς μάστιγος ἐπάγει νουθεσίαν, οὐχ ἵνα ἀπολέσῃ, ἀλλ' ἵνα σώσῃ τὸν παιδευόμενον· καὶ σὺ τοίνυν μὴ καθυφεὶς τοῦ φρονήματος, μετ' εὐχαριστίας δέχου τὸν ἔλεγχον.
Didymus. God reproves, and brings on the admonition of the scourge, not that He may destroy, but that He may save the one being chastened; do you therefore also, not relaxing your spirit, receive the reproof with thanksgiving.
Στ. ιηʹ. Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
Verse 18. Six times He will deliver you out of straits, and in the seventh evil shall not touch you.
Διδύμου. Κατὰ δέ τινας ὑποβάλλουσιν οἱ στίχοι, ὅτι εἰς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας, καὶ θλίψεις· κἂν ἅγιός τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην· ὑπερβὰς δὲ τὸν κόσμον, καὶ ἐν τῇ ἑβδοματικῇ ἀναπαύσει γεγενημένος, οὐκ αἰσθήσεται κακώσεως· ἐπεὶ καὶ τοῦ ἀφιλάργυρον ἔχοντος τὸν τρόπον οὐχ ἅπτεται ζημία. Ὁ δὲ νοῦς τοιοῦτος· Ἐν τῷ νῦν αἰῶνι γυμνάσει σε, καὶ ἐν τῷ μέλλοντί σε δοξάσει. Οὐκ ἀνάγκη δὲ ταῖς θεωρίαις τὰς ἱστορίας ἐξομαλίζειν ἐξῆς.
Didymus. According to some, the verses suggest that so long as one exists under the world that was made in six days, one endures the distresses and tribulations in it; even if one be a saint, one has the necessity of need arising from the body; but having passed beyond the world, and having come into the seventh-day rest, one will not feel ill-treatment; since loss does not even touch him who has a disposition free from love of money. And the sense is such: In the present age He will exercise you, and in the age to come He will glorify you. Yet it is not necessary to level the historical narratives with the contemplations throughout.
Στ. κςʹ. Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.
Verse 26. And you shall come into the grave, like ripe wheat harvested in due season; or like a heap of the threshing-floor gathered in at the proper hour.
Διδύμου. Τοῦτο γὰρ δηλοῖ ἡ συγκομιζομένη θημωνία, τὴν πλήρωσιν, καὶ τελείωσιν, καὶ ὅτι ἐπ' ἀσφαλοῦς λοιπὸν τῷ ὄντι ἐστὶν ὁ τέλειος.
Didymus. For this is what the gathered heap signifies, fullness and perfection, and that henceforth the perfect man is truly in safety.
ΚΕΦ. Ϛʹ, στ. εʹ. Τί γάρ ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα ζητῶν ; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς, ἐπὶ φάτνης ἔχων τὰ βρώματα ;
Chapter VI, verse 5. For what? will a wild ass cry out in vain, except when seeking its food? or will an ox even break forth with a voice, when it has fodder at the manger?
Διδύμου. Μὴ γὰρ ματαίως φωνὴν ἀφίησιν ὄνος ἄγριος, ἀλλ' ἐνδεόμενος τροφῆς· ἀλλ' οὐδὲ βοῦς μυκᾶται, ἐπὶ φάτνης βρωμάτων κειμένων· ὥστε μηδὲ ἐμὲ αἰτιῶ, εἰ κράζω, κατὰ τὴν σὴν ὑπόληψιν, διὰ τὰ ἀνιαρὰ, τῆς φύσεως ἀσθενοῦς ὑπαρχούσης. Ταῦτα δέ φησιν ὁ δίκαιος, ὅτι Ὡς οὐ μάτην ἀνακράζει ὄνος, ἢ
Didymus. Does a wild ass utter a voice idly, rather than when lacking food? nor indeed does an ox low when fodder is lying at the manger; so neither blame me if I cry out, according to your supposition, on account of distressing things, since nature is weak. And the righteous man says these things, that As an ass does not cry out in vain, or
PG 39:1136Read from the pageβοῦς, ἀλλ' ὅταν ἐπιλείπῃ τὰ βρώματα· οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακοῦ, ἄγων τὸν Ἐλιφὰζ πρὸς τὸ μὴ μέμφεσθαι τὸν ὀδυνώμενον, εἰ κράζει. Οὐ γὰρ ἀναίσθητον εἶναι δεῖ τὸν δίκαιον, κἂν καρτερῶς φέρῃ τὰ θλίβοντα. Αὕτη γὰρ ἀρετή ἐστιν, ὅταν αἴσθησιν τῶν ἐπιπόνων δεχόμενός τις, ὑπερφρονῇ τῶν ἀλγηδόνων διὰ τὸν Θεόν.
an ox, except when fodder fails; so neither would I be despondent, had I not come to the extremity of evil, leading Eliphaz not to blame the one in pain if he cries out. For the righteous man ought not to be insensible, even though he bears afflictions stoutly. For this is virtue, when someone, receiving the sensation of painful things, despises the pangs for God's sake.
Στ. ςʹ. Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός ; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς ;
Verse 6. Shall bread be eaten without salt? or is there indeed taste in empty words?
Διδύμου. Πρὸς δὲ διάνοιαν, Ἅπας λόγος κενὸς καὶ μάταιός ἐστιν, ἐστερημένος πράξεως ἐναρέτου. Τούτου παραστατικὸν τὸ, Οὐ γὰρ ἐν λόγῳ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει, οὐκ ἐν κεναῖς ὑποσχέσεσιν, ἀλλ' ἐν λόγῳ ἐνεργεῖ τὰ τῆς σωτηρίας ὑπάρχει.
Didymus. And as to the sense, Every word is empty and vain when deprived of virtuous action. Proof of this is the saying, For the kingdom of God is not in word, but in power; the things of salvation consist not in empty promises, but in effective word.
Στ. ιεʹ. Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρῆλθόν με.
Verse 15. My nearest ones did not look upon me; like a failing torrent, or like a wave, they passed me by.
Διδύμου. Καὶ οἱ δοκοῦντες δὲ φίλοι εἶναι, ἐνστάντος δὲ θλιβεροῦ καιροῦ ἐλεγχόμενοι, ὅτι ψεύδονται τὴν φιλίαν, καὶ σχηματίζονται, λόγον τε ἂν [ἴσ. λέγοιντ' ἂν] χείμαρρος καὶ κῦμα, διὰ τὸ ἀβέβαιον καὶ ἄπιστον. Ὡς γὰρ ὁ χείμαρρος δόκησιν παρέχει αὐθιγενοῦς καὶ ἀεννάου ποταμοῦ, καὶ τὸ κῦμα κορυφούμενον τοῖς ἀπείροις δοκεῖ μὴ ἄν ποτε ταπεινωθῆναι (ἤλεγξε [ἴσ. ἐλέγχει] δὲ καὶ τὸν χείμαρρουν πρόσκαιρον ὄντα ὁ αὐχμὸς, καὶ τὸ κῦμα ἡ νηνεμία)· οὕτω καὶ τοὺς ὑποκρινομένους τὰ τῆς φιλίας, καιροῦ ζάλη δείκνυσι πολύ τι πρὸς τοὺς ἀληθινοὺς φίλους ἀντικειμένους. Οἱ μὲν γὰρ δίκαιοι, ἣν ἔχουσι βεβαιότητα πρὸς τοὺς ἀγαπωμένους, ταύτην φαίνονται ἐν ἀνέσει, καὶ ἐν περιστάσει τηροῦντες, τὸν ὅρον τῆς φιλίας μὴ διαστρέφοντες· καὶ οὐ θαῦμα, ὅπουγε καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐκτείνουσι, μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικοὶ ὄντες· οἱ δὲ φαῦλοι μέχρι μέν τινος κρύπτουσιν ὅπερ εἰσὶ, φωρῶνται δὲ ἐν τοῖς περιστατικοῖς, τὸ προσωπεῖον τῆς ἀγάπης ἀποδυσάμενοι. Τοῦτο τοίνυν καὶ τῷ Ἰὼβ πρὸς δοκιμασίαν τότε συνέβαινεν· ἴσως δὲ καὶ τοῦτο τοῦ ἐξαιτησαμένου ὑποβάλλοντος, πείθοντός τε καὶ τοὺς φίλους, διὰ τὸ πάθος καταφρονεῖν αὐτοῦ. Οὐ μικρὸν δὲ ἀνιᾷ ἐν τοῖς θλιβεροῖς ἀπουσία τῶν φίλων. Ταύτην ὑπομένων τὴν θλίψιν καὶ Δαβὶδ ὁ ἅγιος ἔψαλλε [ἴσ. ἔψαλε]· Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Καὶ πάλιν ἀποδυρόμενος, ἔλεγε· Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
Didymus. And those who seem to be friends, yet when a distressing season sets in are proved to be lying about friendship and putting on a show, could also be called a torrent and a wave, on account of their instability and faithlessness. For as the torrent gives the appearance of a native and ever-flowing river, and the cresting wave seems to the inexperienced as if it could never be laid low (yet drought exposes the torrent as temporary, and calm weather the wave): so too a storm of circumstance shows those who feign friendship to be far opposed to true friends. For the righteous are seen keeping the steadfastness they have towards those they love both in ease and in adversity, not perverting the standard of friendship; and no wonder, since they extend love even towards enemies, being peaceful with those who hate peace; whereas the wicked conceal what they are for a while, but are detected in times of adversity, having stripped off the mask of love. This then was happening to Job too at that time for his testing; and perhaps the one who had demanded him suggested this also, persuading his friends as well to despise him because of his suffering. And in distressing times the absence of friends causes no small pain. Enduring this tribulation, holy David also sang [perhaps: sang]: I looked to the right hand and beheld, and there was none who knew me. And again lamenting, he said: I was forgotten as a dead man from the heart, I became like a lost vessel.
Στ. ιηʹ. Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι.
Verse 18. Those who used to stand in awe of me have now fallen upon me.
Διδύμου. Ἴσως μὲν οὖν ἠρέμα τοὺς φίλους ἐλέγχει, ὅτι Ἀγνοοῦντες τὴν αἰτίαν τῶν ἐπαγωγῶν, ἐπεμβαίνετέ μοι, τολμῶντες τοιαῦτα λέγειν, ἃ μὴ πρότερον εἰρήκατε, διὰ τὴν πρὸς με εὐλάβειαν. Εἰκὸς δὲ ὅτι καὶ πολλοὶ τῶν ἄλλων διὰ τὴν συμφορὰν αὐτῷ ἐνήλλοντο.
Didymus. Perhaps then he gently reproves his friends, saying, Being ignorant of the cause of my afflictions, you trample upon me, daring to say such things as you did not say before, out of reverence for me. And it is likely that many of the others also leaped upon him on account of his calamity.
PG 39:1137Read from the pageΣτ. καʹ. Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως.
Verse 21. Yet you also have come upon me mercilessly.
Διδύμου. Καὶ τοὺς ἐπ' αἰτίᾳ ψεκτῇ περιπεσόντας σκυθρωποῖς νουθετῶν τις, οὐκ ἐλέγχει, κατὰ λόγον [ἴσ. λόγου] κινούμενος· οὐ τοῦτο γὰρ πρόκειται· ἀλλὰ μᾶλλον εἰς ἀνδρείαν προτρέψασθαι, τοῦ γενναίως ἐνεγκεῖν. Τὸ γὰρ λέγειν, Διατί γὰρ ἥμαρτες ; βαρῦναί ἐστι μᾶλλον, ἢ πόνων κουφίσαι. Καὶ γὰρ τῷ ὄντι ἀνελεημόνως ἐπέστησαν αὐτῷ, ἐκ τοῦ πεπλανῆσθαι περὶ τὴν αἰτίαν τῆς ἐπαγωγῆς, καὶ ὅτι τὸν μὴ ὑποκείμενον ἐλέγχῳ, ἐλέγχειν ἐπειρῶντο.
Didymus. Even when admonishing those who have fallen into gloomy circumstances through a blameworthy cause, one who is moved by reason does not reprove them; for this is not the aim; but rather to exhort them to courage, so as to bear it nobly. For to say, Why then did you sin? is rather to weigh them down than to lighten their toils. And indeed they truly set upon him mercilessly, from having erred concerning the cause of his affliction, and because they were trying to reprove one who was not subject to reproof.
Στ. καʹ. Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε.
Verse 21. Wherefore, seeing my wound, be afraid.
Διδύμου. Κηδεμονικώτατα δὲ ὁ ἅγιος καὶ πρὸς τοὺς μὴ ὀρθῶς διακειμένους πρὸς αὐτὸν προσφέρεται, ἀπὸ τῶν καθ' ἑαυτὸν κἀκείνους διορθούμενος, καὶ ἐκ τῆς αὐτῶν διαλήψεως δεχόμενος τὴν ἀρχὴν τῆς παραινέσεως. Εἰ γὰρ πᾶς ὁ ἁμαρτάνων σκυθρωποῖς περιπίπτει, καὶ ὁ περιπεσὼν ἐξ ἁμαρτιῶν τοῦτ' ἔπαθεν, οὐδεὶς δὲ καθαρὸς ἀπὸ ῥύπου, καὶ ὑμεῖς φοβήθητε, ἐκ τοῦ ἡμετέρου τραύματος [γρ. πράγματος] τὸν φόβον δεχόμενοι.
Didymus. Most solicitously the saint behaves even towards those who are not rightly disposed towards him, correcting them too from his own case, and taking the starting-point of his exhortation from their own conception. For if everyone who sins falls into gloomy things, and he who has fallen into them suffered this because of sins, while no one is pure from defilement, do you also fear, receiving fear from my wound [var. affair].
Στ. κδʹ. Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
Verse 24. Teach me, and I will be silent; if I have erred in anything, declare it to me.
Διδύμου. Καὶ τοῦτο δὲ μετὰ πλείστης ὅσης πραότητος ὁ ἅγιος παιδεύει αὐτοὺς, πῶς χρήσονται λόγοις πρὸς τοὺς ἐν περιστάσει· φησὶ γάρ· Διδάξατέ με, τουτέστι, Διδάσκειν ὀφείλετε, οὐχ ἐλέγχειν ἀκαίρως· εἰ μὴ καὶ τοῦτο πρὸς παίδευσιν δεῖ ποιεῖν, καὶ τὸ [ἴσ. κατὰ] λεγόμενον ὑπὸ Παύλου· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
Didymus. And in this too with the greatest possible gentleness the saint instructs them how they should use words towards those in adversity; for he says: Teach me, that is, You ought to teach, not reprove unseasonably; unless one must do this too for instruction, and [according to] what is said by Paul: Reprove, rebuke, exhort with all longsuffering and teaching.
Στ. κεʹ. Οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
Verse 25. For I do not ask strength from you, nor will your reproof stop me with words; for I will not endure the utterance of your speech. Save that you fall upon an orphan, and leap upon your friend.
Διδύμου. Ἀνδρείας δὲ καὶ τοῦτο. Πολλοὶ γὰρ πολλάκις τῶν ἐν περιστάσεσι, φορτικῶν ἀκούοντες λόγων, ἀποκάμνουσιν· ἀλλ' ὁ ἅγιος, οὔτε ὅλως τὸν ἔλεγχον τὸν ὑπὸ φίλων, οὔτε τοὺς λόγους πρὸς ὀλιγωρίαν ἐδέξατο, μὴ καταδεχόμενος αὐτὰ τὴν ἀρχὴν, ὡς δυνάμενα αὐτὸν σεῖσαι ἀλλὰ τὸ ἄλογον τῆς καθ' ἑαυτοῦ ἐπιπλήξεως, καὶ τὸ μάταιον τοῦ ἐλέγχου δεικνὺς, φησὶν, ὅτι Οὐ παύσει με ὁ ἔλεγχος ὑμῶν. Λόγος γὰρ χωρὶς ἔργων προσφερόμενος [ἴσ. προφερόμενος]· ἀβέβαιός ἐστι καὶ ἄπιστος· ἄλλως δὲ καὶ μὴ ἀληθῶς προϊὼν, ἔτι τὸ ἀσθενὲς ἔχει· ὥστε καὶ ὑμεῖς τοιούτῳ ἐλέγχῳ χρώμενοι, οὐ παύετε [ἴσ. παύσετε] τἀληθῆ λέγειν, οὐδὲ πρὸς τοὺς παρ' ὑμῶν λόγους εὑρήσετε ἡσυχάζοντα.
Didymus. This too is a mark of courage. For many of those in adversities often grow weary when hearing burdensome words; but the saint did not at all receive the reproof from friends, nor their words, to faint-heartedness, not accepting them in the first place as able to shake him, but showing the unreasonableness of the rebuke against himself and the vanity of the reproof, he says, Your reproof will not stop me. For a word brought forward [perhaps: uttered] without works is unstable and untrustworthy; and besides, when not proceeding truthfully, it has weakness besides; so that you too, using such reproof, do not stop [perhaps: will not stop] me from speaking the truth, nor will you find me keeping quiet at your words.
Στ. κθʹ. Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ ;
Verse 29. Sit down now, and let there be no unrighteousness, and again come together with the righteous man. For is there unrighteousness in my tongue, or does not my throat meditate understanding?
Διδύμου. Ἐπιτρεπτικὰ δὲ ταῦτα καὶ ἀνεξίκακα [ἴσ. ἀλεξίκακα], παιδεύοντα σχολῇ, καὶ προσοχῇ, καὶ ἐξετάσει φθέγγεσθαι· ὃ δηλοῦται διὰ τοῦ, Καθίσατε.
Didymus. These words are both concessive and patient [perhaps: averting evil], instructing one to speak with leisure, and attention, and examination; which is shown through the word, Sit down.