Migne Reading Room

PG 38 · cols. 936–945 · Read from the page

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:936Read from the page
ὑάλου ἔστιν ἀθρῆσαι, ἐξ αὐτῆς ἐκείνην διαπεφραγμένην τὴν κύλικα, καὶ ἀποκρίνουσαν διχῶς τὸ ἐκχεόμενον. Μείζων δὲ πάντως ἀνθρωπίνης ἐπινοίας ἡ πάνσοφος τοῦ Θεοῦ δραστικὴ δύναμις. Ὅρα δέ μοι ἐναργέστερον ὑπόδειγμα περὶ τοῦ στερεώματος, οὐ τέχνῃ βροτῶν, ἀλλὰ θείᾳ βουλῇ συνιστάμενον, καὶ οἱονεὶ διδασκαλεῖον ἡμῖν προκείμενον, τὸν ἕνα τῶν τεττάρων ἐκ τῆς ἐν παραδείσῳ κρήνης ῥεόντων ποταμῶν, τὸν Φυσῶνα, παρὰ τῇ καθ' ἡμᾶς Γραφῇ, παρ' Ἕλλησι δὲ Ἴστρον, παρὰ δὲ Ῥωμαίοις Δανούβιον, παρὰ δὲ Γότθοις Δούναβιν προσαγορευόμενον· χειμῶνος πηγνυμένου, καὶ εἰς λιθώδη ἀντιτυπίαν μεθισταμένης τῆς μαλακῆς τοῦ ῥείθρου φύσεως, ὡς οἷαν τε φέρειν ἐπιπορευομένων πολεμίων, καὶ πρὸς τὰ Ῥωμαίων, Ἰλλύριά τε καὶ Θρᾴκεια μέρη διαφοιτώντων πλῆθος. Οὕτω τοι καὶ τὸ αὐτὸ ἐκ τοῦ ὕδατος παγὲν στερέωμα, ὑποκλύζεται μὲν τῷ ὑποκριθέντι ῥείθρῳ, ὑπερστέγει δ' ἵππον καὶ ἀναβάτην, ἐν χιλιάσι δέκα πολλάκις ὁρώμενον. Ἔστι δὲ ὅτε καὶ τῆς ἀμειδίας τοῦ χειμῶνος ἐπικρατούσης, καὶ τοῦ κρύους μένοντος, λάβρον ὕδωρ ἀπὸ νεφῶν ὑόμενον, καὶ διὰ τῶν χαραδρῶν ἢ ἀκρωρειῶν καὶ γεωλόφων κατάῤῥηκτον ἐπὶ τοῦ ποταμίου στερεώματος φέρεσθαι. Ὅπερ διειργόμενον πρὸς τὸ ὑπεῤῥέον οἷον διαφράγματι τῷ ἐξ ὑδάτων στερεώματι ἀμιγὲς τέως καὶ ἀσύγκριτον μένει πρὸς τὸ ὑποκείμενον. Παραπλήσια δὲ καὶ διὰ τῆς χιόνος παιδευόμεθα, ἐπιξενωμένης τῷ εἰρημένῳ στερεώματι· ὥστε ὑπάρχειν αὐτὸ μεταίχμιον διάφραγμα κρύσταλλον, διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, δίκην τοῦ οὐρανίου στερεώματος, τῶν ἐπιγείων τὰ ὑπερκόσμια διακρίνοντος. Ἀπειροπλασίως δὲ καὶ ἀπαραβλήτως χειμῶνος τὸ θεῖον πρόσταγμά φημι ἰσχυρότερον, πῆξαν τὸ ὑπὲρ κεφαλῆς ἡμῶν στερέωμα.
glass one may observe that cup partitioned from itself and separating in two ways what is poured in. Yet greater by far than human contrivance is the all-wise active power of God. Look for me at a clearer example concerning the firmament, constituted not by the art of mortals but by divine counsel, and set before us as a kind of school: one of the four rivers flowing from the spring in paradise, called Physon in our Scripture, Ister among the Greeks, Danubius among the Romans, and Dunabis among the Goths — when it freezes in winter, and the soft nature of the stream is changed into stony hardness, so as to be able to bear a multitude of advancing enemies crossing over into the Roman, Illyrian, and Thracian regions. In this very way that same firmament congealed from water is washed underneath by the stream separated below, while above it supports horse and rider, often seen in ten thousands. And sometimes, while the harshness of winter prevails and the cold persists, heavy water rains down from the clouds and, rushing down through ravines or mountain ridges and hills, is carried onto the river's firmament; and being kept apart from the flowing stream as by a partition through the firmament made of waters, it remains meanwhile unmixed and unmingled with what lies beneath. Similar things we are taught also through snow settling upon the aforesaid firmament, so that it is an intermediate crystal partition, dividing between water and water, like the heavenly firmament separating the supramundane from the earthly. And I say that the divine command, which congealed the firmament above our head, is infinitely and incomparably stronger than winter.
ΠΕΥΣΙΣ ΞΘʹ.
Question 69.
Καὶ διατί ἄρα τὰ ἄνω ὕδατα; ἵνα τις ὑδρεύσηται, ἢ πίῃ, ἢ πλεύσῃ, ἢ ποτίσῃ τινὰ, ἢ ὅλως διὰ ποίαν χρείαν;
And why then are there waters above? So that someone may draw water, or drink, or sail, or give drink to someone, or altogether for what need?
Ἀπόκρισις.
Answer.
Ἐπεὶ κρύσταλλον ὑπάρχειν ἔφην τὸ στερέωμα, δέχεσθαι ἤμελλεν τὴν ὑπερκειμένην τῶν φωστήρων φρυκτωρίαν, ἥλιόν φημι, καὶ σελήνην καὶ τὴν λοιπὴν τῶν ἄστρων ὁμήγυριν, ἐκ πυρὸς τὴν φύσιν ἔχοντα. Ἵν' οὖν μὴ τῷ ἐκείνων πυρετῷ ἀναλυθῇ τὸ πεπηγὸς, δι' αὐτοῦ ἐκείνου ἀνέκρινε τὸ μυρίον ἐκεῖνο ὕδωρ ὑπὲρ νώτοις αὐτοῦ καταψύχειν τὸν φλογμὸν, καὶ ἐπαλείφειν τὸ φέρον, ὅπως τῇ ἐκεῖθεν νοτίδι παχυνόμενον ἀντέχειν τῷ πυρὶ τῶν φωστήρων.
Since I said that the firmament is crystal, it was going to receive the beacon-blaze of the luminaries lying upon it — I mean the sun and the moon and the remaining assembly of the stars, having their nature from fire. Therefore, lest what was congealed should be dissolved by their fiery heat, through it He separated that vast water upon its back to cool the blaze and to coat what bears [it], so that thickened by the moisture from there it might withstand the fire of the luminaries.
ΠΕΥΣΙΣ Οʹ.
Question 70.
Καὶ πῶς δυνατὸν κρύσταλλον ἀντέχειν πυρὶ, ὅπερ οὐδὲ ὅλως φέρει ἐγγύτητα πυρὸς, οὐδὲ χειρὸς ψηλάφησιν, οὐδὲ πνοὴν θερμοτέραν, ἢ ἐπιβολὴν ἱματίου;
And how is it possible for ice to withstand fire, when it does not bear at all the nearness of fire, nor the touch of a hand, nor a warmer breath, nor the laying on of a garment?
Ἀπόκρισις.
Answer.
Ἀλλ' οὐ χρὴ τὰ ὑπερκόσμια περιγείοις καθόλου ὑποβάλλειν· καταλλήλως γὰρ τῇ ἡμετέρᾳ ἀσθενείᾳ δύναμις πάντα διῳκονόμηται, καὶ πρυτανεύει. Ἐκ τῶν παρ' ἡμῖν τοίνυν ἀμυδροῖς παραδείγμασι χρώ-
Yet one must not subject supramundane things altogether to earthly ones; for in proportion to our weakness [divine] power has ordered all things and governs them. Making use, therefore, of dim examples from among us,
PG 38:937Read from the page
μενοι, φαμὲν τὰ ὑπερκείμενα, λύχνῳ μικροτάτῳ ἐν οἰκίᾳ μεγίστῃ φαίνοντα παραβάλλοντες τὸν βασιλέα τῶν φωστήρων ἥλιον, πρὸς τὸ οὐράνιον σῶμα συγκρινόμενον· καὶ ὥσπερ ἐν δίσκῳ παμμεγέθει, βραχὺν ἄνθρακά τις ἐπιθέμενος, ἢ λύχνον ὑποκαίων, οὐ μόνον φλέξας ἢ χωνεύσας τὸ ὑποκείμενον οὐχ οἷός τε εἴη, ἀλλὰ οὐδὲ θερμᾶναι τὸ σκεῦος ἰσχύσειεν. Πῶς οὖν λύχνος ἀμυδρὸς δυνήσεται ἄβυσσον πεπηγυῖαν λῦσαι ἢ παραφλέξαι; πότε δὲ κύλιξ ἅπτουσα, οἵα τε θραῦσαι χειμῶνος κρυότητα, φιλονεικοῦντος σβέσαι τὴν θρυαλλίδα τῷ παγετῷ, εἰς λίθον δὲ μετατυπῶσαι τὸ ἐνυπάρχον ὕδωρ καὶ ἔλαιον, τῆς ὑπερβολῆς τοῦ κρύους τὴν λαμπάδα ἀπομαράναντος; πῶς δὲ καὶ ἡ ἀμίαντος βοτάνη, καὶ ἄφλεκτος πάντῃ διαμένουσα; Ἀλλὰ καὶ σαλαμάνδραν ζῶον εὐτελὲς, πυρὸς δὲ τῇ φύσει διαφέρον, ἔγνωμεν διὰ μέσης καμίνου πυρὸς ἐνσκαῖρον, διαβιβάζον τε, καὶ μηδὲν παντελῶς ἐκ τῆς λυμαντικῆς τοῦ πυρὸς φύσεως ὑπομένον. Οὐδὲν τοίνυν ἥλιος παραβλάψειεν τὸν οὐρανὸν ὑποθέων· οὗ τὰς ἑωθινὰς ἀνατολὰς διαγράφων ὁ τῶν θείων μελῳδὸς, φησίν· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ. Ἰδοὺ, ἄκρον καὶ ἔξοδος· οὐ σφαῖρα δὲ καὶ ἄνοδος κυλιστικὴ, ὡς δοκεῖ τοῖς εἰκαιολόγοις. [Καὶ τὸ κατάντημα αὐτοῦ, φησὶν, ἕως ἄκρου τοῦ οὐρανοῦ]. Καὶ τὸ κατάντημα καὶ ἄκρον, οὐ κάθοδος καὶ ὑπόδυσις. Ἀλλ' ἐπὶ τὴν νυμφικὴν ὡραιότητα τοῦ φωστῆρος ἴωμεν. Φησὶ γὰρ περὶ αὐτοῦ ὁ Δαβίδ· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· τὸ φαιδρὸν καὶ σύμμετρον τῆς ἑωθινῆς αὐτοῦ ὄψεως παριστῶν. Μεσημβρινὸν γὰρ αὐτὸν διιππεύοντα τὸν οὐρανὸν, πολλάκις καὶ ἀποδιδράσκειν πειρώμεθα, τὸ φλογῶδες αὐτοῦ μὴ φέροντες· ἅμα δὲ τοῦ ἀνίσχειν, τερπνὸς πᾶσιν ὑπάρχει· καὶ ὥσπερ νυμφίου δίκην ὁρώμενος, καὶ ἀπὸ τῆς ἑῴας μέχρι τῆς ἑσπέρας ἀφθόνως ἐπιβὰς, διὰ τὰς ἐκ τῶν μαρμαρυγῶν στροφάλιγγας διαλύει τῇ δᾳδουχίᾳ τὸ ἀμειδὲς τοῦ ἀέρος, καὶ τῇ γῇ πρὸς καρπογονίαν συνομιλῶν, συνθάλπων αὐτὴν, καὶ ἐγκαλούμενος τὰ σπέρματα ἐκφύειν.
we speak of the things above, comparing the king of the luminaries, the sun, when measured against the heavenly body, to a tiny lamp shining in a very great house; and just as if someone placed a small coal upon an immense dish, or lit a lamp beneath it, he would not only be unable to burn or melt what lies above, but would not even have the strength to warm the vessel. How then will a dim lamp be able to melt or scorch a frozen abyss? And when is a burning cup able to break the chill of winter, which strives to quench the wick with frost and to turn the water and oil within it into stone, as the excess of cold makes the lamp wither away? And what of the asbestos plant, which remains altogether unburned? Moreover, we know also of the salamander, a lowly creature yet different in nature from fire, leaping into and passing through the midst of a furnace of fire, and suffering nothing at all from the destructive nature of fire. In no way, therefore, would the sun harm the heaven as it runs beneath it; describing whose morning risings, the psalmist of divine things says: And he as a bridegroom coming forth from his bridal chamber shall rejoice as a giant to run his course; from the extremity of heaven is his going forth. Behold, extremity and going forth — not a sphere and a rolling ascent, as idle talkers suppose. [And his circuit, he says, is unto the extremity of heaven]. Again, circuit and extremity, not descent and sinking underneath. But let us come to the bridal beauty of the luminary. For David says of it: And he as a bridegroom coming forth from his bridal chamber, setting forth the bright and measured quality of its morning appearance. For when it rides across the midday sky we often even try to flee from it, unable to bear its fieriness; yet as soon as it rises it is pleasant to all; and being seen like a bridegroom, and mounting abundantly from morning until evening, through the whirlings of its flashes it dispels with its torchlight the gloom of the air, and conversing with the earth for fruitfulness, warming it and calling forth the seeds to sprout.
ΠΕΥΣΙΣ ΟΑʹ.
Question 71.
Καὶ πῶς οὐ λύεται τὸ κρύσταλλον τῇ πυρώσει τοῦ ἡλίου, τοσούτου ὄντος θερμοῦ ἐμφαίνειν ἡμᾶς αὐτὸν, μεσημβρίᾳ μὴ φέροντας αὐτοῦ τὴν φλόγα;
And how is the ice not melted by the fiery heat of the sun, when it is so hot as to make us show [ourselves] unable to bear its flame at midday?
Ἀπόκρισις.
Answer.
Θεοῦ βουλομένου σιωπάσθω τὸ πῶς· ἐπεὶ κἀγὼ εἰκότως ἔροιμί σου· Πῶς ἡ θάμνος ἐπὶ Μωσέως ἐκφλεγομένη, οὐ κατεφλέγετο, ἀλλ' οἷον δρόσῳ νοτιζομένη εὐθαλὴς μᾶλλον ἐδείκνυτο; πῶς δὲ οἱ βόστρυχοι καὶ τὰ σαράβαρα τῶν περὶ Ἀνανίαν, ἐν τῇ Χαλδαίων καμίνῳ, ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις τῆς
When God wills, let the how be kept silent; since I too might fittingly ask you: How was the bush in Moses' time, though ablaze, not burned up, but as though moistened with dew appeared all the more flourishing? And how were the locks of hair and the trousers of Ananias and his companions in the furnace of the Chaldeans, when to forty-nine cubits the
PG 38:939Read from the page
φλογὸς κορυφουμένης, ἄκαυστοι καὶ ἀμείωτοι διέμεινον, μᾶλλον ὑπὲρ τὸ πῦρ ἀστράπτοντες; Ὅπως δὲ μὴ δόξοιεν ἐκείνην κορυφοῦντες στύππῃ, καὶ πίσσῃ, καὶ νάφθᾳ, καὶ κληματίδι, μαγείᾳ τινὶ ἢ φαντασίᾳ χαλινωθῆναι τὴν παμφάγον τοῦ πυρὸς δύναμιν, ἡ τοῖς ἔνδον συγχαίρουσα θειότης οἰκονομεῖ τὴν διὰ τοῦ στομίου εἰς τὸ ἄνω διαδρ[αμ]ουμένην φλόγα, ἐκδραμεῖν ἐπὶ τῆς χέρσου, καὶ τοὺς ἀπὸ τεσσαράκοντα ἐννέα πηχῶν πόῤῥω τῆς πυρκαϊᾶς καθεζομένους ὑπηρέτας καὶ θεατὰς καταφλέξαι, καὶ μέχρι κόνεος ἀποτεφρῶσαι. Πῶς δὲ Ἡλίας πυρίνῳ τεθρίππῳ εἰς οὐρανὸν ἀναπτερούμενος ἄφλεκτος διέμεινε μέχρι καὶ τῆς ἰδίας τριχός; Πῶς δὲ ἐκ τῆς ἀμιάντου βοτάνης θρυαλλὶς τῷ λύχνῳ ἐντιθεμένη, εἴκοσι ἐτῶν περίοδος ἀρκεῖ, τοῦ ἐλαίου μόνου ἀεὶ ἐξατμιζομένου τῷ λυχνιαίῳ πυρὶ, αὐτῆς ἀφθόρου μενούσης; Ἠρεμείτω οὖν ἐπὶ Θεοῦ τὸ πῶς. Φωνὴ Κυρίου διακόπτει φλόγα πυρὸς, φησὶν ὁ θεῖος μελῳδός. Ὥσπερ γὰρ ἐπὶ τῆς θάμνου ἐν τῇ ἐρήμῳ, καὶ ἐπὶ τῆς καμίνου ἐν Βαβυλῶνι, καὶ ἐπὶ Ἠλίου τοῦ προφήτου, καὶ τῶν λοιπῶν τεραστίων τὴν φλεκτικὴν τοῦ πυρὸς δύναμιν διατέμνει τὸ θεῖον πρόσταγμα, καταλλήλως διαιροῦν τὸ παρ' ἡμῖν ἀδιαίρετον, ὑποδεικνύν τε τῆς μελλούσης θείας κρίσεως τὸ ἀδέκαστον, τὸ φωτιστικὸν μὲν τοῦ γεεννικοῦ πυρὸς δικαίοις μέλλον ἀπονέμεσθαι, τὸ δὲ φλεκτικὸν τοῖς ἐναντίοις. Ἡ γὰρ ἡμέρα ἐκείνη ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, φησὶν ὁ ὑψηλὸς Ἀπόστολος· συμφώνως δὲ τούτῳ Πέτρος ὁ τοῦ θιάσου κορυφαῖος· Οἱ δὲ νῦν, φησὶν, οἱ οὐρανοὶ, καὶ ἡ γῆ, πυρὶ τεθησαυρισμένοι εἰσὶ, τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀνταποδόσεως. Τῶν οἰκετῶν δὲ τοὺς λόγους ἐπισφραγίζων ὁ Κύριος, ἐν Εὐαγγελίοις φησί· Τότε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης, καὶ συνάξουσι τοὺς ἁμαρτωλοὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.
of the flame mounting high, remained unburned and undiminished, shining even more brightly than the fire? And lest those who were heaping it up with tow, and pitch, and naphtha, and vine-twigs should suppose that the all-devouring power of the fire was bridled by some magic or illusion, the Godhead rejoicing with those within orders that the flame running up through the mouth should rush out upon the dry land, and burn up the servants and spectators sitting forty-nine cubits away from the conflagration, and reduce them to ashes even to dust. And how did Elijah, winged heavenward in a fiery four-horse chariot, remain unburned even to his very hair? And how does a wick from the amianthus plant, placed in a lamp, suffice for a period of twenty years, while the oil alone is continually evaporated by the lamp-fire, and the wick itself remains incorrupt? Let "how" therefore be silent concerning God. "The voice of the Lord cuts through the flame of fire" (Ps. 28:7), says the divine psalmist. For just as at the bush in the desert, and at the furnace in Babylon, and in the case of Elijah the prophet, and the rest of the wonders, the divine command divides the burning power of the fire, fittingly separating what among us is indivisible, and showing the impartiality of the coming divine judgement—that the illuminating property of the fire of Gehenna will be assigned to the righteous, and the burning property to their adversaries. "For that day is revealed in fire, and the fire shall test each one's work of what sort it is" (1 Cor. 3:13), says the lofty Apostle; and in harmony with him Peter, the leader of the band: "But the heavens and the earth that now are," he says, "are treasured up for fire, being kept unto the day of judgement and retribution" (2 Pet. 3:7). And sealing the words of His servants, the Lord says in the Gospels: "Then the Son of Man shall send His angels everywhere throughout the world, and they shall gather the sinners from the midst of the righteous, and cast them into the furnace of fire" (Matt. 13:41, 49-50).
ΠΕΥΣΙΣ ΟΒ΄.
Question 72.
Τί οὖν; οὐδέποτε ἔσται λύσις τῶν οὐρανῶν, καὶ τῶν φωστήρων ἐκείνων ἀφανισμός;
What then? Will there never be a dissolution of the heavens, and a destruction of those luminaries?
Ἀπόκρισις.
Answer.
Ἔσται μὲν τῆς κτίσεως διάλυσις, οὐ παντελὴς δὲ ἀφανισμὸς, ἀλλὰ πρὸς τὸ κρεῖττον μεταποίησις· καθὼς ἐκ τοῦ θεσπεσίου Δαβὶδ παιδευόμεθα, μελῳδοῦντος· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Καὶ αὖθις ἐπάγων τὴν παλιγγενεσίαν, φησί· Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ἀποληγόντων τοίνυν τῶν ὑπερουρανίων ὑδάτων, τηνικαῦτα πάντα ἄρδην χωνευθήσεται τῇ ὑπερβολῇ τοῦ πυρός· οἱ γὰρ ἀστέρες πεσοῦνται, ὡς φύλλα ἐξ ἀμπέλου, φησὶν ὁ τῶν προφητῶν ὑψηλὸς Ἠσαΐας. Ἐν δὲ Καθολικαῖς φησι Πέτρος· Στοιχεῖα δὲ καυσούμενα λυθήσονται. Ὅτι δὲ πρὸς τὸ κρεῖττον καὶ λοι-
There will indeed be a dissolution of creation, yet not a total annihilation, but a transformation towards what is better; as we are taught by the divine David, singing: "In the beginning Thou, O Lord, didst lay the foundation of the earth, and the heavens are the works of Thy hands; they shall perish, but Thou remainest" (Ps. 101:26-27). And again, bringing in the regeneration, he says: "And all shall wax old like a garment, and as a vesture Thou shalt roll them up, and they shall be changed" (Ps. 101:27). When, therefore, the supercelestial waters cease, then all things will be utterly melted by the excess of the fire; for "the stars shall fall, like leaves from a vine" (Isa. 34:4), says Isaiah, lofty among the prophets. And in the Catholic [Epistles] Peter says: "And the elements, burning with heat, shall be dissolved" (2 Pet. 3:10). And that towards what is better and
Notes, col. 939

On the reading

Printed περίοδος, for περίοδον.

PG 38:941Read from the page
πὸν ἀδιάλειπτον τὰ πάντα μεταῤῥωσθήσεται, φησὶν ὁ τῶν ἐνεστώτων καὶ μελλόντων θεῖος μελῳδός· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
unceasingly all things shall be transformed, says the divine psalmist of things present and to come: Thou shalt send forth Thy Spirit, and they shall be created, and Thou shalt renew the face of the earth.
ΠΕΥΣΙΣ ΟΓʹ.
Question 73.
Οὐκοῦν καὶ ἡ θάλασσα λήξει ποτὲ ἐπὶ τῆς συντελείας, τοσαύτη οὖσα, καὶ τὰ ὑπερουράνια ὕδατα, [περὶ ὧν,] Ἀνὰ μέσον ὕδατος καὶ ὕδατος γενηθήτω στερέωμα, φησὶν ὁ Θεός;
Will the sea then also cease one day at the consummation, vast though it is, and the supercelestial waters, [concerning which] God says, Let there be a firmament in the midst of water and water?
Ἀπόκρισις.
Answer.
Καὶ μάλα εἰκότως ἐκ τοῦ ὑψηλοῦ Ἠσαΐου παιδευόμεθα, λήγειν τὴν θάλατταν καὶ ἀφανίζεσθαι ἐπὶ τῆς συντελείας· φησὶ γὰρ πρὸς τὸν Θεὸν ὁ θεσπέσιος· Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Νοείσθω δὲ ἐκ μεταφορᾶς, ἄβυσσος μὲν κακίας ὁ διάβολος, ποταμοὶ δὲ οἱ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ῥέοντες δαίμονες, τῆς μὲν ἐπαφρώσης ἡμῖν θανατηφόρα, τῶν δὲ, κυμάτων δίκην κορυφουμένων, καὶ ἐφαλλομένων ἡμῖν ἀεὶ διὰ τῶν πειρασμῶν. Ἀρκοῦσαν δὲ μόνον τῇ τοῦ παντὸς συστάσει φύσιν τῶν ὑδάτων ὁ Κτίστης ἐμηχανήσατο· οὐ μόνον δὲ τῇ καταψύξει τῶν ὑπερκοσμίων ὑδάτων συντετήρηται τὸ στερέωμα, ἀλλὰ καὶ τὴν φλόγα τῶν φωστήρων πρὸς τὸ κάτω πέμπει, τῷ πεπηλημμένῳ αὐτοῦ σώματι τὸ ἀνωφερὲς τοῦ πυρὸς πρὸς τὸ κάτω διακλῶν, καὶ εἰς ἀκτῖνας διαχέων τῷ πιεσμῷ, κατὰ τὴν εἰκόνα τῆς ἐν χερσὶν ἡμῶν λαμπάδος, ἄνωθεν πιεζομένης τῆς φλογὸς πίνακί τινι ἢ τηγάνῳ, καὶ εἰς ἀκτῖνας καὶ βολὰς διακλωμένης. Διὸ καὶ μετάρσιον τὸν ἥλιον ὁ πρὸ αὐτοῦ ἥλιος Χριστὸς ἐμηχανήσατο, ἐντεῦθεν τοῦ θέρους, ἐκεῖθεν δὲ χειμῶνος ἀνίσχοντα· ὅπως μὴ ἐπὶ πολὺ τῷ ἑνὶ προσδιατρίβοντα κλήματι, λυμήνασθαι τὴν ἁψῖδα τοῦ στερεώματος, ἢ παραφλέξαι τι τῆς διακοσμήσεως.
And quite fittingly we are taught by the lofty Isaiah that the sea ceases and vanishes at the consummation; for the inspired prophet says to God: Who says to the abyss: Thou shalt be laid waste, and I will dry up thy rivers. Let it be understood metaphorically, too, that the abyss of wickedness is the devil, and the rivers are the demons flowing from him and into him, while the former foams forth deadly things upon us and the latter crest like waves and continually leap upon us through temptations. Now the Creator contrived a nature of waters merely sufficient for the constitution of the universe; and not only is the firmament preserved by the cooling of the supramundane waters, but [He] also sends the flame of the luminaries downwards, deflecting the upward tendency of fire downwards by its compacted body and dispersing it into rays by the pressure, after the likeness of a lamp in our hands when its flame is pressed from above by some plate or pan and is broken into rays and shafts. Wherefore Christ, the sun before it, also contrived the sun high aloft, rising from this quarter in summer and from that quarter in winter, so that by not lingering for long in one clime it might not damage the vault of the firmament or scorch any part of the ordered world.
ΠΕΥΣΙΣ ΟΔʹ.
Question 74.
Τί οὖν; ἆρα καὶ τὰ ὑπερκόσμια ὕδατα ὁμοίως τοῖς θαλαττίοις εἰσὶ πικρά τε καὶ ἁλμυρὰ, καὶ βαρέα ἢ βρυώδη;
What then? Are the supramundane waters also, like those of the sea, bitter and salty, and heavy or mossy?
Ἀπόκρισις.
Answer.
Ἡμιόλιον τοῦ παντὸς ὕδατος τὸ ἀνακριθὲν, οὐ μέντοι πικρότατον, ἢ βαρύτατον, ἢ δυσωδέστατον, κατὰ τὸ θαλάττιον· τὸ μὲν γὰρ οὐ ψαύει ὑποθέων ὁ ἥλιος, τὸ δὲ ἐπὶ πολὺ ἐπιλάμπων ἐξατμίζει καὶ ἀνιμᾶται ὅσον γλυκύτατόν τε καὶ πότιμον τῇ θαλάττῃ ἐγκρίνεται διὰ ποταμῶν καὶ χειμάῤῥων. Ὁρῶμεν γὰρ πολλάκις χώρας τεναγώδεις ἐν μιᾷ μεσημβρίᾳ ξηρὰς καὶ ἀνίκμους καταλειφθείσας τοῖς ἀτμοῖς, διακριθέντος τοῦ ὕδατος, καὶ τῇ ἀναφορᾷ ταῖς νεφέλαις ἐγκραθέντος, πάλιν τῇ γῇ ὥσπερ ἐκ σπόγγων ἐκμυζόμενον, καὶ εἰς ὑετὸν ἐξοικονομούμενον.
Half of the whole water is what was separated upwards, yet not most bitter, or heaviest, or foulest-smelling like the sea water; for the sun running beneath does not touch the former, whereas shining long upon the latter it evaporates and draws up whatever is sweetest and drinkable that is mingled into the sea through rivers and torrents. For we often see marshy regions left dry and moistureless in a single midday by the vapours, the water having been separated and by its ascent mingled with the clouds, and again squeezed out upon the earth as from sponges and dispensed as rain.
ΠΕΥΣΙΣ ΟΕʹ.
Question 75.
Τί οὖν; οἱ ὄμβροι ἐκ τῆς θαλάσσης χορηγούμενοι ταῖς νεφέλαις, πάλιν τῇ γῇ σκορπίζονται; καὶ πῶς
What then? Are the showers supplied from the sea to the clouds scattered again upon the earth? And how
PG 38:944Read from the page
ἆρα δυνατὸν τοσοῦτον βάρος καὶ πλῆθος ὑδάτων ἐν νεφέλαις ἀνάγεσθαι ;
is it possible for so great a weight and multitude of waters to be carried up in the clouds?
Ἀπόκρισις.
Answer.
Ἄκουε τοῦ Δαβὶδ περὶ Θεοῦ μελῳδοῦντος · Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Ἕτερος δὲ τῶν προφητῶν φησιν · Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης αὐτὸ ἐπὶ προσώπου τῆς γῆς · Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Τῇ γὰρ παρατριβῇ τῶν νεφῶν τοῖς πνεύμασιν ἐλαυνομένων διακονίζειν τὸν ὑετὸν, αἱ ἀστραπαὶ συμβαίνουσιν.
Hear David singing of God: Bringing up clouds from the extremity of the earth, He has made lightnings for the rain. And another of the prophets says: He Who calls the water of the sea [and pours] it upon the face of the earth; the Lord God Almighty is His name. For by the friction of the clouds driven by the winds to convey the rain, the lightnings come to pass.
ΠΕΥΣΙΣ Οϛʹ.
Question 76.
Καὶ πῶς τοσούτοις ἔτεσι δαπανώμενον τῇ ἀναφορᾷ τῶν ὑετῶν καὶ τῇ πάντων μεταλήψει, οὐκ ἀνηλώθη τὸ πηγαῖον ὕδωρ ἢ τὸ θαλάσσιον ;
And how, being expended over so many years by the drawing up of rains and the partaking of all things, has the spring water or the sea water not been consumed?
Ἀπόκρισις.
Answer.
Τὸ μὲν κρηναῖον οὐκ ἀπολήγει, ἐκ τῆς θαλάττης ἀναδιδόμενον, καὶ εἰς αὐτὴν πάλιν ῥέον διὰ ποταμῶν καὶ χειμάῤῥων · διὸ οὐδὲ πλημμυρεῖν οἵα τε, τὸ ἐξ αὐτῆς εἰς ἑαυτὴν δεχομένη, καθὼς παιδεύει ὁ τῶν θείων σοφὸς Σολομών · Πάντες οἱ ποταμοὶ εἰς τὴν θάλασσαν πορεύονται, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη · τὸ δὲ θαλάττιον οὐ βραχύνεται τῇ ἄνωθεν ἀνταμείψει, τοῦ ἐξατμισθέντος τῷ ἡλίῳ αὐξούμενον, ἀποστάζοντος τοῦ οὐρανοῦ καὶ ἐξιδροῦντος τῇ δρόσῳ, τὸ διὰ τῶν ἀτμῶν τοῦ ἀέρος ὁσημέραι ἀνασπώμενον, κατὰ τοὺς κύβους τῶν λουτρῶν τῇ ἀναθυμιάσει τοῦ ἀέρος νοτιζομένων, καὶ ἀνθιδρούντων σταγόνας ἐπὶ τὸ ἔδαφος. Καὶ ἔστι πολλάκις ἀθρῆσαι παχὺν ἀέρα ἐκ τῆς θαλάττης ἢ τῶν κρηνῶν καὶ ποταμῶν ἀναπνεόμενον, ὅπερ οὐχ ἕτερον ἢ ὕδωρ ὑπάρχειν μοι δοκεῖ.
Spring water does not fail, being sent up from the sea and flowing back into it through rivers and torrents; wherefore neither is it able to overflow, receiving back into itself what came from itself, as Solomon, wise in divine matters, teaches: All the rivers go into the sea, and the sea is not filled. And sea water is not diminished because of the recompense from above, being augmented by what was evaporated by the sun, while the heaven distils and exudes in dew that which is drawn up day by day through the vapours of the air, just as the vaults of baths are moistened by the exhalation of the air and drip back drops upon the floor. And one may often behold thick air exhaled from the sea or from springs and rivers, which seems to me to be nothing other than water.
ΠΕΥΣΙΣ ΟΖʹ.
Question 77.
Καὶ πῶς ἐκ τῆς θαλάσσης δύναται εἶναι τὸ πηγαῖον ἢ ποτάμιον ὕδωρ, τῆς μὲν πικρᾶς καὶ ἁλμυρᾶς οὔσης, τῶν δὲ γλυκέων καὶ ποτίμων καὶ κουφοτέρων ;
And how can spring or river water come from the sea, when the latter is bitter and salty, whereas the former are sweet, drinkable, and lighter?
Ἀπόκρισις.
Answer.
Οὐδὲν τούτων ἐπισκοτῆσαι τοῖς εἰρημένοις οἷόν τε. Τῇ γὰρ ἐκθλιβῇ τῶν πόρων καὶ τῇ σκολιοπορίᾳ τῆς ἀναβλύσεως τὸ βαρὺ καὶ πικρὸν ἀποτίθεσθαι, καὶ τὴν ἅλμην ἐκλεπτύνεσθαι καθάπερ οἶνος ὕδατι κεκραμένος, σπόγγῳ ἢ ἄρτῳ καθαρῷ ἐπιχεόμενος. Ὁ μὲν ὡς παχύτερος, τοῖς πόροις τοῦ ὑποδεξαμένου ἐνέχεται · τὸ δὲ ὡς λεπτότερον καὶ διαφανέστερον, τῶν πόρων διεκμύζεται. Τὸ δ' αὐτὸ ἀποδείκνυσι καὶ τὸ ὑδρέλαιον τοῖς εἰρημένοις ἐπιχεόμενον · τοῦ μὲν πίονος καὶ παχυτέρου ἐμμένοντος, τοῦ δὲ λεπτοτέρου διήκοντος καὶ ἐκκρινομένου.
None of these things can obscure what has been said. For through the compression of the pores and the winding passage of its welling up, what is heavy and bitter is laid aside, and the brine is thinned out, just as wine mixed with water when poured upon a sponge or pure bread: the former, being thicker, is held in the pores of what received it, whereas the latter, being thinner and clearer, is strained through the pores. The same is shown also by oil mixed with water when poured upon the aforesaid substances: the richer and thicker part remains, while the thinner passes through and is separated out.
ΠΕΥΣΙΣ ΟΗʹ.
Question 78.
Καὶ εἰ οὕτως ἐστὶ, διὰ τί μὴ πάντῃ τὸ ὕδωρ ἀναδίδοται τῆς ἀβύσσου, ἀλλὰ φρέατα ὀρύσσοντες, οὐ τὸν τυχόντα εἰσάγομεν κάματον, πολλάκις καὶ ἐπὶ τὸν οἴκτιστον ἐπαγόμενοι θάναταν, ἐπιχωννύμενοι τοῖς ὀρύγμασιν ;
And if this is so, why does the water of the abyss not well up everywhere, whereas in digging wells we incur no ordinary labour, often bringing upon ourselves even a most pitiable death by being buried in the excavations?
Ἀπόκρισις.
Answer.
Καὶ μάλα εἰκότως ἐκ τῶν φρεάτων ἔστι τεκμήρα-
And quite reasonably from wells one may infer
Notes, col. 944

On the reading

Printed θάναταν, for θάνατον.

PG 38:945Read from the page
σθαι, τῆς ἀβύσσου ὑπάρχειν τὰ κρηναῖα ὕδατα, διὰ σομφωδεστέρων λαγόνων τῆς χέρσου ἀναδιδόμενα. Τὰ γὰρ μακρὰ ἐκ τῆς ἀβύσσου ἀνόδου διασκολιευόμενα τῶν πόρων, την πικρίαν ἀποζέεται, καὶ τὴν ἁλμυρίδα ἀποτιθέμενα γλυκαίνεται. Τὸ δὲ φρεατιαῖον εἰκότως βαρύτερον, καὶ ἔναλμον, καὶ δύσποτον ὑπάρχει, διὰ τὸ πλησιάζειν τῇ ἀβύσσῳ τὸν πυθμένα, καὶ ὥσπερ κάδον τινὰ ἢ πῖθον ἐπινήχεσθαι τῇ ἀβύσσῳ, τὸν ὅθεν καὶ τῇ ἐγγυτέρᾳ ἀνόδῳ καὶ συντομωτέρᾳ ἐκφανείᾳ μὴ δύνασθαι τὴν θαλαττίαν πικρὰν ἁλμυρίδα, ἀλλὰ μέσως πᾶν ἔχειν, τοῦ μὲν κρηναίου βαρυτέρως, τοῦ δὲ θαλαττίου κουφοτέρως.
that spring waters belong to the abyss, sent up through the more porous flanks of the dry land. For being led by a long winding course through the pores on their ascent from the abyss, they boil off their bitterness, and laying aside their saltiness they become sweet. Well water, on the other hand, is reasonably heavier, briny, and hard to drink, because its bottom lies near the abyss and floats upon the abyss like a pail or jar; whence also, by its nearer ascent and shorter emergence, it cannot [lay aside] the bitter saltiness of the sea, yet is altogether in a middle state, heavier than spring water and lighter than sea water.
ΠΕΥΣΙΣ ΟΘʹ.
Question 79.
Πῶς ἀνάγουσιν αἱ νεφέλαι τὸ θαλάσσιον ὕδωρ ; πῶς δὲ ἀναληφθὲν, οὐκ εὐθὺς ἐπιχεῖται ; πῶς καὶ ἐν τίσι μὲν τόποις βρέχει, ἐν τίσι οὐ βρέχει ;
How do the clouds carry up sea water? And how, once taken up, is it not immediately poured out? And how does it rain in some places, and in some places not rain?
Ἀπόκρισις.
Answer.
Ἄκουσον τοῦ Δαβὶδ περὶ Θεοῦ μελῳδοῦντος · Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης · ἑτέρου δὲ λέγοντος · Δεσμεύων ὕδωρ ἐν νεφέλαις ἀέρων. Πρὸ τούτων δὲ Ἰὼβ, ὁ τῶν κατὰ Θεὸν ἀγώνων καθηγητὴς, πύργος καὶ πρόβολος, φησί · Καὶ οὐκ ἐῤῥάγη νέφος ὑποκάτω αὐτοῦ, τοῦ ὕδατος δηλονότι. Νοείσθω δὲ καὶ περὶ τῆς θεανδρικῆς τοῦ Σωτῆρος ἀναλήψεως. Νεφέλη γὰρ ὑπέβη τοῖς ποσὶν αὐτοῦ, οὐ συνεργοῦσα πρὸς τὴν ἄνοδον, ἀλλὰ δεικνῦσα ἐκεῖνον ὑπάρχειν, τὸν διὰ λαίλαπος καὶ νεφῶν πάλαι μὲν τῷ Ἰὼβ, μετ' αὐτὸν δὲ τῷ Μωσεῖ φθεγγόμενον · πληρουμένων δὲ τῶν νεφῶν, οἱονεὶ ἀσκῶν ἢ σιφώνων τινῶν, ἀντὶ δεσμοῦ ἢ δακτύλου, ἢ τοῦ ἐκθλίβοντος πιεσμῷ τὸ ὕδωρ τοῦ σίφωνος, τὸ θεῖον αὐτοῖς ἐπίκειται πρόσταγμα, κατὰ τὴν εἰκόνα τῶν νῦν ἐμπόρων, καθιέντων μὲν ὡς ἐν βυθῷ τῷ σκεύει τὸν σίφωνα, καὶ πληρωθέντα, ἐπὶ τῇ ἀντιθέσει τοῦ ἀντιχείρου ἀνάγεσθαι, καὶ διὰ πάσης τῆς οἰκίας ὡς διὰ κόσμου τὰς νεφέλας πλήρεις φέρεσθαι, ἐξοικονομεῖσθαι δὲ τὸ ἀναληφθὲν πρὸς τὸ δοκοῦν τῷ ἀρυσαμένῳ, τῇ ἐπαγωγῇ καὶ ἀποθέσει τοῦ δακτύλου.
Hear David singing of God: Gathering as in a wineskin the waters of the sea; and another saying: Binding up water in the clouds of the airs. And before these, Job, the guide, tower, and bulwark of contests according to God, says: And a cloud was not rent beneath it, namely beneath the water. Let this also be understood of the theandric ascension of the Saviour. For a cloud went beneath His feet, not assisting His ascent, but showing that it was He Who spoke through whirlwind and clouds of old to Job, and after him to Moses. And when the clouds are filled, like wineskins or certain siphons, instead of a bond or a finger, or that which squeezes out the water of the siphon by pressure, the divine command lies upon them, after the likeness of merchants nowadays, who let down the siphon into the vessel as into the deep, and when it is filled, draw it up by applying the thumb against it, and carry it full through the whole house as the clouds are carried through the world, while what has been drawn up is dispensed at the pleasure of the one who drew it, by the applying and removing of the finger.
ΠΕΥΣΙΣ Πʹ.
Question 80.
Πάντων περιεχομένων τῷ ὕδατι πρώην, καὶ ἀβύσσῳ καλυπτομένων, πῶς συνήχθη καὶ συνεχώρησεν, τοῦ Θεοῦ εἰπόντος, Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά ;
When all things were formerly encompassed by water and covered by the abyss, how was it gathered together and how did it withdraw, when God said, Let the water be gathered into one gathering, and let the dry land appear?
Ἀπόκρισις.
Answer.
Ἡ τοῦ παντὸς δραστικὴ θεία δύναμις, ὅτε συνεῖδε πρὸς μίαν συναγωγὴν ἀποκριθῆναι τὸ ὕδωρ, αὖθις καὶ τὸ μέλλον αὐτὸ ὑποδέχεσθαι χωρίον παρήγαγεν. Οὐδὲ γὰρ ἦν ἡ ἔξω Γαδείρων θάλαττα, οὐδὲ τὸ μέγα καὶ ἀτόλμητον πλωτῆρσι πέλαγος, τὸ τὴν Βρεττανικὴν νῆσον καὶ τοὺς Ἑσπερίους Ἴβηρας περιπτυσσόμενον · ἀλλὰ τότε τῆς χώρας τῷ θείῳ προστάγματι δημιουργηθείσης, ἐπ' αὐτὴν συνεδόθη τῶν ὑδάτων τὰ πλήθη.
The active divine power of the universe, when it saw fit that the water should be separated into one gathering, immediately brought forth also the place that was to receive it. For there did not yet exist the sea outside Gadeira, nor the great ocean undared by sailors, which embraces the British island and the Western Iberians; but when that region was then created by the divine command, the multitudes of the waters were brought together into it.
Notes, col. 945

On the reading

Printed την, for τὴν.