Πάσης ὑπέρτερον δυνάμεως καὶ κυριότητος, ἰσοκλεῆ ὄντα τῷ Θεῷ καὶ Πατρὶ ἔγωγέ φημι τὸν Θεὸν Χριστόν. Οὐδὲ γὰρ τὸ Κύριον εἰρῆσθαι αὐτὸν ὑπὸ τοῦ ὑψηλοῦ Ἀποστόλου, ἀφαιρεῖται αὐτὸν τῆς θεότητος. Οὐδ' αὖ πάλιν τὸ Θεὸς, ἐν Χριστῷ ἐνοικούμενον αὐτὸν δείκνυσιν· ὥς γε ἐξ αὐτοῦ τούτου καὶ τοῦ πρὸ αὐτοῦ ὑψηλοῦ Ἠσαΐου παιδευόμεθα. Ὁ μὲν γὰρ πάλαι προφητεύων περὶ Χριστοῦ φησι, Καὶ οἱ Σεβωῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοῦ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι, δεδεμένοι χειροπέδαις, ὅτι ἐν σοὶ Θεός ἐστι. Καὶ ἀναιρῶν τὴν κατὰ σὲ ἐνοίκησιν, αὖθις ἐπάγει, Καὶ Θεὸς οὐκ ἔστι πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Καὶ πάλιν ὁ αὐτὸς προφήτης ἤδει· ἐτῶν φησι, Παιδίον ἐγεννήθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Θεὸς ἰσχυρὸς, ἐξουσιαστής. Ὁ δὲ ὑψηλὸς τὴν διάνοιαν Παῦλός φησι, Χριστὸς ὢν ἐπὶ πάντων Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. Τὸ δὲ, Κύριος, ἱεροψάλτης δείκνυσι Δαβὶδ, μὴ ἔξω ὑπάρχειν τῆς θεότητος. Τὴν γὰρ θεανδρικὴν τοῦ Θεοῦ καὶ Λόγου ἔνσαρκον ἐπιφοίτησιν προμελῳδῶν φησιν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Πάντῃ δὲ τῇ Παλαιᾷ Πυκτῇ τὸν Πατέρα Κύριον οἱ θεσπέσιοι προφῆταί φασιν· Ἠσαΐας μὲν ὑψηλὸς, Τάδε λέγει Κύριος Σαβαώθ. Ἰερεμίας δὲ ὁ πολυκίνδυνος, Τάδε λέγει Κύριος παντοκράτωρ. Ἰεζεκιὴλ δὲ ὁ τῶν Χερουβὶμ ἐξηγητὴς, Τάδε λέγει Κύριος Ἀδωναΐ. Κύριος, ὁμοίως καὶ Δανιὴλ καὶ οἱ λοιποὶ τῶν προφητῶν. Οὐδὲ γὰρ Παῦλος φάσκων, Εἷς Θεὸς ὁ Πατὴρ, ἔξω αὐτὸν τῆς κυριότητος τίθησιν, ἢ πάλιν λέγων, εἷς Κύριος Ἰησοῦς Χριστὸς, ἔξω αὐτὸν τῆς θεότητος δείκνυσιν. Οὐδ' αὖ πάλιν θεηγορῶν ὁ Υἱὸς, Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, ἄμοιρον τῆς Ἐκκλησίας τὸν Πατέρα δείκνυσιν. Πάντα γὰρ τὰ ἐμὰ, φησὶ, σά ἐστι, Πάτερ, καὶ τὰ σὰ ἐμά. Πάντῃ δὲ τῇ θείᾳ Πυκτῇ τὸ Θεὸς καὶ τὸ Κύριος ἥνωται. Ταυτώνυμον δὲ καὶ ταυτόδοξον ὑπάρχειν καὶ τὸ θεῖον καὶ πανάγιον Πνεῦμα, καὶ τοῦ ἱεροῦ Ἀποστόλου παιδευόμεθα ἐπιστέλλοντος· Ὁ γὰρ Κύριος τὸ πνεῦμά ἐστι. Τοῖς οὖν ὀξυωποῦσι περὶ τὴν θείαν Γραφὴν, οὐ δόξει ποτὲ διαφωνεῖν ἢ διαμάχεσθαι αὐτὴ, νῦν μὲν τὰ θειότερα, νῦν δὲ τὴν συγκατάβασιν κηρύττουσα πρὸς τὴν διάνοιαν τοῦ ὑπηκόου ἁρμοττομένη· οἱονεὶ φιλότεχνος μήτηρ καταλλήλως τοὺς παῖδας ἐκτρέφουσα, τοὺς μὲν ἔτι ἁπαλοὺς τῶν ὑποτίτθων, οἱονεὶ γάλα ποτίζουσα, τοὺς δὲ ἐκφοιτήσαντας τῆς νηπίας καταστάσεως, λαχάνοις ὑπεκτρέφουσα, τοῖς δὲ τελειοτέροις ἄρτον κομίζουσα. Πρὸς γὰρ ἀμφοτέρους φησὶν ὁ ὑψηλὸς Ἀπόστολος, Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα, οὔπω
For my part, I declare Christ to be God above every power and lordship, equal in glory to God the Father. For the fact that He is called Lord by the lofty Apostle does not deprive Him of His Godhead. Nor again does the word God show Him to be merely indwelt in Christ, as we are taught both from this very Apostle and from the lofty Isaiah before him. For the latter, prophesying of old concerning Christ, says: And the tall men of Seba shall come over to Thee, and shall be Thy servants, and shall follow behind Thee, bound in manacles, because God is in Thee. And doing away with the indwelling in your sense, he immediately adds: And there is no God besides Thee; for Thou art our God, and we did not know it, O God of Israel, Saviour. And again the same prophet [so many] years [beforehand] says: A child is born to us, and His name is called Mighty God, Ruler. And Paul, lofty in mind, says: Christ, Who is over all, God blessed unto the ages, amen. And as for Lord, the sacred psalmist David shows that it is not outside the Godhead. For singing beforehand of the divine-human incarnate visitation of God the Word, he says: Blessed is He Who comes in the name of the Lord; God is the Lord, and He has appeared to us. And everywhere in the Old Scripture the divinely inspired prophets call the Father Lord: lofty Isaiah, Thus says the Lord Sabaoth; much-tried Jeremiah, Thus says the Lord Almighty; Ezekiel the interpreter of the Cherubim, Thus says the Lord Adonai; Lord, likewise also Daniel and the rest of the prophets. For neither does Paul, when saying One God the Father, place Him outside lordship, nor again, when saying One Lord Jesus Christ, show Him to be outside the Godhead. Nor again does the Son, when speaking divinely, Upon this rock I will build My Church, show the Father to have no share in the Church. For all that is Mine, He says, is Thine, Father, and Thine is Mine. Everywhere in the divine Scripture God and Lord are united. And that the divine and all-holy Spirit also shares the same name and the same glory, we are taught from the sacred Apostle too when he writes: For the Lord is the Spirit. To those, therefore, who are sharp-sighted regarding divine Scripture, it will never seem to disagree or conflict with itself, proclaiming now the more divine things and now the condescension, adapting itself to the mind of the hearer; like a child-loving mother rearing her children suitably, giving milk as it were to those of the nurslings who are still tender, nourishing with vegetables those who have passed out of the infantile state, and bringing bread to the more mature. For to both the lofty Apostle says: I fed you with milk, and not with solid food, for not yet