Migne Reading Room

PG 38 · cols. 841–845 · Read from the page

Of an anonymous author * Paraphrase of the poem of St Gregory on the canonical books

Of an anonymous author * Paraphrase of the poem of St Gregory on the canonical books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:841Read from the page
ζεσθαι καὶ ἀκαθάρτων μὴ ἅπτεσθαι, μήπως τῇ πρὸς τοὺς ἀσεβεῖς ῥυπωθεὶς ἐπιμιξίᾳ, ἐσχάτων καθαρσίων καὶ τοῦ ἐν πυρὶ βαπτίσματος καὶ τῆς βασάνου τῶν ἁμαρτωλῶν δεηθῇς. Τοσαύτην πρὸς τὴν τῶν τετραστίχων γνωμῶν ἐξήγησιν τῆς θεολογικῆς φρενὸς καὶ διανοίας ταῖς αὐτοῦ πρεσβείαις καὶ ἐλλάμψεσιν ἐν ἐπιτόμῳ διελθόντες, δῶμεν δόξαν καὶ αἴνεσιν καὶ εὐχαριστίαν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
...and not to touch unclean things, lest, defiled by mingling with the impious, you stand in need of the final purifications and the baptism in fire and the torment of sinners. Having gone through in summary such an exposition of the four-line maxims of his theological mind and thought through his intercessions and illuminations, let us give glory and praise and thanksgiving to the Father and to the Son and to the Holy Spirit unto the ages of ages. Amen.
Σὺ μὲν σύνοψιν πρακτικῆς θεωρίας Τετράστιχον βροντήσας ὑψηλήν, Πάτερ· Ἡμεῖς δ' ἀναπλώσαντες ἐν σοὶ τὸ σθένος Αὐτῆς χάριν καὶ γνῶσιν ἐπληθύναμεν.
Thou indeed, Father, didst thunder forth a lofty four-line synopsis of practical contemplation; while we, unfolding in thee its strength, have multiplied its grace and knowledge.
GREGORII NAZIANZENI CARMEN DE LIBRIS CANONICIS
POEM OF GREGORY OF NAZIANZUS ON THE CANONICAL BOOKS
CUM ANONYMI INTERPRETATIONE
WITH AN ANONYMOUS INTERPRETATION
(Ex codice Typographei Synodalis, in-fol. num. XXVIII, fol. 78, 79.)
(From the manuscript of the Synodal Press, in-folio no. XXVIII, fols. 78, 79.)
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου ἐκ τῶν συμμέτρων αὐτοῦ ποιημάτων, Περὶ τοῦ, Τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία τῆς Παλαιᾶς καὶ τῆς Νέας Διαθήκης.
Of our Father among the saints Gregory the Theologian, from his metrical poems, Concerning what books of the Old and of the New Testament ought to be read.
Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι·
So that you may not be cheated in your mind by foreign books:
Ἵνα δὲ μὴ ἀλλοτρίαις τὸν νοῦν ἀπατᾷ βίβλοις.
So that you may not be deceived in your mind by strange books.
Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες·
For many spurious evils exist:
Πολλαὶ γὰρ ὑπάρχουσι ψευδῶς γεγραμμέναι κακίαι.
For many falsely written evils exist.
Δέχνυσο τοῦτον ἐμεῖο τὸν ἔγκριτον, ὦ φίλ', ἀριθμόν·
Receive this approved number of mine, O friend:
Δέχου τοῦτον ἐμοῦ τὸν δεδοκιμασμένον, ἢ ἐξητασμένον, ἢ κεκυρωμένον, ὦ φίλε, ἀριθμόν.
Receive this tested, or examined, or ratified number of mine, O friend.
Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι
Historical books are twelve in all
Ἱστορίας περιέχουσαι μέν εἰσι βίβλοι δώδεκα πᾶσαι.
Books containing history are twelve in all.
Τῆς ἀρχαιοτέρας Ἑβραϊκῆς σοφίης·
Of the more ancient Hebrew wisdom:
Τῆς Παλαιᾶς δηλονότι Γραφῆς.
Clearly, of the Old Scripture.
Πρωτίστη Γένεσις, εἶτ' Ἔξοδος, Λευϊτικόν τε·
First is Genesis, then Exodus, and Leviticus:
Πρώτη, Γένεσις, Ἔξοδος, Λευϊτικόν.
First, Genesis, Exodus, Leviticus.
Ἔπειτ' Ἀριθμοὶ, εἶτα Δεύτερος νόμος· Ἔπειτ' Ἰησοῦς καὶ Κριταὶ, Ῥοὺθ ὀγδόη· Ἡ δ' ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων·
Then Numbers, then the Second Law; then Joshua and Judges, Ruth the eighth; and the ninth and tenth books, the Acts of the Kings;
Εἰ γὰρ καὶ τέσσαρές εἰσιν αἱ βίβλοι τῶν Βασιλειῶν, ἀλλ' εἰς δύο παραλαμβάνονται καὶ ἀριθμοῦνται.
For even though there are four books of Kingdoms, yet they are taken and counted as two.
Καὶ Παραλειπόμεναι, ἔσχατον Ἔζραν ἔχεις.
And Chronicles, and last you have Ezra.
Καὶ αἱ δύο τῶν Παραλειπομένων, μία λογίζεται βίβλος.
And the two of Chronicles are reckoned as one book.
Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτος Ἰὼβ, Ἔπειτα Δαβὶδ, εἶτα τρεῖς Σολομώντειαι· Ἐκκλησιαστὴς, Ἆσμα καὶ Παροιμίαι. Καὶ πένθ' ὁμοίως Πνεύματος προφητικοῦ· Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα· Ὡσηὲ, Ἀμώς τε καὶ Μιχαίας ὁ τρίτος· Ἔπειτ' Ἰωὴλ, εἶτ' Ἰωνᾶς καὶ Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε καὶ Σοφονίας· Ἀγγαῖος, εἶτα Ζαχαρίας καὶ Μαλαχίας. Μία μὲν οἵδε· δευτέρα δ' Ἠσαΐας· Ἔπειθ' ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους·
And the five books in verse, of which Job is first, then David, then three of Solomon: Ecclesiastes, the Song, and Proverbs. And five likewise of the prophetic Spirit: the twelve form one writing: Hosea, Amos, and Micah the third; then Joel, then Jonah and Obadiah, Nahum, Habakkuk, and Zephaniah; Haggai, then Zechariah and Malachi. These are one; and second is Isaiah; then Jeremiah, who was called from infancy;
PG 38:843Read from the page
Εἶτ' Ἰεζεκιὴλ, καὶ Δανιήλου χάρις.
Then Ezekiel, and the grace of Daniel.
Αἱ δώδεκα βίβλοι τῶν ἀπηριθμημένων ἄνω προφητῶν μία, φησὶ, λογίζεται. Τέσσαρες δὲ αἱ τῶν ἄλλων τεσσάρων προφητῶν βίβλοι, ἑκάστου μία λογιζομένη.
The twelve books of the prophets enumerated above are reckoned as one, he says; and four are the books of the other four prophets, one being reckoned for each.
Ἀρχαίας μὲν ἔθηκα δύο καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους.
Of the ancient [Scriptures] I have set down two-and-twenty books, corresponding to the letters of the Hebrews.
Ἀρχαίας μὲν, φησὶν, ἤτοι τῆς Παλαιᾶς Γραφῆς, ἔγραψα βίβλους εἴκοσι δύο, τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους, ἤγουν ἰσοθέτους καὶ ἰσαρίθμους. Λαμβάνεται γὰρ ἡ « ἀντὶ » πρόθεσις καὶ ἐπὶ τοῦ ἴσου, ὥσπερ λέγομεν ἀντίτεχνον καὶ ὁμότεχνον. Στοιχεῖα μὲν γὰρ τοῖς Ἑβραίοις εἴκοσι καὶ δύο λέγονται εἶναι.
Of the ancient, he says, that is, of the Old Scripture, I have written twenty-two books, corresponding to the letters of the Hebrews, that is, set equal to and equal in number with them. For the preposition anti is also used for equality, just as we say antitechnos and homotechnos. For the letters among the Hebrews are said to be twenty-two.
Ἤδη δ' ἀρίθμει καὶ νέου μυστηρίου· Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοιςθαύματα Χριστοῦ· Μάρκος δ' Ἰταλίῃ. Λουκᾶς Ἀχαΐδι. Πᾶσι δ', Ἰωάννης κῆρυξ μέγας οὐρανοφοίτης· Ἔπειτα Πράξεις τῶν σοφῶν ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ' Ἐπιστολαί. Ἑπτὰ Καθολικαὶ, ὧν Ἰακώβου μία· Δύο δὲ Πέτρου, τρεῖς δ' Ἰωάννου πάλιν· Ἰούδα δ' ἐστὶν ἑβδόμη. Πάσας ἔχεις. Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίοις.
Now count also those of the new mystery: Matthew wrote for the Hebrews the wonders of Christ; Mark for Italy; Luke for Achaea. For all, John, the great herald who walked in heaven; then the Acts of the wise Apostles; and fourteen Epistles of Paul; seven Catholic, of which one is of James, two of Peter, and three again of John; and that of Jude is the seventh. You have them all. And if there be anything outside these, it is not among the genuine.
Ἀπαριθμήσας καὶ τὰ τῆς Νέας Γραφῆς ὁ Ἅγιος βιβλία, ἐπήνεγκεν, ὅτι εἴ τι τούτων τῶν ἀπηριθμημένων ἔξω ἐστὶν, οὐ γνήσιον λογίζεται, ἀλλὰ νόθον.
Having enumerated also the books of the New Scripture, the Saint added that if anything is outside these enumerated ones, it is not reckoned genuine, but spurious.
ANONYMI PARAPHRASIS EJUSDEM CARMINIS
An Anonymous Paraphrase of the Same Poem
Ex codice manuscripto bibliothecae Sanctissimae Synodi, num. LIII.
From a manuscript codex of the library of the Most Holy Synod, no. 53.
Καλὸν καὶ λόγοις ἐνασχολεῖσθαι πνευματικοῖς, καὶ διανοίᾳ καὶ γλώσσῃ τούτοις ἐπεντρυφᾷν, καὶ τῷ νόμῳ Κυρίου διαπαντὸς ἐμμελετᾷν. Τριῶν γὰρ ἕν γέ τι πάντων κερδαίνειν ἐπάναγκες ἐκ τούτου. Ἢ γὰρ τῶν πόνων ἔπαθλον ἐκ Θεοῦ λαμβάνομεν, τὴν τῶν κεκρυμμένων ἀποκάλυψιν, ἢ τοῦτο λυσιτελὲς, τὸ κεντρίζεσθαι πρὸς ἀρετὴν θείοις προστάγμασιν, ἢ κατὰ τρίτον λόγον, ἀπαγόμεθα τῶν γηΐνων, τῇ περὶ τὰ πνευματικὰ μερίμνῃ καὶ σχολῇ. Ἐπεὶ δὲ, ὥσπερ τῷ σίτῳ συναναφύονται τὰ ζιζάνια, καὶ τοῖς ῥόδοις συνανατέλλουσιν ἄκανθαι, οὕτω καὶ ταῖς γνησίαις τῶν ἱερῶν Βίβλων νόθοι συναναφαίνονται· ἵνα μὴ τὸν νοῦν παρακλαπῇς, καὶ ἀνθέξῃ τῶν ξένων, ὡς ἡμετέρων, τὸν ἔγκριτον ἀριθμὸν, ὦ φίλος, ἐξ ἐμοῦ μάνθανε, καὶ τοῦτον δεχόμενος, καὶ ὡς οἰκεῖον περιέπων, ἀποποιοῦ τὸ ἀλλότριον. Ἱστορικαὶ μέν εἰσιν αἱ πᾶσαι βίβλοι τῆς παλαιᾶς τῶν Ἑβραίων σοφίας δύο πρὸς ταῖς δέκα. Πρώτη Γένεσις, Ἔξοδος μετέπειτα, μεθ' ἃ τὸ Λευϊτικὸν, καὶ ἐφεξῆς οἱ Ἀριθμοί. Εἶθ' ἡ καλουμένη Ἐπινομὶς, ἤτοι τὸ Δευτερονόμιον. Ἰησοῦς μετὰ ταῦτα, μεθ' ὃν οἱ Κριταὶ καὶ ἡ ἱστορία τῆς Ῥοὺθ ὀγδόη. Βίβλοι δύο τῶν Βασιλειῶν τὸν ἔνατον καὶ δέκατον ἀποπληροῦσιν ἀριθμόν. Μεθ' ἃς τὰ Παραλειπόμενα καὶ ὁ Ἔσδρας ἔσχατος. Εἰσὶ δὲ καὶ στιχηραὶ καλούμεναι, ὧν ἡ πρώτη τὰ τοῦ Ἰὼβ ἀθλήματα, ἡ δευτέρα Δαβὶδ ψαλτήριον, καὶ Σολομώντειαι τρεῖς, ὁ τὰ φυσικὰ φιλοσοφῶν Ἐκκλησιαστὴς, τὸ θεολογικὸν Ἆσμα καὶ αἱ ἠθικαὶ Παροιμίαι. Ὡς (Γ. πρὸς) δὲ καὶ τοῦ προφητικοῦ χαρίσματος ἕτεραι πέντε, ὁμοῦ μὲν εἰς μίαν συγκεφαλαιούμεναι βίβλον αἱ δώδεκα. Λέγω δὴ τὸν Ὡσηὲ, τὸν Ἀμὼς, τὸν Μιχαίαν, τὸν Ἰωὴλ, τὸν Ἰωνᾶν, τὸν Ἀβδιοὺ, Ναοὺμ,
It is good both to occupy oneself with spiritual discourses, and to delight in them with mind and tongue, and to meditate continually upon the law of the Lord. For from this it is necessary to gain at least one of three things in all: either we receive from God the prize of our labours, the revelation of hidden things; or this is profitable, to be spurred towards virtue by divine commands; or in the third place, we are drawn away from earthly things by care and leisure devoted to spiritual matters. And since, just as tares grow up together with the wheat, and thorns spring up together with roses, so too spurious books appear alongside the genuine ones of the sacred Books; lest you be led astray in mind, and cling to foreign ones as ours, learn the approved number from me, O friend, and receiving this and cherishing it as your own, reject what is alien. The historical books of the ancient wisdom of the Hebrews are in all twelve. First Genesis, afterwards Exodus, after which Leviticus, and in order Numbers; then the so-called Epinomis, that is, Deuteronomy; Joshua after these, after whom Judges, and the history of Ruth eighth. Two books of Kingdoms fill up the ninth and tenth number; after which Chronicles, and Esdras last. There are also those called poetic, of which the first is the struggles of Job, the second the Psalter of David, and three of Solomon: Ecclesiastes, which philosophizes on natural things, the theological Song, and the moral Proverbs. And further (v.l. in addition) of the prophetic grace there are five others, twelve together summed up into one book: I mean Hosea, Amos, Micah, Joel, Jonah, Obadiah, Nahum,
Notes, col. 843

On the reading

Printed Ἑβραίοιςθαύματα, for Ἑβραίοις θαύματα.

PG 38:845Read from the page
Ἀμβακοὺμ καὶ Σοφονίαν ἔνατον, Ἀγγαῖον, Ζαχαρίαν καὶ Μαλαχίαν μετέπειτα. Αὕτη μὲν βίβλος μία προφητική. Δευτέρα δὲ Ἠσαΐας ὁ μέγιστος, ἔπειτα ὁ ἀπὸ βρέφους κληθεὶς Ἰερεμίας, μετ' αὐτὸν Ἰεζεκιὴλ καὶ Δανιὴλ ὕστερον. Παλαιὰς μέν σοι ταύτας ἐξεθέμην βίβλους δύο πρὸς ταῖς εἴκοσι, ταῖς τῶν Ἑβραίων ἰσαρίθμους γράμμασιν. Ἤδη δέ μοι δέχου καὶ ὅσα τῆς Καινῆς Διαθήκης. Πρῶτος Ἑβραίοις συνεγράψατο Ματθαῖος ὁ ἱερὸς τὸ κατ' αὐτὸν Εὐαγγέλιον. Δεύτερος ἐν Ἰταλίᾳ Μάρκος ὁ θεῖος. Τρίτος ἐν Ἀχαΐᾳ Λουκᾶς ὁ πάνσοφος. Ὁ δέ γε τὰ οὐράνια βροντήσας Ἰωάννης κοινῇ πᾶσιν εὐηγγελίσατο. Μεθ' οὓς αἱ θεοσημεῖαι καὶ Πράξεις τῶν σοφῶν ἀποστόλων, καὶ Παύλου τοῦ θεοκήρυκος Ἐπιστολαὶ δέκα καὶ τέσσαρες. Καὶ Καθολικαὶ ἑπτὰ, ὧν μία μὲν Ἰακώβου τοῦ Ἀδελφοθέου, δύο δὲ Πέτρου τοῦ Κορυφαίου, καὶ Ἰωάννου πάλιν τοῦ εὐαγγελιστοῦ τρεῖς. Ἑβδόμη δ' ἐστὶν Ἰούδα τοῦ Ζηλωτοῦ. Πάσας ἔχεις τὰς ἐγκεκριμένας καὶ δεκτάς. Εἰ δέ τις εὑρεθείη τούτων ἐκτὸς, οὐ μετὰ τῶν γνησίων τέτακται.
Habakkuk and Zephaniah ninth, Haggai, Zechariah, and Malachi afterwards. This is one prophetic book. Second is Isaiah the greatest, then Jeremiah who was called from infancy, after him Ezekiel, and Daniel last. These ancient books I have set forth for you, twenty-two, equal in number to the letters of the Hebrews. Now receive from me also those of the New Testament. First for the Hebrews sacred Matthew composed the Gospel according to him; second in Italy divine Mark; third in Achaea all-wise Luke; and John, who thundered heavenly things, preached the Gospel to all in common. After them the divine signs and Acts of the wise apostles, and fourteen Epistles of Paul the herald of God. And seven Catholic, of which one is of James the Brother of God, two of Peter the Chief, and three again of John the evangelist; and the seventh is of Jude the Zealot. You have all the approved and accepted ones. And if any be found outside these, it is not ranked among the genuine.