Migne Reading Room

PG 38 · cols. 657–662 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:657Read from the page
πάντων τῶν ἐν βίῳ μοχθηρότερος ἡμῶν ὁ βίος, ὅσον ἧκεν ἐνταῦθα, πλὴν εἰ μὴ θεὸς γένοιτ' ἂν τὸ προκείμενον, καὶ τῶν ἐν ἐλπίσι κειμένων ἀγαθῶν δι' ἀρετῆς ἡ ἀπόλαυσις, αἷς ἀναπνεῖ καὶ γέγηθεν ὁ ἔσω κατὰ Θεὸν ἡμῶν ἄνθρωπος.
our life is more wretched than all things in life, so far as belongs here, unless God should become what is set before us, and the enjoyment through virtue of the good things laid up in hopes, by which our inward man according to God breathes and rejoices.
141 Τολμήσω τινὰ μῦθον ἐτήτυμον, ὥς ῥα θεοῖο 142 Παίγνιόν ἐστι βροτός.
141 I will venture a true saying, that indeed a mortal 142 is a plaything of God.
Φησὶν ὁ θεῖος Γρηγόριος, ὅτι λόγον ἐρῶ τολμηρὸν, ὡς παίγνιόν ἐστιν ὁ ἄνθρωπος τοῦ Θεοῦ· καὶ ἐπάγει τούτοις·
The divine Gregory says: I will speak a bold word, that man is a plaything of God; and he adds to these:
144 Ἄζομαι ἐξαπίνης ἐξεφάνην ἕτερος.
144 I feel awe: suddenly I have appeared another.
Τοῦτ' ἔστιν ἐντρέπομαι ταῖς μετηλικιώσεσιν ἐξαπίνης φαινόμενος ἕτερος οἷον νήπιος, παῖς, ἡβάσκων, νεόχνοος, νεανίας, ἀνὴρ, ἡμιγέρων, γέρων, πολλαῖς μεταβολαῖς ἐλαυνόμενος.
That is, I am abashed at the changes of age, suddenly appearing another, such as infant, boy, stripling, newly bearded, young man, full-grown man, half-old man, old man, driven by many changes.
153 Ὡς πηγῆς ῥόος ἐστὶν ἐπίδρομος, αἰθόμενον δὲ 154 Πῦρ ὁδὸν οἶδε μίαν ἄτροπον, ἅλλετ' ἄνω· 155 Ὡς μέγας ἐστὶ βροτὸς, καὶ ἄγγελος, ἢν ἀπαΐξας 156 Ὥσπερ ὄφις στικτοῦ γήραος ἔνθεν ἴει.
153 As the flow of a spring runs downhill, while blazing 154 fire knows one unswerving way and leaps upward; 155 so a mortal is great, and an angel, if darting away 156 like a serpent he goes forth from his spotted old age.
Φησὶν ὁ θεῖος Γρηγόριος, ὅτι διπλοῦς ἐστὶν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος· καὶ τὸ μὲν σῶμα ἐκ γῆς συνέστη, καὶ νεύει πρὸς γῆν· ἡ δὲ ψυχὴ θειοτέρας ἐστὶν ἐπιπνοίας ἀπορροή. Ὥσπερ οὖν τῆς πηγῆς τὸ νεῦμα τοῖς ὁμαλωτέροις ἐπίδρομόν ἐστιν, οὕτω δὴ καὶ τὸ σῶμα πρὸς τὰ βιωτικὰ καθελκόμενον φέρεται· ὡς δὲ τὸ πῦρ καιόμενον οὐδεμίαν οἶδεν ὁδὸν, ἀλλ' ἄνω πηδᾷ μὴ προτρεπόμενον· οὕτως ὁ κατὰ Θεὸν ἄνθρωπος τῶν ἐπιγείων ἀφορμᾷ, πρὸς τὸ συγγενὲς ἐπειγόμενος πνεῦμα, τὸν βίον κατὰ τοῦ βίου καταλιμπάνων, ὡς οἱ ὄφεις τὸ κατώδυνον γῆρας τῇ καταστίκτῳ συνεκδύονται δερματίδι· καὶ οἱ ὄφεις ἐπειδὰν γηράσωσι, κατὰ τοὺς στενωποὺς εἰσδύνοντες ἀπεκδύονται τὴν δορὰν, συνεκδυόμενοι καὶ τὸ γῆρας· δέρματι δὲ παρείκασται τοῦ ὄφεως τὸ κατάστικτον τῆς ποικίλης ἁμαρτίας.
The divine Gregory says that man is twofold, composed of soul and body; and the body was formed from earth and inclines towards earth, while the soul is an outflow of a more divine inspiration. Just as, then, the inclination of a spring runs down to level places, so too the body is carried along, dragged down towards worldly things; and as burning fire knows no other way, but leaps upward unprompted, so the man according to God departs from earthly things, hastening towards the kindred spirit, leaving behind life for the sake of life, as serpents put off painful old age together with their spotted skin; and serpents, when they grow old, creeping through narrow passages, cast off their hide, putting off old age along with it; and the spottedness of manifold sin has been likened to the skin of the serpent.
Ἐκ τοῦ νθʹ λόγου.
From Discourse 59.
159 Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ πτερὸν, οἷα νεοσσοῖς
159 Now indeed a father [guides] the wing for his own children, as for fledglings
PG 38:658Read from the page
160 Αἰετὸς ὠκυπέτης πλησίον ἱπτάμενος 161 Ἰθύνει νεόπηκτον, ὅτ' ἠέρος ἐν λαγόνεσσιν 162 Δινεύοντ' οὔπω θαρσαλέῃ πτέρυγι.
160 A swift-flying eagle, flying near, 161 guides its newly fledged young, when in the hollows of the air 162 it wheels on a wing not yet bold.
Φησὶν ὁ θεολόγος Γρηγόριος, ὅτι τοῖς προβαίνειν ἀρχομένοις τῆς ἀρετῆς τῇ ὁδῷ, ἰθυντὴρ ὁ πνευματικὸς καθίσταται πατὴρ, καθάπερ τοῖς ἰδίοις νεοσσοῖς ἀετὸς πλησίον ἱπτάμενος καὶ τὸ πτερὸν αὐτοῖς ἰθύνων, ὅτ' ἂν οὔπω θαρσαλέως ταῖς λαγόσιν ἀναστρέφωνται τοῦ ἀέρος. Καὶ γὰρ ὁ πατὴρ προσιπτάμενος κλίνοντας μὲν ἀνορθοῖ, θαρρεῖν ταύτῃ δὲ παρασκευάζει.
Gregory the Theologian says that for those beginning to advance on the path of virtue, the spiritual father is appointed as guide, just as an eagle flying near its own fledglings and directing their wing when they do not yet wheel boldly in the hollows of the air. For the father, flying alongside, sets upright those who lean aside and makes them take courage thereby.
Ἐκ τοῦ ξαʹ λόγου.
From Discourse 61.
1 Ὦ πάτερ, εἴ μ' ἔφυσας, βαιὴ χάρις· ἦ γὰρ ἁπάντων 2 Εἷς νόμος οὗτος, ἄνωθεν ὁμῶς μερόπων ἀλόγων τε 3 Κάμπτεσθαι φιλότητι, λόγου δ' ἰότητι σοφοῖο, 4 Τικτομένους τίκτοντας ἐφημέριον βίον ἕλκειν, 5 Καὶ ζωὴν φθινύθοντας ἐπ' ἀσταχύεσσιν ἑοῖσιν.
1 O father, if you begot me, small is the thanks; for truly of all things 2 this is one law from above, alike for mortal men and for irrational creatures, 3 to bend to affection, and by the will of wise reason, 4 being born and begetting, to draw out an ephemeral life, 5 and to waste away their life upon their own ears of corn.
Σκοπὸς οὗτος τῷ Θεολόγῳ Γρηγορίῳ, φυσικὸν παραστῆσαι τὸ πρὸς τοὺς παῖδας ὑπὸ τῶν γονέων φίλτρον, καὶ ὡς μέχρι θανάτου καὶ μερισμοῦ ψυχῆς καὶ σώματος διικνεῖται· καὶ τοῦτο παρίστησιν ἐξ αὐτῆς τῆς φύσεως ὧν τε πάσχουσιν καὶ ποιοῦσιν ὑπὲρ τῶν ἰδίων τέκνων οἱ γεγεννηκότες· παρεισάγει δὲ τὴν ἄλογον πρῶτον φύσιν ὧδε φάσκων, ὡς παρὰ παίδων πρὸς τοὺς τεκόντας·
This is the aim of Gregory the Theologian: to show that the affection of parents towards their children is natural, and how it reaches even to death and the parting of soul and body; and this he shows from nature itself, from what those who have begotten suffer and do for their own offspring; and he introduces irrational nature first, speaking thus as from children to their parents:
6 Ἀλλ' ἔθρεψας ἔπειτα, βοῶν δέ τε καὶ κρατεροῖσιν 7 Οὔθαθ' ὑποσκαίροντες ἀνακρούουσι καρήνοις, 8 Μόσχοι τ' ἠδὲ φέρουσιν πόνον γλυκερῆς ὑπ' ἀνάγκης.
6 Yet you reared me afterwards; and of cattle too, with strong 7 heads leaping underneath, calves butt the udders, 8 and yet [the mothers] bear the pain under sweet necessity.
Αἱ δαμάλεις ἐπειδὰν γεννήσωσι, τὴν θηλὴν τοῖς νεογνοῖς προβαλλόμεναι δαψιλῶς τοῦ γάλακτος ἐμφοροῦσιν· οἱ δὲ μόσχοι κορεσθέντες ταῖς ἑαυτῶν κεφαλαῖς ἀνακρούουσιν τὸν μασθὸν ἀτακτοῦντες· οὐδὲν δὲ τῷ γένει τῶν θηλειῶν ἁπαλώτερόν ἐστιν τοῦ μαζοῦ καὶ πολλὴν ὀδύνην ἐμποιοῦν· κἂν γὰρ πάθος κἂν πληγὴ, κἂν ὅ τι τῶν λυπηρῶν καθάψηται παντοίας
When heifers have given birth, offering the teat to their newborn young, they fill them abundantly with milk; and the calves, once sated, butt the breast unruly with their heads. Now nothing in the female kind is more tender than the breast or causes greater pain; for whether an ailment or a blow or anything painful touches any
PG 38:659Read from the page
θήλης, κίνδυνον ἐμποιεῖ θανατηφόρον. Οὕτω μὲν οὖν οἱ μόσχοι τῶν μητρικῶν μασθῶν ἀτάκτως ταῖς κεφαλαῖς καθαπτόμενοι, πολὺν αὐταῖς τὸν πόνον ἐμποιοῦσιν· αἱ δὲ καίπερ ἀλγοῦσαι δεινῶς, ὑπομένουσιν ὅμως, οὔτε τοὺς νεογνοὺς ἀποτρέπουσαι, καὶ τὰς ἐκ τῶν πόνων ἀλγηδόνας γενναίως ὑπομένουσιν, τῷ φίλτρῳ τῶν νεογνῶν κουφοτέραν τιθέμεναι τὴν ἀχθηδόνα.
teat, it causes deadly danger. Thus indeed the calves, striking their mothers' breasts unruly with their heads, cause them great pain; yet they, though suffering terribly, endure nevertheless, neither turning away their newborn young, and bravely endure the pangs from their labours, making the burden lighter through affection for their newborn.
9 Ὄρνις δ' ἄπτερα τέκνα φίλης καθύπερθε καλιῆς 10 Ἀμφὶ περιτρύζει, καὶ τείρεται ἔνθα καὶ ἔνθα, 11 Μάστακ' ἀλητεύουσα, τροφὸς κενεὴ καὶ ἄπαστος· 12 Φίλτρῳ γὰρ συνέδησε φύσις τοκέας τε γόνους τε, 13 Μνησαμένη τοκέων τόδε φάρμακον, ὥς κε βαρείας 14 Κουφοτάτοισι πόθοισιν ἐλαφρίζωσιν ἀνίας.
9 And a bird above its dear nest chirps round about its unfledged young, 10 and wears itself out hither and thither, 11 wandering for a morsel, a nurse empty and fasting; 12 for nature bound parents and offspring together with affection, 13 devising this remedy for parents, so that they might lighten heavy 14 distresses with the lightest longings.
Αἱ χελιδόνες μάλιστα, καὶ πᾶν ὄρνεον ἄλλο, πλὴν τῶν κοράκων, ὑπεράνω τῆς καλιᾶς τῶν νεοσσῶν περιτρύζει καὶ καταπονεῖται, τῇδε κἀκεῖσε περιπλανώμενον ὡς τροφὴν κομίσαι τοῖς νεοσσοῖς, αὐτὸ μένον ἄγευστον καὶ κενόν· τοῦτο γὰρ βούλεται τὸ, κενεὴ τροφὸς καὶ ἄπαστος, ὅτι πᾶν αἱ μητέρες τοῖς τέκνοις παραχωροῦσιν, οὐδὲ τὴν αὐτὴν αὐτοῖς μεριζόμεναι δαῖτα· καὶ τῶν ἐπιβούλων εἴ τι προσερπύζον ἴδοιεν, τῶν νεοσσῶν περιΐπτανται καὶ στυγνὸν ὑποτρύζουσι· τῷ φίλτρῳ γὰρ ἡ φύσις συνέδησε τοὺς γονεῖς τοῖς τέκνοις, καὶ τὰ τέκνα τοῖς γονεῦσιν, ὑπόμνημα μᾶλλον δὲ παραμύθιον ἐνθεμένη, τὰς βλαβερὰς ὡς ἂν λύπας τοῖς ἐλαφροῖς κουφίζωσι πόθοις. Οἱ δὲ κόρακες ἀσπλαγχνίας εἰκονίζουσι χαρακτῆρα· μόνοι γὰρ τῶν ἄλλων ὀρνέων ἀποτίκτοντες τοὺς νεοσσοὺς, καταλιμπάνουσιν ἀπρονοήτους, οὐδὲν αὐτοῖς τῶν πρὸς βίον φροντίζοντες· ταύτῃ τοί φησιν ὁ θεῖος Δαβὶδ ἐν ταῖς πρὸς θεὸν μεγαληγορίαις· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν· ἀποδεικνὺς τὴν θείαν καὶ μέχρις τῶν εὐτελῶν διοικοῦσαν πρόνοιαν· ἀπορηθέντες γὰρ οἱ τῶν κοράκων νεοσσοὶ τῇ καλιᾷ προσκαθήμενοι χαίνουσιν τὸν θάνατον προσδεχόμενοι· καὶ δὴ τούτοις
Swallows especially, and every other bird except ravens, chirp around above the nest of their fledglings and wear themselves out, wandering hither and thither to bring food to the fledglings, while remaining themselves untasted and empty; for this is what "empty nurse and fasting" means, that mothers yield everything to their young, not even sharing the same meal with them. And if they see any predator creeping up, they fly around their fledglings and utter a mournful chirp; for with affection nature bound parents to children and children to parents, implanting a reminder, or rather a consolation, so that they might lighten harmful griefs with light longings. Ravens, however, display the character of pitilessness; for alone among other birds, when they hatch their fledglings, they leave them uncared for, taking no thought for anything needed for their life. Therefore the divine David says in his praises to God: Who giveth food to all flesh, and to the young of the ravens that call upon Him (Ps. 135:25; 146:9); demonstrating that divine providence governs even down to the most insignificant creatures; for in their distress the young of the ravens, sitting in the nest, gape open-mouthed awaiting death; and indeed for them
PG 38:660Read from the page
ἡ Θεοῦ πρόνοια κατὰ τοῦ στόματος ἀποδρύφους ἐμπεσεῖν καὶ κώνωπας παρασκευάζει, μέχρις αὐτοὺς τὸ πτερὸν διαθρέψαντας τοῦ ἀέρος λαγόσι παραπέμψῃ.
the providence of God arranges for insects and gnats to fall down into their mouths, until, having nourished their wings, it sends them forth into the hollows of the air.
15 Τούνεκα καὶ δριμεῖα νέη περὶ πόρτακι μήτηρ. 16 Ὡς δὲ κύων σκυλάκεσσιν ἑοῖς, καὶ πτηνὰ νεοσσοῖς 17 Δῆριν ἄγει, στικτὴ δὲ διέσσυται ἀγριόθυμος 18 Πάρδαλις ἐκ ξυλόχοιο, συῶν δέ τε μαίνεται ἀλκὴ 19 Χαίτη δενδρήεσσα, κόρης σέλας, ἀτμὸς ὀδόντων 20 Θηγομένων καναχηδὰ, γένυς δέ τε βάλλεται ἀφρῷ 21 Ἱεμένων τεκέεσσιν ἀμυνέμεν ἠὲ δαμῆναι· 22 Οἶστρος γὰρ τόδ' ἔπεισεν ἀδιδάκτοισι νόμοισι.
15 Therefore also a young mother is fierce around her calf. 16 And as a dog for its own puppies, and winged creatures for their fledglings 17 wage battle, and a spotted, savage-hearted 18 leopard rushes forth from the thicket, and the might of wild boars rages— 19 bristling mane, flash of the pupil, steam of tusks 20 whetted with a clash, and the jaw is flecked with foam— 21 eager to defend their young or be slain; 22 for this passion persuaded them by untaught laws.
Τῆς περὶ τὰ τέκνα χάριν φιλίας ἡ μὲν δάμαλις δριμεῖα γίνεται περὶ τὸ μοσχάριον αὐτῆς, ἐπειδάν τι τῶν ἐπιβούλων προσεγγίζον κατανοήσῃ· οἱ δὲ κύνες περὶ τῶν νεογνῶν σκυλακίων ἄσχετα μαίνονται καὶ πικρὸν ἀμφυλάσκουσιν, ἴσον ἀνθρώποις καὶ θηρίοις ἐφορμῶντες ἰσχυροτέροις· τὰ δὲ πτηνὰ τῶν ἰδίων νεοσσῶν ὑπερμάχεται κατά γε τὸ ἐγχωροῦν, ἅπαν κακὸν ἀποτρέποντα τούτων· ἡ δὲ κατάστικτος πάρδαλις ἀγριόθυμος τοῦ δρυμοῦ διορμᾷ τῶν ἰδίων σκύμνων προπολεμοῦσα· λέαινα δριμυτάτη καὶ τοῖς προσεγγίζουσι κίνδυνον ἐπάγει θανατηφόρον, βρυχωμένη καὶ τῶν ἰδίων σκύμνων τὴν ἐπιβουλὴν ἀνακόπτουσα· τῶν ὀλεθρίων δὲ συάγρων ἡ δύναμις μαίνεται, θρὶξ ὑποφρίσσουσα καὶ δενδρώδης ἐκείνοις, τῶν ὀφθαλμῶν δὲ καταλάμπεται πῦρ, τρισμὸς ὀδόντων ἐπὶ τούτοις ἠχητικῶς ἀκονωμένων, εἶτα τὸ γένειον ἀφρῷ καταραινόμενον βάλλεται· πάντων προθυμουμένων τοῖς τέκνοις βοηθῆσαι ἢ ἀποθανεῖν· ὁ γὰρ πόθος ἔπεισε τούτοις ἀδιδάκτοις νόμοις, τοῦτ' ἔστι τοῖς φυσικοῖς.
For the sake of love towards their young, the heifer becomes fierce around her calf whenever she perceives any predator approaching; dogs rage uncontrollably over their newborn puppies and bark bitterly around them, charging equally at men and at stronger beasts; winged creatures fight for their own fledglings as far as lies in their power, turning away every harm from them; the spotted, savage-hearted leopard rushes out of the thicket, fighting in front of her own cubs; the fiercest lioness brings deadly danger upon those who approach, roaring and beating back any plot against her own cubs; and the strength of deadly wild boars rages—their hair bristles up like a wood, fire flashes from their eyes, there is a grinding of tusks loudly whetted besides, and then the chin is flecked and spattered with foam—all being eager to help their young or to die; for longing has persuaded them by untaught laws, that is, by natural ones.
23 Σφῆκες δ' αὖ πέτρῃσιν ἐνήμενοι, ἤν τιν' ἴδωνται 24 Πλησίον, οὐδὲ φέροντα κακὸν τεκέεσσι νενογοῖς 25 Πετρόθεν ἐκχυμένοις, στρατὸς ἀθρόος ἀμφὶ πρόσωπα 26 Βομβεῦσιν, κέντροις δὲ πικροῖς βάλλουσιν ὁδίτην.
23 And wasps again, dwelling in the rocks, if they see someone 24 nearby, even bringing no harm to their newborn young 25 poured forth from the rock, as a dense army around his face 26 buzz, and strike the wayfarer with bitter stings.
Οἱ σφῆκες ταῖς τῶν πετρῶν παρακαθεζόμενοι τρώγλαις (αὐτόσε γὰρ ἐμφωλεύουσιν), ἐπειδὰν ἴδοιεν
Wasps, sitting beside the clefts of the rocks (for they nest right there), whenever they see
Notes, col. 660

On the reading

Printed νενογοῖς, for νεογνοῖς.

PG 38:661Read from the page
παροδίτην μηδὲν κακὸν αὐτοῖς ἐπιφερήμενον, τῶν νεογνῶν περιμελούμενοι, θᾶττον τῶν πετρῶν ἀπεκχυθέντες, στρατὸς ἄσχετος βόμβον καταπληκτικὸν ἀποτελοῦσι, πικροῖς δὲ κέντροις τὸν ἄθλιον βάλλοντες ὁδοιπόρον πολλάκις καὶ τοῦ ζῆν ἀπαλλάσσουσι.
a passer-by bringing no harm upon them, anxious for their newborn, pouring swiftly forth from the rocks, an unstoppable army, make a terrifying buzz, and striking the wretched traveller with bitter stings often even deprive him of life.
27 Ἔστι καὶ ἐν βυθοῖσι πόθου νόμος, εἰ ἐτεόν γε. 28 Δελφὶς εἰναλίων βασιλεύτατος, ἤν τιν' ἴδηται 29 Θῆρ' ἁλὸς ἠπεδανοῖσιν ἐπιπλώοντα τεκέεσσιν, 30 Ἣν γένυν ἁπλώσας, εἴσω γόνον αὖθι ἔδεκτο, 31 Λάπτων ὥς τιν' ἐδητὺν, ὅπως μὴ θηρσὶ γένοιτο. 32 Οὐδ' αὖ γε πρὶν κευθμῶνος ἀπέπτυσε φόρτον ἄπιστον, 33 Πρὶν θηρὸς κρατεροῖο φυγεῖν στονόεσσαν ἀπειλήν. 34 Τῆμος δ' ἐκ λαγόνων ὠδῖν' ἠρεύξατο κούφην.
27 There is also in the depths a law of longing, if indeed it is true. 28 The dolphin, most royal of sea creatures, if it sees some 29 beast of the sea swimming upon its feeble young, 30 opening wide its jaw, receives its offspring back inside, 31 gulping it like some food, lest it fall to beasts. 32 Nor again does it spit out the incredible burden from its hiding-place before 33 escaping the grievous threat of the mighty beast. 34 Then from its flanks it belches forth a light birth.
Τῶν ἐναλίων ὁ βασιλικώτατος δελφῖνος εἴ τινα τῶν θαλασσίων θηρῶν τοῖς μικροῖς αὐτοῦ τέκνοις ἐπιπλέοντα ἴδῃ, τὴν ἰδίαν διαπλώσας σιαγόνα, τὰ τέκνα πάλιν ἐντὸς ὑποδέχεται καταπίνων ὥσπερ βρῶσίν τινα, ὅπως ἂν τοῖς θηρίοις μὴ κατάβρωμα γένοιντο· οὗτος δὲ τοῦ κρυπτῆρος, τοῦτ' ἔστιν τῆς κοιλίας, οὐδαμῶς ἀναδίδωσι τὸν βαρὺν ἐκεῖνον φόρτον καὶ παρὰ φύσιν ἐγκύμονα, πρὶν τοῦ κήτους τοῦ κρατεροῦ τὴν στενακτικὴν ἐκφύγῃ ἀπειλήν· ὡς ἂν δὲ τὸ θηρίον παρέλθοι καὶ τὸν κίνδυνον διαδράσειε, τότε δὴ τῶν πλευρῶν τὴν βαρὺν ὡς ἐλαφρὸν ἐξεμεῖ τοκετὸν, τοσαύτην ὀδύνην πρὸς τὰ τέκνα φυσικῷ ὑφιστάμενος φίλτρῳ. Ταῦτά φησιν ὁ θεῖος Γρηγόριος, ὡς παρὰ παίδων πρὸς γονεῖς ἀποδεικνύντα, πᾶν ὅπερ ἐπιμελές ἐστιν περὶ τοὺς παῖδας τοῖς γονεῦσιν, τοῦτο καὶ θηρίοις προσεῖναι καὶ πετεινοῖς καὶ ἰχθῦσι καὶ πᾶσι τοῖς κατὰ κόσμον περὶ τὸν ἴδιον τοκετόν. Τί οὖν ἐστιν περισσὸν ἐν ἀνθρώποις ὃ τοῖς τέκνοις παρὰ τὴν λοιπὴν κτίσιν καρποῦσθαι τοῖς ἀνθρώποις γένοιτ' ἂν περισπούδαστον, αὐτὸς διδάσκει δι' ὧν ἐπάγει, φάσκων ὡς παρὰ τῶν παίδων πρὸς τοὺς γονεῖς οὐ χρυσὸν ποθῶ, οὐδὲ ἄργυρον, οὐδὲ τὰ σήρων
The dolphin, most royal of sea creatures, if it sees one of the sea-beasts swimming upon its little young, opening wide its own jaw, receives the young back inside, swallowing them like some food, so that they may not become prey to the beasts; and it by no means gives back from its hiding-place, that is its belly, that heavy and unnatural burden of pregnancy, before it escapes the grievous threat of the mighty sea-monster; and when the beast has passed by and it has escaped the danger, then indeed it vomits forth from its sides that heavy birth as a light one, enduring so great a pain towards its young through natural affection. These things the divine Gregory says, as if demonstrating from children to parents that whatever care parents have for their children belongs also to wild beasts and birds and fishes and all creatures in the world towards their own offspring. What, then, is pre-eminent among human beings which would be earnestly desired by human beings for their children to reap beyond the rest of creation, he himself teaches by what he adds, saying as if from children to parents: I long not for gold, nor for silver, nor for the silkworms'
Notes, col. 661

On the reading

Printed ἐπιφερήμενον, for ἐπιφερόμενον.

Printed τὴν, for τὸν.

PG 38:662Read from the page
λεπτὰ καὶ παμποίκιλα νήματα, οὐδὲ λίθους διαυγεῖς, οὐδὲ γῆν πολύμετρον κυμαίνουσαν καρποὺς ὁμοίαν τῆς Αἰγύπτου, οὐδὲ πλῆθος θεραπόντων καὶ τετραπόδων ἀγέλας· γάμος δὲ τοῖς θέλουσι φροντιζέσθω, δέσποιναν ἄγων ὑψηλὴν καὶ τιμωμένην ἀχθηδόνα· καὶ θρόνος ἄλλοις ποθείσθω, καιροῦ φρύαγμα πίπτων, ὃς πολλοὺς πατῶν ὑπ' ὀλίγων πατεῖται πολλάκις καὶ χειροτέρων· οὐδὲν γὰρ βέβαιον ἐν ἀνθρώποις ὃ παρὰ τὰ κτήνη τοῖς τέκνοις οἱ ὄντως γονεῖς περιποιήσαιντο· πλὴν εἰ μὴ τῶν λόγων ἡ δύναμις τὸ φυσικὸν κάλλος τῆς εἰκόνος δι' οὗ τῆς κτηνώδους φύσεως καὶ θηριώδους ἡ ἀνθρωπεία μάλιστα διακέκριται· τίνες οἱ λόγοι δὲ, φησὶν ὁ αὐτὸς θεολόγος. Καλὴ μὲν τῆς ῥητορικῆς ἡ θερμὴ δύναμις ἔν τε δημηγορίαις καὶ ψήφοις δικαστικαῖς, καὶ λόγοις ἐγκωμιαστικοῖς· καλὸν δὲ τῆς ἱστορίας ἡ διάνοια πεπληρωμένη σύμμικτος γὰρ ἡ ἱστορία, σοφία πολλῶν, νοῦς ὑποθέσεων· οὐ μικρὸν δὲ τέχνη γραμματικὴ καὶ μάλα γε μέγιστον, λεπτύνουσα τὸν νοῦν, καὶ τὴν βάρβαρον ἠχὴν ἐξελληνίζουσα, καὶ τῆς εὐγενοῦς γλώσσης καλλίστη βοηθὸς, καὶ τῆς λογικῆς τέχνης τὰ παλαίσματα, ὑφ' οἷς τὸ ἀληθὲς κρύπτεται, ὁ τετριμμένος δὲ λόγος περιφανέστατον ἔθηκεν. Ὅσοι τοίνυν μὴ τούτοις τιμῶσι τοὺς παῖδας τοὺς ἰδίους, οὐδὲν ἄξιον τῆς εἰκόνος ἐπ' αὐτῶν διαπράττονται, καὶ τῆς φυσικῆς αὐτοὺς τοῦ λόγου διακοσμήσεως ἀλλοτριοῦσιν, οὐδὲν περισσὸν αὐτῶν νέμοντες τῶν προλεχθέντων θηρῶν, οὔτε τῶν ἐν αἰσθήσει καὶ φθορᾷ περιττὸν ἐννοούμενοι· τί δὲ τὸ κέρδος τῆς παιδεύσεως, αὐτὸς ὁ θεολόγος φησί· Πρῶτον μὲν τὸ τῆς κτηνώδους ἀνοίας φυσικῶς καὶ ὡς πρέπον ἀνθρώποις ὑπερανέχειν· δεύτερον τὸ λεπταῖς μερίμναις τὰ βάθη τῆς σοφίας καταμανθάνειν, ὧν οἱ σοφοὶ κατεζήτησαν καὶ ταῖς βίβλοις συνέγραψαν· ὁ μὲν τούτου, τοῦ δὲ τίς, ἄλλος τῶν ἀερίων καὶ θαλασσίων τὴν φυσικὴν κατανοήσαν-
fine and many-coloured threads, nor translucent stones, nor wide-measured land waving with crops like that of Egypt, nor a multitude of servants and herds of four-footed beasts; let marriage be cared for by those who wish it, bringing in a haughty mistress and an honoured burden; and let a throne be longed for by others, a falling pride of the moment, which while trampling many is often trampled by a few and worse men. For nothing is secure among human beings which true parents might procure for their children beyond what beasts have, except the power of letters, the natural beauty of the image by which human nature is most distinguished from brutish and bestial nature. And what are these letters, says the same Theologian? Noble is the ardent power of rhetoric both in public harangues and in judicial verdicts and in panegyric speeches; noble too is the mind filled with history, for history is composite, the wisdom of many, the sense of subjects; and no small thing is the art of grammar, nay rather a very great thing, sharpening the mind and Hellenizing barbarous sound, and the fairest helper of a noble tongue; and the wrestling-bouts of the logical art, beneath which truth is hidden, while practised reason has set it forth most conspicuously. Whoever, therefore, do not honour their own children with these things achieve nothing worthy of the image in them, and alienate them from the natural adornment of reason, bestowing upon them nothing beyond the aforementioned beasts, nor conceiving anything beyond things in sense-perception and corruption. And what is the gain of education? The Theologian himself says: First, to rise naturally and as befits human beings above brutish folly; second, to learn thoroughly with subtle cares the depths of wisdom, which the wise searched out and wrote down in books—one investigating this, another that, another the natural [order] of creatures of air and sea