Migne Reading Room

PG 38 · cols. 645–650 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:645Read from the page
ἡ δὲ θάλασσα τοῖς αἰγιαλοῖς ἀναβράζουσα τὸν σάλον ἐπιρρίπτει, ὥσπερ ἐξ ὕψους κατὰ πρανοῦς ἐπὶ τοῖς αἰγιαλοῖς... σα· ὡς δὲ καὶ τοῦ πυρὸς ἡ φύσις ἀνατρέχει τοῖς κούφοις πηδήμασιν· ὅσον γὰρ αἰθίζεται, τοσοῦτο τὴν φλόγα ἀναριπίζει· καὶ τὸ μὲν πῦρ πηδᾷ· τοῖς δὲ κάτω προσέρπει τὸ ὕδωρ κιρνώμενον εὐδιαχύτοις· ἀλλ' ὅμως ὁ Ἀλφειὸς τῆς Ἀρκαδικῆς ἀπερευγόμενος ποταμὸς πρὸς τὴν ἐν Σικελίᾳ πηγὴν, λέγω δὴ τὴν Ἀρέθουσαν, διὰ μέσης χωρεῖ τῆς θαλάσσης· τὸ δὲ ποτάμιον ὕδωρ οὐ συγκιρνᾶται τῷ θαλαττίῳ· ναῦται δὲ γλυκὺν πότον ὑδρεύονται τῆς θαλάσσης, ἐν μέσῳ τοῖς ἐπειγομένοις ἐπὶ τὴν γῆν ῥεύμασιν τοῦ Ἀλφειοῦ τὴν ναῦν προσεγγίζοντες, καὶ γλυκὺν ἀρυόμενοι νᾶμα.
while the sea, boiling up, casts its surge upon the shores, as if from a height downward upon the shores...; and likewise the nature of fire runs upward with light leaps; for the more it is kindled, the more it fans up the flame; and fire indeed leaps, while water creeps downward, mingling with things easily diffused; yet nevertheless the river Alpheus, disgorging from the Arcadian [land] towards the spring in Sicily, I mean Arethusa, passes through the middle of the sea; and the river water does not mingle with the sea water; and sailors draw a sweet draught from the sea, bringing their ship close in the midst of the currents of the Alpheus hastening towards the land, and drawing sweet water.
600 Εὐβοίης δ' ἄρ' ὄπωπα θρασὺν πόρον οὐδ' ἐπίφραστον 601 Πορθμὸν ἁλὸς κληῖδα παλισσύτοισι ῥεέθροις 602 Μαινόμενον, πόντος δὲ ῥέει καὶ ῥεῖθρον ἄνεισιν.
600 And I have seen the bold, inexplicable strait of Euboea, 601 the sea-passage, the key of the sea, raging with back-rushing streams, 602 and the sea flows while the current runs back upward.
Πῶς, φησὶν ὁ θεῖος Γρηγόριος, νόμος ἐστὶν ὥσπερ οὖν καὶ ἔστιν ἐπὶ τῇ στενῇ τὸ θαλάττιον ἐπείγεσθαι κῦμα; τῆς γε μὴν Εὐβοίας ὁ θρασὺς πόρος καὶ ἄγνωστος ἄνεισι μᾶλλον· αὐτόθι μὲν οὖν ἐστι πέραμα στενὴ θάλασσα, ὃ καὶ κληῖδα καλοῦσι θαλάσσης· οὗτος δὲ τοῖς ὀπισθορμήτοις ῥεύμασιν ἀγριούμενος ἀνατρέχει· καὶ ἡ μὲν θάλασσα ῥέει, τὸ δὲ ῥεῖθρον ἀναποδιζόμενον, ὀπισθόρμητον ἀνατρέχει, τὴν φύσιν βιαζόμενον τὴν κατωφερῆ· τοῦτο δέ τινες προσαγορεύουσιν Χάρυβδιν ἢ ἄμπωτιν. Ἀριστοτέλης μὲν οὖν ἀπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων φησὶ κινεῖσθαι καὶ περιφέρεσθαι, ὑφ' ὧν ἐμβαλλόντων ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν, καὶ τὰς πλημμύρας κατασκευάζειν· ληγόντων δὲ ἀντιπερισπωμένων ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν· οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης φυσιολογεῖν ἔδοξεν· Συνθέας δὲ ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας, τῇ δὲ ἐκλείψει τὰς ἀμπώτιδας Ἀτλαντικὴν ἀντίθεσιν· Τιμόθεος δὲ τοὺς ἐμβάλλοντας ποταμοὺς
How, says the divine Gregory, is it a law, as indeed it is, that the sea wave presses upon the narrow [shore]? Yet the bold and unknown strait of Euboea rather runs upward; for there is a crossing there, a narrow sea, which they also call the key of the sea; and this, growing fierce with back-rushing currents, runs back; and the sea flows, while the current, stepping backward, runs back in reverse, forcing its downward nature; and some call this Charybdis or ebb-tide. Aristotle, then, says that most of the winds are moved and carried round by the sun, and when these strike in, the Atlantic sea swells and produces the flood-tides; and when they cease and draw back, it subsides, which is the ebb-tide; thus indeed Aristotle thought fit to explain it physiologically; while Syntheas of Massilia [attributes] the flood-tides to the waxing of the moon, and the ebb-tides to its waning, an Atlantic opposition; and Timotheus [blames] the rivers flowing
Notes, col. 645

On the reading

Printed γλυκὺν, for γλυκὺ.

Printed Συνθέας, for Πυθέας.

PG 38:646Read from the page
εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλημμυρεῖν ποιοῦντας, ὑφέλκοντας δὲ ταῖς ἀνατομίαις καὶ ἀμπώτιδας ἐργαζομένους· ὁ δὲ θεῖος Γρηγόριος ἀνεπινόητόν φησι τὸν πόρον ἀνθρώποις, τοῖς ἐν τῇ κτίσει θαύμασι συναριθμῶν καὶ αὐτὸ, ὅτι πάντως ῥέει μὲν ὁ πόντος, τὸ δὲ ῥεῖθρον ἄνεισιν ὀπισθορμήτοις ῥοθίοις ἐπειγόμενον.
into the Atlantic through the Celtic land, pushing forward by their onrushes and causing flood-tides, and drawing back by their withdrawals and producing ebb-tides; but the divine Gregory says that the strait is inconceivable to men, numbering this too among the wonders in creation, that the sea altogether flows, while the current runs upward, driven by back-rushing surges.
603 Ὠκεανὸς δ' οὖν ἕλκετ' ἀπὸ χθονὸς, εἶτ' ἐπὶ χέρσον 604 Ἔρχετ' ἐπειγομένοισι μεταΐσσων ῥοθίοισι, 605 Καὶ πεδίον καὶ πόντος ἐπ' ἠΐοσι Κιμμερίοισιν.
603 And Ocean indeed is drawn away from the earth, then upon the dry land 604 comes rushing after with hastening surges, 605 both plain and sea upon the Cimmerian shores.
Ὠκεανός ἐστιν ὁ περικυκλῶν πᾶσαν τὴν ὑπ' οὐρανόν· οὗτος μὲν ἀπὸ τῆς γῆς ἐπὶ τὴν γῆν ἔρχεται μεθορμῶν τοῖς κύμασι τοῖς ἐπειγομένοις, ἐπείγεται μὲν ἐπὶ τὸ πεδίον, καὶ θάλασσαν τοῖς Κιμμερίοις αἰγιαλοῖς· Κιμμέριοι δέ εἰσιν ἔθνος πρὸς τοῖς πέρασι τῆς γῆς· ἀπὸ μὲν οὖν τῆς γῆς ὠκεανὸς ἔξεισιν πᾶσαν τὴν γῆν συμπεριέχων, εἰς δὲ τὴν θάλασσαν ἐπειγόμενος τοῖς ῥεύμασιν μεθορμᾷ πάλιν κατὰ τοὺς αἰγιαλοὺς φερόμενος, καὶ πρὸς ἑαυτὸν ἐπιστρεφόμενος, τήν τε θάλασσαν καὶ τὴν πεδιάδα διατρέχων, οὔτε τῇ θαλάσσῃ συγκέχυται, καὶ πρὸς ἑαυτὸν ἐπανέρχεται
Ocean is that which encircles all that is under heaven; this comes from the earth to the earth, rushing after with hastening waves, and presses upon the plain and sea at the Cimmerian shores; and the Cimmerians are a nation at the ends of the earth; from the earth, then, ocean goes forth encompassing the whole earth, and hastening into the sea with its currents rushes again, borne along the shores, and turning back to itself, traversing both the sea and the plain, it is neither confounded with the sea, and returns to itself
606 Ἄλλος δ' αὖ ῥόος εἶσι πυρὸς φλόγες, εἰ ἐτεόν γε· 607 Αἰτναίων σκοπέλων ἀπερεύγεται ὁλκὸς ἄπιστος, 608 Πῦρ ποταμὸς, τὰ δ' ἄμικτα, μίγη Χριστοῖο θέλοντος.
606 And another stream goes forth, flames of fire, if it is indeed true; 607 from the crags of Etna an incredible track is disgorged, 608 a river of fire, and things unmixable were mingled by the will of Christ.
Ὄρος ἐστὶν ἐν Σικελίᾳ, ὅπερ Αἴτνην καλοῦσιν, Ἕλληνες δὲ κρατῆρας Ἡφαίστου· ἐντεῦθεν πῦρ ἀναδίδοται, ποταμὸς δὲ κατὰ τὴν ὑπώρειάν ἐστι διατρέχων, ἔνθεν μὲν οὖν πολλάκις ἀναδιδόμενον τὸ πῦρ τῷ ποταμῷ συγκιρνᾶται, καὶ τὰ ἄμικτα μίγνυται· τὸ μὲν γὰρ πῦρ ἀκοινώνητόν ἐστι τῷ ὕδατι, μίγνυται δὲ καὶ συμφύρεται καὶ διατρέχει, συμμεμιγμένον ὕδωρ καὶ πῦρ ποταμηδὸν φερόμενα, θαῦμα μέγα, μέχρις αὐτῆς διατρέχοντα τῆς θαλάσσης.
There is a mountain in Sicily which they call Etna, and the Greeks the craters of Hephaestus; from here fire is sent up, and a river runs along the foothills; hence, then, the fire often sent up mingles with the river, and things unmixable are mingled; for fire has no fellowship with water, yet it mingles and is confounded and runs along, water and fire mingled together, borne like a river, a great wonder, running right down to the sea itself.
PG 38:647Read from the page
609 Οἶδα καὶ ἐν βαιοῖσιν ὁμοῖα θαύματ' ἀεῖσαι· 610 Ἔστι τις ἐν καρποῖσι κερασβόλος, ὡς ἐνέπουσιν, 611 Ὃς μοῦνος τῶν ὅσσα φύει ζείδωρος ἄρουρα, 612 Ἐσκληκὸς καὶ ἄτεγκτον ἔχων δέμας, οὐδ' ἐνὶ γαίῃ 613 Λύεται, οὐδ' ὄμβροισι διαίνεται, ἀλλὰ πέπηγεν 614 Αὐαλέος, κεράων στερεώτερος ἤματα πάντα. 615 Οὗ τὸ κέρας βέβληκε βοὸς κέρας, εὖτ' ἀροτῆρος 616 Δεξιτερὴ προχέῃσιν ἑὴν ἐς καρπὸν ἄρουραν. 617 Ἔνθεν ὅ γ' ἐκ κεράων καὶ οὔνομα καὶ φύσιν ἔσχεν.
609 I know how to sing of like wonders even in small things: 610 there is among fruits a kerasbolos, as they say, 611 which alone of all that the grain-giving earth brings forth, 612 having a parched and unsoftenable body, is neither in the earth 613 dissolved, nor moistened by rains, but stands fixed 614 dry, harder than horns all its days. 615 Its horn has struck the horn of an ox, when the ploughman's 616 right hand scatters [it] over his own fruitful ploughland. 617 Hence from horns it received both its name and its nature.
Ὁ κερασβόλος καρπός ἐστιν κατάξηρος ἐν τῇ γῇ μηδαμῶς τοῖς ὄμβροις ἁπαλυνόμενος· οὗτος δὲ τοσαύτην ἐκ φύσεως ἐνέργειαν ἔχει, ὡς τὸ κέρας τοῦ βοὸς ἐπιρρίπτειν, ἐπειδ' ἂν ἀροτριῶν τούτῳ περιτύχοιεν· διὸ καὶ κερασβόλος καλεῖται, τὴν φύσιν ἔχων ὡς ἀπὸ τῶν κεράτων ἀντίτυπον· τὴν ἐνέργειαν δὲ τοσαύτην, ὡς ἀποσπᾷν τοῦ περιτυγχάνοντος αὐτῷ βοὸς τὸ δεξιὸν κέρας αὐτομάτως ἐν τῷ ἀροτριᾷν.
The kerasbolos is a thoroughly dry fruit in the earth, in no way softened by rains; and it has so great a natural force as to cast off the horn of an ox whenever in ploughing they chance upon it; wherefore it is also called kerasbolos, having a nature hard as if from horns, and so great a force as to tear off the right horn of the ox that chances upon it spontaneously during ploughing.
619 Ταῦτα φύσις· σὺ δ' ἄκουε καὶ ὅσσ' ἐβιήσατο τέχνη. 620 Ψῆρες μὲν λαλέουσιν ὁμοῖον ἀνθρώποισιν, 621 Φωνῆς ἀλλοτρίης ζηλήμονες, ἣν ἐδίδαξεν 622 Εἴδωλον ξεστοῖο κατ' ἐσόπτροιο φαανθὲν 623 Ψηρὸς, κρυπταδίην τε ἱεὶς ὄπα κερδαλέος φώς.
619 These things nature [has done]; but hear also how many things art has forced. 620 Starlings indeed speak like men, 621 emulous of another's voice, which was taught by 622 an image of a starling appearing in a polished mirror 623 and a crafty man sending forth a hidden voice.
Ἡ μὲν φύσις (προείρηται) διεκόσμησεν, ἀλλὰ καὶ ἡ τέχνη τοσαῦτα κατορθῶσαι δεδύνηται. Τοὺς γὰρ ψῆρας λαλεῖν ἐξεδίδαξεν· οἱ ψῆρες οὗτοι δὲ γένος εἰσὶν ὀρνέων, φυσικὴν ἔχοντες ζηλοτυπίαν· λαλοῦσι δὲ ζηλοῦντες τοῦτον τὸν τρόπον· Οἱ γὰρ πανοῦργοι τῶν ἀνθρώπων καὶ σοφισταὶ ζωγραφοῦσι τὸ ὄρνεον αὐτὸ κατ' ἐσόπτρου φαινόμενον, ὡς δι' ἐξεσμένου κλωβοῦ, καὶ τῷ εἰδώλῳ τὸ ζῶν παριστῶσι· λαθραίως δὲ πανοῦργος ἀνὴρ πέμπει φωνήν. Οἰόμενον προῆχθαι, φωνεῖ καὶ αὐτὸ, τὴν τοιαύτην τῷ δοκοῦντι φωνὴν ἀπηχοῦν, ὡς ἐνεχθεῖσαν ἀκήκοεν· οὕτω τε τῇ συνηθείᾳ τρανῶς λαλεῖν ἐκδιδάσκεται.
Nature indeed (as has been said before) has ordered these things, yet art also has been able to accomplish so much. For it has taught starlings to speak; and these starlings are a kind of bird having a natural emulation; and they speak through emulation in this manner: crafty men and sophists depict the bird itself appearing in a mirror, as through a polished cage, and place the living creature beside the image; and secretly a crafty man emits a voice. Supposing it to have been uttered [by the image], it too utters a sound, echoing back such a voice to the apparent [bird] as it heard emitted; and thus by habit it is taught to speak clearly.
Notes, col. 647

On the reading

Printed ζῶν, for ζῷον.

PG 38:648Read from the page
624 Καὶ κόρακες κλέπτουσιν ὅμως ὄπα.
624 And ravens likewise steal speech.
Κλέπτουσι, φησὶ, φωνὴν καὶ οἱ κόρακες, τοῦτ' ἔστι μιμοῦνται. Περὶ μὲν οὖν τοῦ λαλεῖν, οὐκ ἔστιν ἡμῖν ἀπόδειξις ἐναργὴς, τῶν κοράκων φωνῆς δὲ μάλιστα μέν. Εἰσὶν γὰρ οἳ παρεστήκασιν τοῖς κόραξιν κράζουσιν· οὗτοι δὲ τὴν φωνὴν εἰς λεπτότερον ἢ δασύτερον μεταβάλλουσιν, οἱ δὲ ζηλοῦσι τούτους, ὡσαύτως αὐτοῖς κατὰ τὴν φωνὴν ἀλλοιούμενοί τε καὶ παρεικαζόμενοι. Μῦθος δὲ περὶ τοῦ ἰκτῖνος τοῦ ὀρνέου τοιοῦτός ἐστιν· Οἱ γὰρ ἰκτῖνες, τοῦτο τὸ ὄρνεον, οὐκ ἦσαν, φησὶν, ἄνωθεν ἄμουσοι, μέλος δὲ εἶχον ἴδιον· ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἦλθον τῆς ἐκείνων φωνῆς, καὶ μιμεῖσθαι πειρώμενοι, συναποβάλλουσιν οἷς εἶχον, ἃ μαθεῖν ἐπετήδευον. Χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντυ. Τοῦτο δὲ τοῖς τὰ μὴ προσήκοντα ζητοῦσι τοῦ μύθου τὸ αἴνιγμα· καὶ γὰρ ἐπάγει τὸ ἐπιμύθιον ὧδε· Ἄγει τῶν ὄντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος ζήτησις.
Ravens too, he says, steal a voice, that is, imitate it. Now concerning their speaking, we have no clear proof, though of the voice of ravens especially we do. For there are those who stand beside croaking ravens; and these alter their voice to a thinner or rougher pitch, while the ravens emulate them, changing and assimilating their voice just like them. And there is a fable about the kite, the bird, as follows: Kites, this bird, were not, it says, originally unmusical, but had a song of their own; yet hearing horses neighing, they fell in love with their voice, and trying to imitate it, they lost along with what they had what they strove to learn. For they did not learn to neigh, and they forgot how to sing. And this is the riddle of the fable for those who seek what does not belong to them; for it adds the moral thus: The seeking of what does not belong brings the loss of what one has.
Ὡς δ' ἐρατόχρως 625 Ψιττακὸς ἀγκυλόχειλος ἔσω πλεκτοῖο δόμοιο 626 Ἀνδρόμεον φώνησε, καὶ ἤπαφεν ἀνδρὸς ἀκουήν.
And how the lovely-coloured 625 hook-billed parrot inside a woven house 626 spoke in human speech, and deceived the hearing of a man.
Ὁ ψιττακὸς ὄρνεόν ἐστιν εὐειδὲς, ὑπερήφανον μάλιστα, ὥσπερ οὖν ὁ ταὸς τῷ κάλλει σεμνυνόμενος. Ἀλλ' ὁ μὲν ταὼς τὸ κάλλος ἐν τοῖς ὀρνέοις κέκτηται μόνον, ὁ δὲ ψιττακὸς καί τινα πρὸς τούτοις αἴσθησιν, ὡς ἔστιν εἰπεῖν, φυσικήν. Οὗτος ἀνθρωπίνην φωνὴν διδασκόμενος· μανθάνει γὰρ τοὺς δεσπότας προσαγορεύειν, καί τινας ἄλλους προφέρειν λόγους· ἐν πλεκτοῖς δὲ κλωβοῖς καθειργόμενος ἀνθρωπείαν φωνὴν αἰφνίδιον προϊέμενος, τῶν ἀκουσάντων τὴν ἀκοὴν ἐξηπάτησεν.
The parrot is a shapely bird, very proud, just like the peacock priding itself on its beauty. Yet the peacock possesses beauty alone among birds, whereas the parrot has in addition to this a certain natural perception, so to speak. This bird, being taught human speech, learns to address its masters and to utter certain other words; and shut up in woven cages, suddenly emitting a human voice, it has deceived the hearing of those who listen.
627 Ἐν ποσσὶν δὲ κάλωες ἐπήοροι, ὧν καθύπερθεν.
627 And beneath their feet are suspended ropes, above which.
Εἰσὶν ἐν ἀνθρώποις οἱ λεπτοὺς ἐφ' ὕψους κάλους διατείνοντες, καὶ δι' αὐτῶν βαδίζοντες ἀδεῶς, οὓς καὶ νευροβάτας καλοῦσι, τῇ τῆς νάβλης πρὸς τὸ σπαρτίον
There are among men those who stretch thin ropes on high and walk along them fearlessly, whom they also call tightrope-walkers, from the [resemblance] of the harp-string to the cord
Notes, col. 648

On the reading

Printed ἐπελάθοντυ, for ἐπελάθοντο.

PG 38:649Read from the page
ὁμοιότητι. Πολλὰ δὲ τῇ τέχνῃ παίζουσι κατ' ἀέρος ἐπὶ σπάρτης· ἐκδιδύσκονται τοὺς χιτῶνας, εἶτα περιβάλλονται, καθέζονται, διανίστανται, ὀρχοῦνται, κινοῦνται, πηδῶσι, καὶ πολλὰ τοῖς ὁρῶσι διὰ τῆς τέχνης ὑπογράφουσιν εὐκατάπληκτα.
likeness. And by their art they perform many tricks in mid-air on a cord: they take off their tunics, then put them on again, sit down, stand up, dance, move about, leap, and through their art display many astonishing things to the spectators.
628 Στυγερὴ δὲ δι' ἠέρος ἄρκος ὁδεύει. 629 Ἐν δὲ δίκης θώκοισι δικασπόλος ὥς τις ἐχέφρων 630 Ἑζομένη νώμησε δίκης ἰθεῖα τάλαντα, 631 Ὡς δοκέει παλάμῃσι, νόον δ' ἐψεύσατο καὶ θήρ.
628 And the grim bear travels through the air. 629 And on the seats of justice, like some sensible judge 630 sitting, she has swayed the straight scales of justice, 631 as it seems, with her paws, and even a wild beast has counterfeited mind.
Πολλὰ μέν φασιν περὶ τῆς ἄρκτου γέλωτος ἄξια, κἂν ὅτι τῶν ἀγρίων ἐστὶν θηρίων ἐπιτηδειότερον αὐτὸ πρὸς μάθησιν τῶν ἄλλων, οἱ τῶν ζώων τὴν φύσιν σκεψάμενοι διαγράφοντες, ὡς μὲν ὀρχεῖται, καὶ παλαίει, καὶ γελωτοποιοὺς μετέρχεται τρόπους· οὔπω δὲ διὰ τοῦ ἀέρος ὁδεύειν αὐτὴν ἀκηκόαμεν, ὅμοια τοῖς νευροβάταις ἐκ τέχνης ἐπιδεικνυμένην. Γρηγόριος δὲ ὁ πανάριστος ὡς καὶ δι' ἀέρος ὁδεύει διηγόρευσεν· τοσοῦτον ἡ τῶν ἀνθρώπων ἐπιστήμη καὶ τέχνη κατώρθωσεν, ὡς καὶ θῆρας παρασκευάσαι τῶν ἀνεφίκτων κατατολμᾷν· αὕτη δὲ καὶ τοῖς δικαστικοῖς θρόνοις ἐγκαθημένη, κινεῖ τῆς δίκης τὰ ζυγὰ τὸ δοκεῖν ἐμφρόνως ταῖς χερσὶ σχεδιάζουσα, καὶ πάντα πλὴν τοῦ λαλεῖν ἐπιδείκνυσιν, ὅσα τοὺς δικαστὰς εἰκὸς ἐπιδείκνυσθαι, καὶ τὸν νοῦν ἀνόητος θὴρ τὸν ἀνθρώπινον διαψεύδεται.
Those who have examined the nature of animals relate many laughable things about the bear, and that it is more apt for learning than the other wild beasts, describing how it dances, and wrestles, and practises comic manners; yet we had not previously heard that it travels through the air, displaying feats like tightrope-walkers by art. But the all-excellent Gregory declared that it even travels through the air; so much has human knowledge and art accomplished as to prepare even wild beasts to dare the unattainable; and this [bear], sitting upon judicial thrones, moves the scales of justice, improvising with her paws to appear sensible, and displays everything except speech that judges are wont to display, and a senseless beast counterfeits the human mind.
632 Καὶ βροτὸς ἐξεδίδαξεν ἃ μὴ φύσις· ὡς δὲ λέοντος 633 Εἶδον ὑπὲρ νώτοιο λεοντοκόμον βριαροῖο 634 Ἑζόμενον, θηρὸς δὲ μένος ὑπεδάμνατο χειρὶ, 635 Καί ῥ' ὁ μὲν ἡνιόχευεν, ὁ δ' ἤγετο βρυχαλέος θὴρ 636 Ῥίψας λοίγιον ἄσθμα, καὶ ὃν σαίνεσκεν ἄνακτα.
632 And a mortal has taught what nature has not; and how upon the back of a mighty lion 633 I saw a lion-keeper 634 sitting, and the beast's fury was subdued by his hand, 635 and the one held the reins, while the roaring beast was led, 636 casting aside his deadly panting, and fawned upon his own master.
Τοσαῦτα μὲν ἄνθρωπος ἐδίδαξεν, ὅσα φύσις οὐκ ἐδίδαξεν· ὁμοίως ὑπεράνω τοῦ λέοντος τοῦ βριαρωτάτου τὸν λεοντοκόμον ἔστιν ἰδεῖν καθεζόμενον. Ὁ μὲν οὖν λέων, φύσιν κέκτηται βριαρότητα, τὴν δὲ δύναμιν
So many things has man taught that nature did not teach; likewise one may see the lion-keeper sitting atop the mightiest lion. Now the lion possesses might by nature, and in strength
PG 38:650Read from the page
πολύ ἐστι καὶ τὴν καρδίαν ἀδάμαστος. Ἀλλ' ὁ τοσοῦτος ὡς πρόβατον ἄγεται τῇ τέχνῃ δαμαζόμενος τῶν ἀνθρώπων· οὐ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ τὸν δεσπότην σαίνων κολακεύει. Τοῦτο γὰρ αὐταῖς ὄψεσι παραλαβεῖν ὁ θεῖος ἔφη Γρηγόριος, καὶ τὸ φθαρτικὸν φύσιν αὐτὸν θυμὸν ὁ βρυχητὴς ἀποβαλλόμενος λέων, τὸν ἴδιον ἐκολάκευε δεσπότην, ὡς πῶλος εὐήνιος κατὰ νώτου τὸν οἰκεῖον ἐπιφέρων παιδαγωγόν.
is great and untamed in heart. Yet so great a creature is led like a sheep, subdued by the art of men; and not this only, but fawning it even flatters its master. For the divine Gregory said he had witnessed this with his own eyes, and the roaring lion, casting off its naturally destructive rage, flattered its own master, carrying its own trainer on its back like a docile colt.
637 Ὡς δὲ καὶ ἀργιόδοντα βαρὺν μεγακήτεα θῆρα 638 Ἰνδὸς ἄγει καθύπερθε πάϊς ὀλίγῳ ὑπὸ κέντρῳ 639 Νωμῶν οἷά τε νῆα δέμας κρατερὸν ἐλέφαντος, 640 Τολμήεις ὃς πρῶτος ἐμήσατο θῆρα δαμάσσαι, 641 Καὶ ζυγὸν αὐχένι θῆκεν καὶ ἤγαγεν ἅρμα πέλωρον.
637 And how an Indian boy from above leads the white-tusked, heavy, huge-bodied beast 638 with a small goad, 639 steering like a ship the mighty frame of the elephant; 640 bold was he who first devised to tame the beast, 641 and set a yoke on its neck and drove the monstrous chariot.
Τοῖς μὲν φυσιολόγοις πολύς ἐστιν ὁ περὶ τοῦ ἐλέφαντος λόγος· οὗτοι δὲ τὰ πολλὰ διημαρτήκασιν, ἀδήλου τῆς φύσεως τῶν πλειόνων καθεστώσης. Ὁ δὲ θεῖος Γρηγόριος αὐτοῖς ἐγκαλλωπίζεται τοῖς φαινομένοις, δι' ὧν τῆς ἀνθρωπίνης τέχνης τὸ μέγιστον σεμνύνει καὶ προσφυές. Φησὶν οὖν, ὅτι τὸν ἐλέφαντα θῆρα παῖς Ἰνδὸς ἄγει ὑπὸ μικρῷ κέντρῳ κινῶν, ὥσπερ ναῦν, τὸν ἰσχυρὸν τουτονὶ θῆρα καὶ πανάγριον. Ὅρα δὲ, φησὶν, ὅτι καὶ τολμηρὸς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις πρῶτος ἐβουλεύσατο δαμάσαι τὸν ἐλέφαντα· καὶ γὰρ ἔδει μόνον θεασάμενον θᾶττον ἀποπηδῆσαι, καὶ μὴ τοῖς ἀνθρώποις ἀγαγεῖν τεράστιον ὄχημα· ὁ δ' οὐ μόνον οὐκ ἀπεπήδησεν ἄνθρωπος, ἀλλὰ καὶ ἤγαγεν, καὶ κυβερνᾷ, καθάπερ ναῦν, οἰακίζων οἷ θέλει τὸν θηρατὸν τεράστιον, ὑπὲρ νῶτον αὐτοῦ καθεζόμενος καὶ κεντρίζων. Τοσαῦτα μὲν ἡ τέχνη τῶν ἀνθρώπων· σὺ δὲ, φησὶν, ὦ ἄνθρωπε, τοὺς θῆρας δαμαζομένους τῇ τέχνῃ βλέπων τῶν ἀνθρώπων, ἄπιστον ἔχεις νοῦν, τῇ παρθενίᾳ μὴ κατορθοῦσθαι ῥᾷον τοῖς ἐθέλουσι ταύτην διαγορεύων; Ἄπαγε τῆς ἀτοπίας! ὅτι λόγον ἔχων ἐγγὺς βοηθὸν, φησὶν ὁ θεῖος Γρηγόριος, καὶ νοῦν κεκτημένος θεοειδῆ, τοῖς θηρίοις τὸ πλέον διανέμεις· εἰ θηρῶν μὲν τὴν δύναμιν ἔκαμψε
Naturalists have much to say about the elephant, yet for the most part they have gone astray, since the nature of most things is obscure. But the divine Gregory takes pride in what is evident, through which he magnifies the greatest and most fitting achievement of human art. He says, then, that an Indian boy leads the elephant beast, moving it with a small goad, like a ship, this strong and utterly wild beast. And see, he says, that bold also was that man who first planned to tame the elephant; for merely on seeing it one ought rather to have leapt away swiftly, and not to have brought a monstrous mount to men; yet the man not only did not leap away, but even led it, and steers it like a ship, guiding wherever he wills the monstrous captured beast, sitting upon its back and goading it. So much, then, for the art of men; but you, he says, O man, seeing wild beasts tamed by the art of men, do you have an unbelieving mind, declaring that virginity is not easily achieved by those who desire it? Away with the absurdity! Because having reason near at hand as a helper, says the divine Gregory, and possessing a godlike mind, you assign the greater share to wild beasts; if indeed it has bent the strength of wild beasts
Notes, col. 650

On the reading

Printed τὸ, for τὸν.