ἐκείνῳ τὴν τῆς τέχνης ἀκρίβειαν ἐπεδείκνυτο· ἐν δὲ τοῖς ἄλλοις τολμήμασιν, καὶ θήλειαν ἱπποκένταυρον ὁ Ζεῦξις οὗτος ἐποίησεν, ἀνατρέφουσαν προσέτι παιδίω ἱπποκενταύρω διδύμω κομιδῇ νηπίω. Τῆς εἰκόνος ταύτης ἀντίγραφος νῦν ἐστι Ἀθήνησι, πρὸς αὐτὴν ἐκείνην ἀκριβεῖ τῇ στάθμῃ μετενηνεγμένη· τὸ ἀρχέτυπον δὲ αὐτὸ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς ἐλέγετο μετὰ τῶν ἄλλων ἐς Ἰταλίαν πεπομφέναι· εἶτα περὶ Μαλέαν, οἶμαι, καταδύσης τῆς ὁλκάδος ἀπολέσθαι ἅπαντα, καὶ τὴν γραφήν· πλὴν ἀλλὰ καὶ τήν γε εἰκόνα τῆς εἰκόνος, ὡς οἷόν τε, δείξω τῷ λόγῳ· Ἐπὶ χλόης εὐθαλοῦς ἡ κένταυρος αὕτη πεποίηται, ὅλη μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται εἰς τοὐπίσω οἱ πόδες· τὸ δὲ γυναικεῖον ὅσον αὐτῆς, ἠρέμα ἐπήγερται καὶ ἐπ' ἀγκῶνός ἐστιν· οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκ ἔτι καὶ αὐτοὶ ἀποτάδην οἷον ἐπὶ πλευρὰν κειμένης· ἀλλ' ὁ μὲν ὀκλάζοντι ἔοικε καμπύλος ὑπεσταλμένῃ τῇ ὁπλῇ, ὁ δ' ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται οἷόν εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾷν· τοῖν νεογνοῖν δὲ, τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς ἀγκάλαις καὶ στρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν γυναικεῖον μαστὸν, τὸ δὲ ἕτερον ἐκ τῆς ἵππου θηλάζει, εἰς τὸν πωλικὸν τρόπον· ἄνω δὲ τῆς εἰκόνος οἷον ἀπό τινος σκοπῆς ἱπποκένταυρός τις ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφοτέρωθεν τιθηνουμένης, ἐπικύπτει γελῶν, οὐχ ὅλως φαινόμενος, ἀλλ' εἰς μέσον, τὸν ἱππολέοντος σκύμνον ἔχων τῇ δεξιᾷ, καὶ ὑπὲρ αὐτὸν αἰωρῶν ὡς δεδείξαιτο τὰ βρέφη· τὸ δὲ θαυμαστὸν τοῦ Ζεύξιδος, ὅτι ἐν μιᾷ ὑποθέσει τὸ ποικίλον τῆς τέχνης ὑπεδείξατο, τὸν μὲν ἵππον ἄγριον ὄμμα θηριῶδες· τὴν δὲ ἵππον ἡμίτομον ὕπερθεν γυναικός· ὅσα δὲ τῶν νώτων ἔξω, σατυρώδη· Ζεύξιδος δὲ εἰκόνι ἀπεικάζει Γρηγόριος τῶν ἐπισκόπων περὶ τὴν γνώμην τὸ πολύτροπον καὶ ἀσύνθετον.
that he displayed the precision of his art. Among his other daring works, this Zeuxis also painted a female hippocentaur, nursing moreover two twin hippocentaur babes who were quite tiny. A copy of this picture is now at Athens, transferred from the original itself by an exact line; the archetype itself Sulla the Roman general was said to have sent to Italy along with the other spoils; then, when the merchant ship sank off Malea, I think, everything was lost, including the painting. Nevertheless, I shall show in words, as far as possible, at least the image of the image. Upon fresh grass this centaur is depicted, lying on the ground with all her equine part, and her hind feet are stretched out backwards; as much of her as is woman is gently raised and rests upon her elbow; her front feet are no longer stretched out as of one lying on her side, but the one is bent like that of a kneeling animal with the hoof tucked under, while the other conversely rises up and takes hold of the ground, as horses do when trying to leap up. As for the two newborn babes, she holds the one above in her arms and turns [intended: nurses] it in human fashion, offering her woman's breast, while the other sucks from the mare's part, in the manner of a foal. At the top of the picture, as if from some lookout, a male hippocentaur—clearly the husband of her who is nursing the babes on both sides—leans down laughing, not wholly visible but down to the middle, holding a hippoleon's cub in his right hand and swinging it above himself to frighten the babes. And what is marvellous in Zeuxis is that in a single subject he displayed the variety of his art: the stallion fierce, with a savage eye; the mare half-divided above into a woman; and what lies beyond the back, satyr-like. To the picture of Zeuxis Gregory compares the shifty and unstable character of the bishops in their judgement.