Migne Reading Room

PG 38 · cols. 553–558 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:553Read from the page
62 Δαυῒδ σε ταῦτα πειθέτω καὶ Μωϋσῆς, 63 Ἐλίσσεός τε, οὗ τρέμω μεμνημένος· 64 Ὁ μὲν κολασθεὶς ἐνδεῶς τοῖς πταίσμασιν, 65 Ὁ δ' ἀντὶ μικρῶν καὶ Θεοῦ λαβὼν θέαν, 66 Νόμον τε, καὶ τοσοῦτον ἐκσῶσαι στρατόν. 67 Ὁ δ' ἐκ βραχείας ὕβρεως καὶ νηπίοις 68 Πληγὴν τοσαύτην ἀντιδοὺς παρ' ἐλπίδα.
62 Let David persuade you of these things, and Moses, 63 and Elisha, whom I tremble to mention: 64 the first punished less than his offences deserved; 65 the second receiving in return for small things even the vision of God, 66 the Law, and the saving of so great a host; 67 and the third, for a slight insult, dealing even to little children 68 so great a blow beyond expectation.
Ὁ μὲν Δαβὶδ μερικῶς ἐκολάσθη τοῖς πταίσμασιν, ἡνίκα τὴν Οὐρίου γυναῖκα μοιχεύσας τὸν Οὐρίαν ἐφόνευσεν, τὸν ὅμοιον παθὼν τρόπον ὑπὸ τοῦ Ἀβεσσαλὼμ τοῦ ἰδίου υἱοῦ. Οὗτος γὰρ τὰς παλλακὰς αὐτοῦ ἐταπείνωσεν καὶ τοῦτον πρὸς βραχὺ τῆς βασιλείας ἀπέστησεν, ἐπ' ἀλλοδαπῆς αὐτὸν ἀπελάσας, ὡς ἐν τῷ ξγʹ διεξήλθομεν λόγῳ. Πάλιν τε κολάζεται τὸν λαὸν Ἰσραὴλ ἀριθμήσας· καὶ γὰρ ἄγγελος παρὰ τοῦ Θεοῦ ἐξῆλθεν θραῦσαι ἐν τῷ λαῷ. Τριῶν γὰρ αὐτῷ προταθέντων παρὰ τοῦ Θεοῦ, ἢ λιμῷ διαφθαρῆναι τὴν γῆν, ἢ χερσὶν ἐχθρῶν καταπονεῖσθαι διωκόμενον, ἢ θανάτῳ τριῶν ὑποβληθήσεσθαι ἡμερῶν· εἰς χεῖρας Θεοῦ παραδοὺς ἑαυτὸν, ἶδεν ἄγγελον ἐσπασμένον ῥομφαίαν καὶ θραύοντα· ἓξ ὡρῶν δὲ πάρεργον ἦν ἑβδομήκοντα χιλιάδες ἀπὸ Δὰν πεπτωκυῖαι καὶ ἕως Βηρσαβέε· μικροῦ δὲ τὸν λαὸν εἰκὸς συντριβῆναι, εἰ μὴ σπεύσας Δαβὶδ ἐξωμολογήσατο, τὴν ὀργὴν ἐφελκυσάμενος· ὡς αὐτοῦ μὲν ἁμαρτόντος μὴ δεῖν ἐπὶ τὸν λαὸν τὴν θείαν ἐπενεχθήσεσθαι μῆνιν· οὕτω δὲ καὶ θυσίαις τὸν Θεὸν ἐξιλεώσασθαι ταῖς ἐκ Σιὼν ἐξενεχθείσαις λέγεται παρὰ τὴν ἅλω τοῦ Ὀρνᾶ, δι' ὧν ἁπάντων ἵλεω τὸν Θεὸν ποιησάμενος, τὴν ὀργὴν ἀνεχαίτισεν παραυτίκα. Μωϋσῆς δὲ μικρᾶς ἀντιτιμᾶται προθέσεως τοσοῦτον, ὡς καὶ Θεὸν αὐτὸν φανεροῖς κατιδεῖν ὀφθαλμοῖς, καὶ τοσούτου προστασίαν δέξασθαι πλήθους καὶ τῶν μεγάλων τεράτων ὑπηρετῆσαι Θεῷ, καὶ
David was punished in part for his offences when, having committed adultery with Uriah's wife, he slew Uriah, suffering in like manner from Absalom his own son. For he humbled his concubines and removed him for a short time from the kingdom, driving him into a foreign land, as we related in Oration 63. And again he is punished for numbering the people of Israel; for an angel went forth from God to strike among the people. For three things having been set before him by God — either that the land be wasted by famine, or that he be hard pressed in flight by the hands of enemies, or that he be subjected to three days' pestilence — committing himself into the hands of God, he saw an angel with a drawn sword striking; and the incidental work of six hours was seventy thousand fallen from Dan even to Beersheba. And the people would almost have been crushed, had not David made haste to confess, drawing the wrath upon himself, saying that since he had sinned, the divine anger ought not to be brought upon the people; and thus he is said also to have propitiated God with sacrifices brought out from Sion at the threshing-floor of Orna, by all of which he rendered God propitious and checked the wrath immediately. And Moses is rewarded for a small resolve so greatly as even to behold God Himself with open eyes, and to receive the leadership of so great a multitude, and to serve God in the great wonders, and
PG 38:554Read from the page
θεὸν ὅμως Φαραὼ χρηματίσαι. Οὐ γὰρ ᾖ ζῆλον ἐνδιάθετον ἐπεδείξατο πατάξας τὸν Αἰγύπτιον, καὶ τῷ λαῷ τοῦ Θεοῦ συγκακουχεῖσθαι τοῦ συμβασιλεύειν προκρίνας τοῖς Αἰγυπτίοις. Οὕτως Ἐλισσαῖος μικρᾶς χάριν ὕβρεως, καὶ ὅτι λίαν εὐτελοῦς τοῖς νηπίοις ἀντιμετρήσας τοσαύτην ἀπανθρωπίαν, ἄρκους τοῦ δρυμοῦ τῷ λόγῳ προστάξας ἐξελθούσας ἀνηλεῶς τοὺς ἀθλίους σπαράξαι. Οὐ γὰρ πλὴν ἐκερτόμησαν αὐτὸν ἢ βοήσαντες· Ἀνάβαινε, φαλακρὲ, ἀνάβαινε· ὅπερ ἦν τῇ νηπιαζούσῃ συγγνωστὸν ἀδείᾳ, καὶ μέντοι τοσαύτης ἐπειράθησαν αὐτίκα τῆς ἀπανθρωπίας, οὐχ ὡς τοῦ προφήτου ταῖς λοιδορίαις τῶν παίδων προσεσχηκότος, ἀλλὰ τῆς μελλούσης αὐτοῖς ἐπιφύεσθαι πονηρίας πρὸ τοῦ βλαστῆσαι ῥιζόθεν τὸν καρπὸν ἀποκείραντος, ὅπερ αὐτοῖς καὶ ψυχικῆς αἴτιον ὑπῆρχεν σωτηρίας. Οὐ γὰρ δή τις εἴποι ταῦτα συγκρίνων τὴν κατὰ τινα γέννησιν ἐμοὶ ἢ εἱμαρμένην συμβῆναι, οὐδὲ τῇ φορᾷ καὶ τοῖς ἄστροις ἐπιτρέψει τοὺς οἴακας τοῦ παντὸς, ἀλλ' ὡς ὁ θεῖος ἀπέδειξεν Γρηγόριος τῷ Θεῷ τὴν πρόνοιαν παραχωρήσοι, πιστεύσῃ τε τοῖς τῶν θείων κριμάτων πηδαλίοις οἰακίζεσθαι καὶ περιστρέφεσθαι δὴ τὸ πᾶν.
moreover to be called a god to Pharaoh. For did he not display an inward zeal when he struck the Egyptian, and chose rather to suffer ill-treatment with the people of God than to reign together with the Egyptians? Thus Elisha, for a slight and exceedingly trivial insult, measured out to the little children so great a severity, commanding by his word bears from the wood to come forth and tear the wretches pitilessly. For they did not mock him except by shouting, "Go up, bald-head, go up," which was pardonable in childish licence; and yet they straightway experienced so great a severity, not because the prophet paid heed to the revilings of the boys, but because he cut off from the root the fruit of the wickedness about to grow in them before it sprouted, which proved for them also a cause of the soul's salvation. For surely no one comparing these things would say that they happened by some nativity or fate, nor will he entrust the helm of the universe to the celestial revolution and the stars, but, as the divine Gregory demonstrated, he will yield providence to God and believe that the universe is steered and turned by the rudders of the divine judgements.
ΛΟΓΟΣ ΡΙΗʹ.
Oration 118.
Ὅροι παχυμερεῖς.
Rough Definitions.
Ὁ παρὼν λόγος ὁρίζεται πάντα τὰ ὄντα, σημαίνων ἑκάστου τὴν ποιότητα· δηλοῖ δὲ δι' ἣν αἰτίαν ἕκαστον τῆς οἵας ἔτυχεν κατωνομάσθη προσηγορίας· περὶ δὲ τὰ τέλη μέμνηται τῆς Χριστοῦ ἐνανθρωπήσεως, ἀρχόμενος ἀπὸ τῆς ἐκ Παρθένου γεννήσεως, καθ' ἓν ἕκαστον ὧν ἔδρασε καθ' ἡμᾶς γεγονὼς, μέχρις αὐτοῦ τῆς δευτέρας ἐνδόξου παρουσίας. Καὶ κεῖνται ἐν τοῖς ἤδη προλεχθεῖσιν αἱ ἱστορίαι.
The present oration defines all existing things, signifying the quality of each; and it shows for what reason each received the appellation by which it is named; and towards the end it mentions the Incarnation of Christ, beginning from His birth from the Virgin, [recounting] one by one the things He did after becoming like us, down to His second glorious coming. And the accounts are set forth in what has already been said above.
Notes, col. 554

On the reading

Printed ἐμοὶ, for οἶμαι.

PG 38:555Read from the page
ΛΟΓΟΣ ΡΙΘʹ.
Discourse 119.
Περὶ ἀρετῆς.
On Virtue.
206 Ἐξ ὧν στοαί τε προσώπων ὀφρύες, 207 Ἀκαδμίαι τε καὶ πλοκαὶ Πυρρωνίων, 208 Σκέψις ἐφεξῆς τεχνιτῶν ληρήματα.
206 From which come porches and brows of countenances, 207 Academies and entanglements of the Pyrrhonians, 208 Scepticism next, the babblings of artisans.
Ξενοκράτης καὶ Ἀριστοτέλης Πλάτωνος γεγόνασι μαθηταὶ, οἵτινες αὐτοῦ καὶ τὴν διατριβὴν διεδέξαντο· καὶ ὁ μὲν Ξενοκράτης ἐποίησε τὴν Στωϊκὴν αἵρεσιν, Ἀριστοτέλης δὲ τὴν περιπατητικὴν αἵρεσιν. Εἰσὶ δὲ τῆς φιλοσοφίας οἱ ὁρισμοὶ, οἷον, ἐξ ὑποκειμένου, ἐκ τέλους, ἐξ ὑπεροχῆς, ἐξ ἐτυμολογίας, καὶ τὰ ἑξῆς· αὖθίς τε οἱ φερόμενοι εὑρέται τῶν ὁρισμῶν τῆς φιλοσοφίας, καὶ ὡς εἰς θεωρητικὸν καὶ πρακτικὸν διαιρεῖται, καὶ τὸ μὲν ὡς εἰς φυσιολογικὸν καὶ μαθηματικὸν καὶ θεωρητικόν· τὸ δὲ εἰς ἠθικὸν καὶ πολιτικὸν καὶ οἰκονομικόν· καὶ τὸ μὲν τούτων εἰς ἀριθμητικὴν καὶ μουσικὴν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, οἷον τὸ μαθηματικόν· τὸ δὲ εἰς νομοθετικὸν καὶ δικαστικὸν, οἷον τὸ πολιτικὸν, καὶ ὅσα καθεξῆς ἑαυτοὺς συνιστῶντες ἐπεισήγαγον. Αἱ δὲ ἀκαδημίαι καὶ Πυρρώνιοι πλοκαὶ, εἰσὶν αὗται· Λέγονταί τινες Πυρρώνιοι ὑποτυπώσεις περὶ τῆς σκέψεως, οἷον περὶ τῶν λόγων τῆς σκέψεως ὀνομασιῶν αὐτῆς καὶ ἐννοιῶν καὶ ἀρχῶν αὐτῆς, εἰ δογματίζει ὁ ἐπίσκοπος, εἰ αἵρεσιν ἔχει, εἰ φυσιολογεῖ, εἰ ἀναιρεῖ τὰ φαινόμενα, τί τὸ κριτήριον τῆς σκέψεως, τί τὸ τέλος, τίνες οἱ ὁλοσχερεῖς τρόποι τῆς ἐποχῆς, τίνες οἱ δέκα τρόποι καὶ τίνες οἱ πέντε, τίνες αἱ σκεπτικαὶ φωναὶ, τίς ἡ οὐδὲν, τίς ἡ μᾶλλον, τίς ἡ ἀσάφεια, τί τὸ ἔξεστιν, καὶ τὸ τάχα, καὶ τὸ ἐπέχω, καὶ οὐδὲν ὁρίζω, τί τὸ πάντα ἀκαταλήπτως, ὅτι παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται, τίς ἡ ἐπισκεπτικὴ ὁδὸς ἐπὶ τὴν Ἡρακλείτου φιλοσοφίαν, εἰ διαφέρει τι ἡ Δημοκρίτου τῆς
Xenocrates and Aristotle were disciples of Plato, who also succeeded to his school; and Xenocrates founded the Stoic sect, while Aristotle founded the Peripatetic sect. The definitions of philosophy are, for instance, from its subject matter, from its end, from its pre-eminence, from its etymology, and so forth; and again, those reputed to be the inventors of the definitions of philosophy, and how it is divided into the theoretical and the practical, and the former into the physiological, the mathematical, and the theoretical, and the latter into the ethical, the political, and the economic; and the former of these into arithmetic, music, geometry, and astronomy, namely the mathematical, and the latter into the legislative and the judicial, namely the political, and whatever else they introduced in succession to commend themselves. And the Academies and Pyrrhonian entanglements are these: there are certain Pyrrhonian outlines concerning scepticism, such as concerning the accounts of scepticism, its names, its notions, and its principles; whether the overseer [i.e. the sceptic] dogmatizes; whether he has a sect; whether he studies nature; whether he abolishes appearances; what is the criterion of scepticism; what is its end; what are the general modes of suspension of judgement; what are the ten modes and what are the five; what are the sceptical expressions; what is "nothing", what is "rather", what is "obscurity", what is "it is possible", and "perhaps", and "I suspend judgement", and "I determine nothing", what is "all things are incomprehensible", that to every argument an equal argument is opposed; what is the sceptical road to the philosophy of Heraclitus; whether that of Democritus differs at all from
Notes, col. 555

On the reading

Printed Ἀκαδμίαι, for Ἀκαδημίαι.

Printed ἐπίσκοπος, for σκεπτικός.

PG 38:556Read from the page
σκέψεως, εἰ διαφέρει τι τῶν ἀκαδημιῶν ἡ σκέψις, εἰ ἡ κατὰ ἰατρικὴν ἐμπειρία, ἡ αὐτή ἐστιν τῇ σκέψει, πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως, τί τὸ κριτήριον, εἰ ἔστι κριτήριον ἀληθείας, τί τὸ ὑφ' οὗ, τί τὸ δι' οὗ, τί τὸ καθὸ, περὶ ἀληθοῦς καὶ ἀληθείας, εἴ τι ἀληθὲς, τί τὸ σημεῖον, ἢ εἴ τι σημεῖον ἐνδεικτικὸν, τίς ἡ ἀπόδειξις, τίνες αἱ δραστικαὶ ἀρχαὶ, τί Θεὸς, τί τὸ αἴτιον, καὶ ἡ περὶ τὸν βίον τέχνη, τίνες αἱ ὑλικαὶ ἀρχαὶ, εἰ καταληπτὰ τὰ σώματα, τίς ἡ κρᾶσις, τίς ἡ κίνησις, περὶ τῆς μεταβλητικῆς κινήσεως, περὶ αὐξήσεως καὶ μειώσεως, περὶ ἀφαιρέσεως καὶ προθέσεως, περὶ μεταθέσεως, περὶ ὅλου καὶ μέρους, περὶ φυσικῆς μεταβολῆς, περὶ γενέσεως καὶ φθορᾶς, περὶ τόπου, περὶ χρόνου, τί τὸ ἠθικὸν μέρος, εἰ ἔστιν τι τοῦτο φύσει, εἰ ἔστιν τις περὶ τὸν βίον τέχνη, εἰ ὠφελεῖ τὸν ἔχοντα αὐτὴν, περὶ ἀριθμοῦ, τί ἐστι φύσει ἀγαθὸν καὶ κακὸν διάφορον. Αὗται μὲν αἱ τῶν Πυρρωνίων ὑποτυπώσεων πλοκαί· λῆρον δὲ ταύτας φησὶν ὁ θεῖος Γρηγόριος. Παρεισάγουσι γὰρ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ ἄλλους τῶν Στωϊκῶν, ὡς ἀπεφήναντο περὶ ἀκαταλήπτων· αὖθις Κλειτόμαχον καὶ Καρνεάδην καὶ λοιπῶν αἱ ζητήσεις τῶν ἀκαδημιακῶν· αἱ τῶν σκεπτικῶν ἐφεξῆς, περὶ τῶν ἀνωτάτω τριῶν φιλοσοφιῶν, τῆς δογματικῆς, τῆς ἀκαδημιακῆς, καὶ τῆς σκεπτικῆς, καὶ ἀπὸ τοῦ φαίνεσθαι τὸν Πύρρωνα περὶ τὴν σκεπτικὴν τῶν πρὸ αὐτοῦ σωματικώτερον καὶ ἐπιφανέστερον προσεληλυθέναι τῇ σκέψει, ἥντινα καὶ δύναμιν ὁρίζονται καὶ πάθος, περὶ τῶν σκεπτομένων. Καὶ πολὺς ἂν εἴη λόγος τὰ ἐφεξῆς ἐν πλάτει ληρήματα διεξιέναι, ὅσα τε ἀπορεῖν οἷόν τε καὶ ἀμηχανεῖν καὶ ἐνθουσιᾷν καὶ ἐξεστηκέναι· ἅτινα πάντα τεχνιτῶν ὁ θεῖος Γρηγόριος ληρήματα ἀπεφήνατο.
scepticism; whether scepticism differs at all from the Academies; whether medical empiricism is the same as scepticism; whence one should begin the inquiry against the dogmatists; what is the criterion; whether there is a criterion of truth; what is the "by which", what is the "through which", what is the "according to which"; concerning what is true and truth; whether anything is true; what is a sign, or whether there is an indicative sign; what is demonstration; what are the active principles; what is God; what is cause, and the art concerning life; what are the material principles; whether bodies are apprehensible; what is mixture; what is motion; concerning qualitative change; concerning increase and diminution; concerning subtraction and addition; concerning transposition; concerning whole and part; concerning natural change; concerning generation and corruption; concerning place; concerning time; what is the ethical part; whether this exists by nature; whether there is any art concerning life; whether it benefits the one who possesses it; concerning number; what is by nature good and evil, and what is different. These then are the entanglements of the Pyrrhonian outlines; and the divine Gregory calls them babbling. For they bring in Aristotle and Epicurus and others of the Stoics, as they declared concerning incomprehensible things; again Clitomachus and Carneades and the inquiries of the remaining Academics; those of the sceptics next, concerning the three highest philosophies, the dogmatic, the Academic, and the sceptical, and from the fact that Pyrrho appears to have approached scepticism more substantially and more conspicuously than those before him, which scepticism they define as both a faculty and an affection, concerning those who inquire sceptically. And it would be a long discourse to go through in detail the babblings that follow, and all that one may doubt, be at a loss over, be frenzied about, and be beside oneself over; all of which the divine Gregory declared to be the babblings of artisans.
218 Τίς οὐκ ἀκούει τὸν Σινωπέα τὸν κύνα ;
218 Who does not hear of the Sinopean dog?
Notes, col. 556

On the reading

Printed προθέσεως, for προσθέσεως.

PG 38:557Read from the page
Φιλόσοφος μὲν οὗτος ὑπῆρχεν κυνικός. Κυνικοὶ λέγονται ὡς ἐκ μεταφορᾶς τοῦ κυνός· ἔχουσι γὰρ τὸ πρὸς τοὺς οἰκείους καὶ τοὺς ἔξω διακριτικόν. Οὗτος ἀκτησίαν εἰς τὸ ἀκρότατον ἀσπαζόμενος· οὐ γὰρ ἢ μόνον βακτηρίαν ἐκέκτητο, οἶκον δὲ ὕπαιθρον ἐν μέσῳ τῆς πόλεως στρεπτὸν πίθον, καὶ τροφὴ αὐτῷ ἦν αὐτοσχέδιος. Εἴτε τοίνυν οὗτος, εἴτε τῶν ἀρχαίων κυνῶν τις βασιλεῖ προσελθὼν ἠξίου τροφῆς λαβεῖν τι· δίδωσι δὲ ὁ βασιλεὺς, εἴτε τιμῶν, εἴτε δοκιμάζων, ὅμως χρυσίου τάλαντον· ὁ δὲ δεξάμενος, ἄρτον ὠνησάμενος, περισσὸν ἔρριψεν ἐπειπών· Λαβεῖν ἔχρηζον οὐ τὸν ἄβρωτον τῦφον. Οὗτος μὲν οὖν εἴτε Διογένης ἐστὶν, εἴτε ἄλλος, οὐκ ἴσμεν· ὅμως καὶ Διογένης πίθον ᾤκει διὰ τὸ κρύος, ἡμέρας δὲ ἐξιὼν προσῄει τῷ ἡλίῳ. Ποτὲ γοῦν θερμαινομένου αὐτοῦ, ἐπέστη Ἀλέξανδρος ὁ Μακεδὼν ἀποσκοτῶν αὐτῷ τοῦ μὴ θερμαίνεσθαι· εἶπεν δέ· Τί βούλει σοι χαρίσωμαι, ὦ Διόγενες ; Ὁ δὲ εἶπεν· Τὸ μικρὸν ὑπεκστῆναί μοι, ἵνα θερμανθῶ. Καί τις ἄλλος Σωστάτης ἐπὶ τῶν Πτολεμαίων φιλόσοφος ἵστατο φθειριζόμενος ἔν τινι τόπῳ ἐν ἡλίῳ· ὁ δὲ Πτολεμαῖος ἄνωθεν ἀπό τινος ἀπόπτου θεασάμενος κατῆλθεν ἵνα αὐτὸν εἰς τὰ βασίλεια λάβοι· ὁ δὲ Σωστάτης ἰδὼν αὐτὸν εἰσῆλθεν εἰς κλάσμα πίθου κειμένου, καὶ ὑπεκρύβη τὸν Πτολεμαῖον· ὕστερον δὲ τοῦτόν τινες ὡς ἀτυχῆ διέβαλλον. Ἄλλοι δέ φασιν ὅτι αὐτὸς ὁ Πτολεμαῖος ἐπεφθέγξατο τὸ ἰαμβεῖον τοῦτο·
This man was a Cynic philosopher. Cynics are so called by metaphor from the dog; for they have the faculty of distinguishing between friends and strangers. This man embraced poverty to the utmost degree; for he possessed nothing except a staff alone, and as an open-air house in the middle of the city a rolling jar, and his food was whatever came to hand. Whether therefore this man, or one of the ancient Cynics, approached a king and asked to receive something for food; and the king gave him, whether honouring or testing him, a talent of gold nevertheless; and he, having received it and bought bread, threw away the remainder, saying besides: "I needed to receive [food], not inedible vanity." Whether then this man is Diogenes or another, we do not know; yet Diogenes too dwelt in a jar because of the cold, and going out by day he went into the sun. Once, then, while he was warming himself, Alexander the Macedonian stood over him, blocking the light so that he could not warm himself; and he said: "What do you wish me to grant you, O Diogenes?" And he said: "To step aside a little from me, so that I may be warmed." And a certain other philosopher, Sostates, under the Ptolemies, was standing picking lice off himself in a certain place in the sun; and Ptolemy, having seen him from above from some lookout, came down in order to take him into the palace; and Sostates, seeing him, went into a fragment of a jar lying there and hid himself from Ptolemy; and afterwards some people disparaged him as unlucky. Others say that Ptolemy himself uttered this iambic verse:
Θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον·
I would rather have a drop of fortune than a jar of wits;
αἰνιττόμενος ὅτι ὁ πίθος ἐκεῖνος μεστός ἐστι φρενῶν, καὶ ὅμως διὰ τὸ εἶναι αὐτὸν ἀτυχῆ οὐδὲν ὠφέλησεν αὐτὸν ἡ πληθὺς τῶν φρενῶν. Οὐκ ὀρθῶς δὲ ταῦθ' ὑπειλήφασιν· φιλοσοφία γάρ ἐστι τὸ πάντων ἀνώτερον τῶν ὁρωμένων κεκτῆσθαι τὸ φρόνημα· καὶ Γρηγόριος ὁ θεῖος ἀμέλει ταύτῃ τὸ φιλόσοφον ἐπαινεῖ τὸ καὶ βασιλείας αὐτῆς ὑπερανεστηκέναι τῷ λογισμῷ.
hinting that that jar is full of wits, and yet because he was unlucky the abundance of wits profited him nothing. But they did not judge these things rightly; for philosophy is to possess a mind higher than all visible things; and the divine Gregory indeed praises the philosophical spirit for this, that it rises in reason even above kingship itself.
PG 38:558Read from the page
228 Κράτης δ' ὁμοίως χρημάτων ὑπερτιθεὶς, 229 Αὐτὴν μεθείς τε μηλόβοτον τὴν οὐσίαν.
228 And Crates likewise, rising above wealth, 229 And letting go his very estate to be grazed by sheep.
Κράτης Θηβαῖος ἦν τῆς Βοιωτίας τὸ γένος. Οὗτος φιλοσοφῆσαι θέλων τὴν κυνικὴν φιλοσοφίαν, λαβὼν τὰ ὑπάρχοντα αὐτοῦ ἔρριψεν τῷ δήμῳ κηρύξας οὕτως· « Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ τὰ Κράτητος κρατήσει τὸν Κράτητα· » καὶ τὰ χωρία αὐτοῦ εἴασεν γενέσθαι μηλόβοτα. Μηλόβοτον δέ ἐστι χωρίον ἐν ᾧ ἀπολύονται τὰ πρόβατα εἰς τὸ βόσκεσθαι· μῆλα γὰρ τὰ πρόβατα καλοῦνται, ὅθεν καὶ μηλονόμοι οἱ ποιμένες, καὶ μηλωτὴ ἡ δορὰ τοῦ προβάτου.
Crates was a Theban of Boeotia by birth. Wishing to practise the Cynic philosophy, he took his possessions and threw them to the people, proclaiming thus: "Crates sets free the property of Crates, lest the property of Crates master Crates"; and he left his lands to become sheep-pastures. A sheep-pasture (meloboton) is a field into which sheep are turned loose to graze; for sheep are called mela, whence shepherds are also called melonmoi, and a sheepskin is called melote.
236 Φασὶν τὸν αὐτὸν, ὥς τινες δ' ἄλλον τινὰ 237 Τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος, 238 Πλέοντα τοῦ κλύδωνος ἀγριουμένου, 239 Ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης 240 Ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα· 241 Τοῦτον δ' ἐπειπεῖν ἄξιον μνήμης λόγον· 242 Εὖγ', ὦ τύχη, μοι τῶν καλῶν διδάσκαλε, 243 Ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι.
236 They say that the same man, or as some say some other 237 Of those who philosophize with equal spirit, 238 While sailing when the billow grew wild, 239 And then as the ship was weighed down by its cargo, 240 Eagerly cast his wealth into the deep, 241 And added this saying worthy of remembrance: 242 "Well done, O Fortune, my teacher of noble things, 243 How easily I am reduced to a threadbare cloak."
Τὸν αὐτὸν Κράτητά φασιν, ὡς δέ τινες Ἀντισθένην, ἄλλοι δὲ Ζήνωνα· κυνικοὶ δὲ φιλόσοφοι καὶ οὗτοι· ὅμως τούτων εἷς πλέων καὶ χειμῶνος συμβάντος, καὶ ναυαγίου γενομένου, εὐχαρίστως φέρων τὴν ἐσομένην αὐτῷ πενίαν, πρὸς τὴν τύχην ἐφθέγξατο· Εὖγε, ὦ τύχη, χάριν σοι ὁμολογῶ, ὅτι τὴν ἐμὴν οὐσίαν ἄχρι τοῦ τριβωνίου περιέστησας· ὥς τινων τῶν ἐκ τῆς οὐσίας αὐτοῦ ἐμπεφορτισμένων τῇ νηΐ.
They say it was the same Crates, though according to some Antisthenes, and others Zeno; and these too are Cynic philosophers; at any rate, one of them while sailing, when a storm arose and a shipwreck occurred, bearing gratefully the poverty that was coming upon him, cried out to Fortune: "Well done, O Fortune, I give you thanks that you have reduced my estate to a threadbare cloak"; since some parts of his estate had been loaded onto the ship.
214 Ἄλλος παρῆκεν οὐσίαν τοῖς ἐκ γένους.
214 Another gave up his estate to his kinsmen.
Τὸ μὲν τοῖς συγγενεῦσι τὴν οὐσίαν παραχωρῆσαι μικρὸν εἶναι δοκεῖ τοῖς πολλοῖς, καίπερ ὂν μέγιστον. Καὶ γὰρ ὁ θεῖος Γρηγόριος ὡς ἐπὶ μεγάλῳ τὸν τοῦτο πεποιηκότα θαυμάζει, ὡς ἐξ αὐτῆς τῶν πραγμάτων τῆς ἀκολουθίας ἔστι καταστοχάσασθαι· οἱ γὰρ πλείους τὸν ἐμφιλόσοφον οὐκ εἰδότες βίον, ὡς πάντων ἐστὶ τῶν ὁρωμένων ὑπερανέχων, τοῖς δοκοῦσι κατὰ τὸν βίον εὐδαίμοσιν ὑποσύρονται, ἀμέλει παρ' αὐτὰ τοῦ
To yield one's estate to one's relatives seems a small thing to the many, although it is a very great thing. For indeed the divine Gregory admires the one who has done this as for a great deed, as one can conjecture from the very sequence of affairs; for the majority, not knowing the philosophical life, how it rises above all visible things, are swept away by those who seem fortunate in life; indeed, whenever it happens that one of
Notes, col. 558

On the reading

Printed 214, for 244.