Migne Reading Room

PG 38 · cols. 547–552 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:547Read from the page
ρίας ἔσεσθαι μετὰ ταῦτα, ἧς κέκληται καὶ ἔστιν· ἠξίωσε δ' ἄν τις, εἰ μὴ νεώτερον οἴηται, τὸν ἐκ Κωνσταντινουπόλεως ναὸν τὸν πάλαι θαυμαστώτερον ὄντα θεαμάτων. Ἄγαλμα πάλιν ἐστὶν τὸ ἐν Σμύρνῃ τοῦ Βελλεροφόντου, ὅπερ ἐστὶν ἐπ' ὀχήματος ἐπὶ τὴν θάλασσαν προκύπτον τοῦ τείχους, ὅ τε Πήγασος ἵππος μικρὸν ὄπισθεν τοῦ ποδὸς κατεχόμενος, πολλάκις μὲν ἠρέμα σαλευούσης συνεπόμενος χειρός· προωθούμενος δὲ σὺν βίᾳ, μένων πάγιος καὶ ἀκράδαντος. Τάφος δέ ἐστιν ὁ τοῦ Μαυσώλου ἐν Κάραις, περὶ οὗ νῦν εἰρήσεται πλατυτέρως. Πολλὰ δὲ καὶ ἄλλα νεώτερα καθέστηκεν, ἅτινα θαύματος ἀξιοῦσιν ἄνθρωποι· τάς τε Ἑπταπύλους τῆς Ἑλλάδος ἃς Ἀμφίων καὶ Ζῆθος ᾠκοδόμησαν διὰ κιθάρας, καὶ τὰς Θήβας ἑκατονταπύλους, καὶ τὸν Ἀλεξανδρείας Φάρον ἐπὶ τεσσάρων φάσκοντες ὑελίνων ἐστηρίχθαι παγούρων, εἴ γε ἀληθῶς, καὶ τούτων ἄλλα τινὰ νεώτερα γέγονεν ἔν τε δομήσεσι καὶ ναοῖς ἀγάλμασι καὶ περιβόλοις καὶ λοετροῖς καὶ φαροστασίοις καὶ πράγμασι διαφόροις.
ry afterwards, after whom it is named and to whom it belongs; and one might judge worthy [of inclusion], if one did not think it too recent, the church of Constantinople, which is more marvellous than the ancient spectacles. The second statue is that of Bellerophon in Smyrna, which is on a chariot jutting out from the wall towards the sea, and the horse Pegasus held slightly behind by the foot, often yielding to a hand gently shaking it, yet when pushed with force remaining firm and unshaken. The tomb is that of Mausolus among the Carians, concerning which more will now be said at length. Many other more recent things have also come to be which men deem worthy of wonder: both seven-gated [Thebes] of Greece, which Amphion and Zethus built by means of the lyre, and hundred-gated Thebes, and the Pharos of Alexandria, claiming that it rests upon four glass crabs, if indeed it is true; and certain other things more recent than these have come into being in buildings, temples, statues, enclosures, baths, lighthouses, and various things.
Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι Τίμιος, οὔτις ἐκεῖ τυμβολέτης παλάμη.
The tomb of Mausolus is huge, yet honoured by the Carians; no tomb-destroying hand is there.
Ὁ Μαυσώλου τοῦ Καρὸς τάφος μέγιστός ἐστι. Μαύσωλος γὰρ Καρίας γέγονε τύραννος· Καρία δὲ πρὸς τῇ Ἀσιανῇ χώρᾳ καὶ αὕτη μεγίστη τίς ἐστιν ἐπαρχία, ἕως Τρωάδος διατείνουσα. Οὗτος οὖν ὁ Μαύσωλος τάφον ᾠκοδόμησεν ἑαυτῷ πολυανάλωτον ἐν χώματί τινι καὶ λιμναζούσῃ λίμνῃ, ἔνδον κειμένου τοῦ τάφου· γράφεται δὲ καὶ Καρικὸς τάφος, ἵνα ᾖ κτητικός· γράφεται δὲ καὶ Καρὸς, ἵνα ᾖ ἐθνικὸν τοῦ Μαυσώλου τοῦ Καρὸς ὁ Καρικὸς τάφος. Οὕτω γὰρ ὁ θεῖος Γρηγόριος ἐν τῷ εἰς Βασίλειον τὸν μέγαν λόγῳ, κτητικῶς φησι· Καὶ Μαυσώλου Καρικὸς τάφος. Ἐν Κνίδι (ita cod.) δὲ ἄλλος τάφος
The tomb of Mausolus the Carian is very great. For Mausolus was tyrant of Caria; and Caria, bordering the Asian land, is itself a very great province, stretching as far as the Troad. This Mausolus, then, built for himself a very costly tomb upon a certain mound and marshy lake, the tomb lying within. It is written both "Carian [Karikos] tomb," so as to be a possessive adjective, and "of the Carian [Karos]," so as to be an ethnic, "the Carian tomb of Mausolus the Carian." For thus the divine Gregory in his oration on Basil the Great says possessively: "And the Carian tomb of Mausolus." And in Cnidus (so the manuscript) there is another tomb,
Notes, col. 547

On the reading

Printed θαυμαστώτερον, for θαυμαστότερον.

PG 38:548Read from the page
ἐστὶν, Τίμωνος προσαγορευόμενος. Οὗτος πλούσιος μὲν ἦν ἐκ προγόνων, βραχὺς δὲ καὶ νέος τὴν ἡλικίαν ὀρφανισθεὶς, τὸν προγονικὸν πλοῦτον διεσκόρπισεν συναναστρεφόμενος λούπαξιν· ὕστερον μέντοι πενωθεὶς, ὑπ' αὐτῶν κατεγελᾶτο τῶν τὴν αὐτοῦ καταναλωσάντων περιουσίαν· εἶτα πάλιν πλουτήσας, κἀκείνων οἰομένων κατ' ἔθος αὐτῷ κολλᾶσθαι, καὶ λόγοις ἐξαιρόντων εὐφήμοις, καὶ φιλικὰ τῷ δοκεῖν ἐπιβοώντων, Χαῖρε, κύρι Τίμων, αὐτὸς ἑαυτῷ προσλαβὼν ἀπεκρίνατο· Χαῖρε, Τίμων, χαῖρε κύρι Τίμων, χαῖρε κύρι πολὺ Τίμων, χαῖρε τὸ ἐμὸν βαλάντιον· διὰ τούτου σημαίνων τῆς εὐπορίας εἶναι καὶ φρονήσεως τὴν τιμὴν ἁρμοδίαν, εἰδώς τε τοὺς κόλακας μέχρι τότε κολακεύειν ἕως ὁ πλοῦτος ῥεῖ, καὶ τρυφὴν αὐτοῖς ἐμποιεῖ. Πτωχεύοντος γὰρ τοῦ πρὶν εὐεργετοῦντος, αὐτοὶ πρῶτοι τῶν συμφορῶν αὐτῷ παραίτιοι γίνονται. Τούτου δὲ τοίνυν τοῦ Τίμωνος τάφος ἐστὶν ἐν Κνίδι, τῆς αὐτοῦ μνημόσυνον ἀρετῆς. Ἔστι δὲ καὶ ἕτερος τάφος ἐν Καλαβρίᾳ τοῦ καρατομηθέντος ναυάρχου· τοῦτον δέ φασι σημᾶναι πρῶτον τὴν Φαρίαν πάροδον ἐν Κατάναις, διὰ τοῦ μεταξὺ Σικελίας καὶ Καλαβρίας διαῤῥέοντος πόρου· τούτου δὲ τὸν τάφον ἐφ' ὕψους ἀνακείμενον τιμῶσιν οἱ ναυτικοὶ, λυχναψίας τινὰς ἀμφ' αὐτὸν ἐπιτελοῦντες, καὶ μάλα γε γαννυμένως εὐωχούμενοι.
called that of Timon. He was wealthy from his ancestors, and being orphaned when small and young in age, he squandered his ancestral wealth associating with harlots; later, however, having become poor, he was mocked by the very ones who had consumed his substance. Then having become rich again, when they thought to cling to him as usual, exalting him with fair words and shouting in seeming friendship, "Hail, Lord Timon," he took it upon himself to reply: "Hail, Timon, hail Lord Timon, hail very great Lord Timon, hail my purse!" signifying by this that honour belongs to affluence and prudence, and knowing that flatterers flatter only so long as wealth flows and affords them luxury. For when their former benefactor falls into poverty, they are the first to become the cause of misfortunes to him. Of this Timon, then, there is a tomb in Cnidus, a memorial of his virtue. There is also another tomb in Calabria, of the beheaded naval commander; they say that he first marked out the Pharian passage at Catana, through the strait flowing between Sicily and Calabria; and sailors honour his tomb, which stands on high, performing certain lamp-lightings around it and feasting right joyfully.
Στῆλαι καὶ πλοκόεντες ἐν οὔρεσιν, ἔργα γιγάντων.
Pillars and braided [works] in the mountains, deeds of giants.
Πρὸς τοὺς τυμβωρύχους ὁ θεῖος Γρηγόριος ἀποτεινόμενος, τὰ θαυμαστὰ προβάλλεται ἔργα, ὅτι δὴ ταῦτα μὲν ἐπὶ θαύμασιν ᾄδονται, οὐδεὶς δὲ πώποτε θαύματος ἔργον ἐπεδείξατο, τάφον τινὰ καθελών· ὡς εἶναι νέον τὸ θαῦμα τοῖς κακῶς ἐπιτηδεύουσιν. Προστίθησιν οὖν τοῖς τοῦ βίου θαύμασιν καὶ τὰς στήλας,
Directing his speech against the tomb-robbers, the divine Gregory puts forward the marvellous works, because these indeed are celebrated as wonders, whereas no one ever displayed a work of wonder by pulling down a tomb, so that this wonder is a new thing for those who practise evil. He adds, then, to the wonders of life both the pillars
PG 38:549Read from the page
καὶ τῶν γιγάντων τὰ ἐν ὄρεσιν ἔργα, καὶ τούτων μὲν εἰ καὶ τὰ μάλιστα τὸν λόγον προκαταβεβλήμεθα, καὶ πάλιν εἰπεῖν οὐκ ὀκνητέον· Στῆλαι μὲν οὖν εἰσιν ἃς Ἡρακλῆς εἴληφεν παρὰ τῶν τὰ Γάδειρα κατοικούντων, θαυμαστόν τι τὸ μὴ πέρα τῶν Ἡρακλέους στηλῶν, τοῦτ' ἔστι Γαδείρων, περατὸν εἶναι· γιγάντων ἔργα δὲ τὰ κατὰ τοὺς Μολιονίδας. Τῆς γὰρ Μολιόνης δύο υἱοὺς Ὦτον καὶ Ἐφιάλτην τεκούσης, οἳ κατ' ἐνιαυτὸν ηὔξανον κατὰ μὲν τὸ μῆκος πῆχυν ἕνα, κατὰ δὲ τὸ πλάτος σπιθαμὴν, λέγεται τούτους ὑβριστὰς γεγονέναι καὶ λίαν ὑπερηφάνους, οἳ τὴν Ὄσσαν τῷ Ἄθῳ βουλευσάμενοι ἐπιθεῖναι, τοῖς θεοῖς ἀντᾶραι κατ' οὐρανὸν γενόμενοι προὐθυμήθησαν. Ἡ οὖν Ὄσσα καὶ ἡ Ἄθως δύο εἰσὶν ὄρη περὶ τὴν Θράκην, ἅτινα ἀλλήλοις ἐπιθεῖναι σκεψαμένους, καὶ δι' αὐτῶν εἰς οὐρανοὺς ἀνελθεῖν οἰηθέντας, κεραυνωθέντας ἀπολέσθαι τούτους ὁ μῦθος διαγορεύει. Ταῦτά φησιν ἔργα πεπληρωμένα τῶν γιγάντων ἐν ὄρεσιν ὁ θεῖος Γρηγόριος· ἀλλ' ἐκείνοις μὲν ὁ σκηπτὸς ἀντὶ τοῦ τολμήματος· ὡς εἴθε καὶ τοῖς τυμβωρύχοις ἡ ὁμοία ὑπήρχθη δίκη.
and the works of the giants in the mountains; and although we have already laid down the account of these earlier, we must not hesitate to speak of them again. The pillars, then, are those which Heracles took from the inhabitants of Gadeira, it being a marvel that nothing beyond the Pillars of Heracles, that is, Gadeira, can be crossed; and the works of the giants are the events concerning the Molionidae. For Molione having borne two sons, Otus and Ephialtes, who grew every year one cubit in height and a span in breadth, it is said that they became insolent and exceedingly arrogant, and plotting to set Ossa upon Athos, they were eager to rise up against the gods upon reaching heaven. Now Ossa and Athos are two mountains around Thrace, and the myth declares that having planned to pile these upon one another and supposing they would ascend by them into the heavens, they were struck by thunderbolts and perished. These are what the divine Gregory calls the accomplished works of the giants in the mountains; yet for them there was the thunderbolt in return for their audacity — and would that the like judgement had been brought upon the tomb-robbers as well!
Δήποτε Κῦρος ἄναξ βασιλήϊον ὡς ἀνέῳξε Τύμβον, ἐπὶ χρυσῷ γράμμα τόδ' εὗρε μόνον· Οἴγειν ἀπλήστοιο τάφους χερός.
Once when King Cyrus opened a royal tomb in search of gold, he found only this inscription: "To open tombs is the mark of an insatiable hand."
Τῶν ἀρχαιοτέρων τις βασιλέων τάφον ἑαυτῷ δειμάμενος, πολλοῖς ἐπιστώσατο τρόποις πλήρη τοῦτον ὑπάρχειν χρυσίου· τῷ δὲ σκοπὸς ἦν τὴν ἀπληστίαν στηλιτεῦσαι τοῦ μέλλοντος αὐτὸν ἐπ' ἐλπίδι χρυσοῦ διανοίγειν· οὐδὲν ἐναπέκειτο δὲ τῷ τάφῳ πλὴν ἐπιγράμματος· ἐγγέγραπτο δέ· Ἀπλήστου χειρὸς τάφους ἀνοίγειν. Κῦρος οὖν ὁ βασιλεὺς δελεασθεὶς τῇ περιφανείᾳ τῆς ἔξωθεν τοῦ τάφου θεωρίας, ὡς ἐπὶ χρή-
One of the more ancient kings, having built a tomb for himself, made it credible in many ways that it was full of gold; his purpose was to expose the greed of whoever should open it in hope of gold, for nothing was deposited in the tomb except an inscription, and it was inscribed: "To open tombs belongs to an insatiable hand." King Cyrus, then, lured by the splendour of the outward appearance of the tomb, as if for wealth
PG 38:550Read from the page
μασι τὸν τάφον ἀνέῳξεν· εὑρηκὼς δὲ τῶν ἐλπισθέντων οὐδὲν, τῆς οἰκείας πλεονεξίας ἔλεγχον τὴν ἐπιγραφὴν εὑράμενος, διὰ στόματος γέγονε πάντων ἐπὶ ἀπληστίᾳ.
opened the tomb; and having found nothing of what he had hoped for, but discovering the inscription as a refutation of his own covetousness, he became the talk of all men for insatiability.
Ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα δίκη.
As justice abandoned the earth at the slaying of the ox.
Ταύτην ἐν τῷ τρίτῳ λόγῳ ἱστορίαν παρεθέμεθα· ἔστιν δὲ ἡ κατὰ τὸν βουθοῖνα Ἡρακλῆν καὶ Θειοδάμαντα τὸν ἀροτῆρα καὶ τοὺς Δρύοπας.
We have set forth this story in the third oration; it is the one concerning Heracles the ox-feaster, Theiodamas the ploughman, and the Dryopes.
Ἤλυθεν εἰς ἀΐδην τις· ὁ δ' ἔπτατο, ἄλλος ὄλεσσε Θῆρας· ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον.
One went down to Hades; another flew; another slew wild beasts; another fashioned a woven house for his son.
Μέμνηται πάλιν τῶν δοκηθέντων εἶναι θαυμαστῶν παρὰ ἀνθρώποις, ὅτι δὴ τοιοῦτον πεποίηκεν, ὁ τὸν τάφον ἀναῤῥήξας, εἰ καὶ τὰ μάλιστα διὰ στόματος πάντων ἐστὶν ἐπὶ λώβῃ. Ὁ μὲν οὖν εἰς ᾅδην ἐλθὼν, ἔστιν ὁ Πειρίθους, ὃς ἄπυγος ἐκλήθη. Κατελθὼν γὰρ εἰς τὸν ᾅδην διὰ τὸ ἁρπάξαι τοῦ Πλούτωνος τὴν Περσεφόνην, ἐδέθη κάτω παρὰ πέτραις τισίν· ὁ δὲ Ἡρακλῆς κατελθὼν, θέλων λαβεῖν τὸν Πειρίθουν, αὐτὸν μὲν ἀνείλκυσεν, αἱ δὲ πυγαὶ αὐτοῦ προσέμειναν τῇ πέτρᾳ· ἐκλήθη οὖν ὁ Πειρίθους ἄπυγος. Αὐτὸς μὲν οὖν, ὡς ὁ μῦθος, κατῆλθεν εἰς τὸν ᾅδην, καὶ αὐτὸς ἐπετάσθη τοῦτον τὸν τρόπον, ἑλκύσαντος αὐτὸν τοῦ Ἡρακλέους. Μυθεύεται δὲ κύων τις εἶναι παρὰ τὰς πύλας τοῦ ᾅδου, τρεῖς ἔχων κεφαλὰς, ὃς καὶ τρίκρανος καλεῖται καὶ τρικέρβερος. Οὗτος τοὺς μὲν κατιόντας ἐν τῷ ᾅδῃ σαίνει κολακεύων, τοὺς ἀνιόντας δὲ δεινῶς κατεσθίει· φύλαξ γὰρ τῶν πυλῶν εἶναι λέγεται τοῦ ᾅδου. Ὁ οὖν Ἡρακλῆς κατελθὼν τῷ Πειρίθῳ τὴν Περσεφόνην συναρπάσαι, ἀνιὼν ἀπέκτεινεν αὐτόν. Ἐπειδὴ δὲ τοῦ Πειρίθου μνήμην ἠγάγομεν, ἄπυγον αὐτὸν εἰρηκότες (ἔστιν δὲ ἐν τῷ πρώτῳ Στηλιτευτικῷ λόγῳ περί τε τῶν ἀπύγων καὶ
He mentions again the things deemed marvellous among men, [ironically saying] that he who broke open the tomb has done such a thing, even though he is most of all on everyone's lips for disgrace. Now he who went down to Hades is Pirithous, who was called buttockless [apygos]. For having descended into Hades to carry off Pluto's Persephone, he was bound below beside certain rocks; and Heracles, descending and wishing to take Pirithous, pulled him up, but his buttocks remained stuck to the rock; hence Pirithous was called buttockless. He himself, then, as the myth says, descended into Hades, and he himself flew in this manner, when Heracles pulled him. And it is fabled that there is a certain dog at the gates of Hades having three heads, which is called both three-headed and triple-Cerberus. This creature fawns upon those descending into Hades, flattering them, but fiercely devours those ascending, for it is said to be the guardian of the gates of Hades. So Heracles, having descended with Pirithous to carry off Persephone, slew it on his way up. And since we have made mention of Pirithous, calling him buttockless (and in the first Invective oration there is an account by the divine Gregory concerning both the buttockless and
PG 38:551Read from the page
μελαμπύγων τῷ θείῳ λόγος Γρηγορίῳ), τὸν μὲν ἄπυγον τὸν Πειρίθουν εἶναι ἰστέον, μελάμπυγον δὲ τὸν Ἡρακλῆν αὐτόν. Δύο γὰρ εἶναί τινας ἀδελφοὺς ὁ λόγος διαγορεύει κατὰ γῆν πᾶσαν ἐπιδεικνυμένους ἀδικίαν· ὁ μὲν γὰρ αὐτῶν ἐλέγετο Πάσσαλος, ὁ δὲ ἕτερος Ἀκλήμων· ἐλέγοντο δὲ καὶ Κέκροπες διὰ τὴν τῶν ἔργων δριμύτητα, ὥς φησι Δῖος ὁ ὑπομνηματιστής. Τούτοις δὲ ἡ μήτηρ, Τεμνονὶς τοὔνομα, ἑωρακυῖα κατὰ γῆν πολλὰ δεινὰ ἐργαζομένους, εἶπεν μὴ περιτυχεῖν μελαμπύγῳ. Καί ποτε τοῦ Ἡρακλέους ὑπὸ δένδρον κοιμωμένου καὶ τῶν αὐτοῦ ὅπλων ἐπικεκλιμένων τῷ φυτῷ, πλησιάσαντες οὗτοι τοῖς ὅπλοις ἐπιχειρῆσαι ἠβουλήθησαν· εὐθὺς δὲ ὁ Ἡρακλῆς αἰσθόμενος, λαβὼν αὐτοὺς κατακέφαλα ἐπὶ ξύλῳ δεσμεύσας ἐβάστασεν. Τότε οὖν ἐκεῖνοι τῆς ἐντολῆς ἐμνήσθησαν τῆς ἑαυτῶν μητρὸς, ἑωρακότες κρεμάμενοι τοῦ Ἡρακλέους τὴν πυγὴν μέλαιναν ἐκ τῆς τῶν τριχῶν δασύτητος· καὶ πρὸς ἀλλήλους αὐτὸ τοῦτο διαλεγόμενοι, γέλωτα πολὺν προσῆψαν τῷ Ἡρακλεῖ, καὶ εὐθὺς αὐτοὺς καὶ τῶν δεσμῶν ἐλυτρώσατο καὶ ἀπέλυσεν. Ὁ δὲ κατασκευάσας τῷ υἱῷ πλεκτὸν οἶκον... Ὁ δὲ τοὺς θῆρας ὠλέσας αὐτός ἐστιν Ἡρακλῆς, ὡς δοκεῖ τῷ μύθῳ. Θῆρας διέσπασε Σαμψὼν ὁ τοῦ Θεοῦ Ναζιραῖος· τὸν γὰρ λέοντα ταῖς χερσὶ διεῖλεν ὡσεὶ ἔριφον· καὶ Δαβὶδ ἔτυπτεν τὸν λέοντα, καὶ τοῦ φάρυγγος κατέχων ἀπέπνιξεν ἐν τῷ ποιμνίῳ τοῦ πατρὸς αὐτοῦ παιδάριον ὤν· καὶ τὴν ἄρκον ἔτυπτεν καὶ ἀπέπνιγεν, καὶ τῶν στομάτων ἐκ μέσων αὐτῶν ἀπέσπα τὴν θήραν. Καὶ Βαναΐας ὁ Καβασαηλίτης, ὁ παῖς Δαβὶδ, καὶ αὐτὸς ἐν ἡμέραις χιόνος ἐν λάκκῳ καταβὰς, τὸν λέοντα, γυμνὸς ὢν, ἀπέπνιξεν.
the black-buttocked), one must know that the buttockless one is Pirithous, and the black-buttocked one is Heracles himself. For the story declares that there were two certain brothers displaying injustice throughout the whole earth: one of them was called Passalus and the other Aclemon; they were also called Cecropes on account of the sharpness of their deeds, as Dius the commentator says. Their mother, Temnonis by name, seeing them working many dreadful things upon the earth, told them not to fall in with a black-buttocked man. And once, when Heracles was sleeping beneath a tree and his weapons were leaning against the tree, these men approached and sought to lay hands on the weapons; straightway Heracles perceived it, seized them, bound them head downwards on a pole, and carried them. Then indeed they remembered the warning of their mother, seeing as they hung that Heracles's buttocks were black from the thickness of the hair; and discussing this very thing with one another, they provoked great laughter in Heracles, who straightway loosed them from their bonds and let them go. And he who constructed a woven house for his son... And he who slew the wild beasts is Heracles himself, as the myth holds. Samson, the Nazirite of God, also tore wild beasts apart, for he rent the lion with his hands like a kid; and David struck the lion and, seizing it by the throat, strangled it in his father's flock while he was a boy; and he struck and strangled the bear, and snatched the prey from the midst of their mouths. And Benaiah the Kabzeelite, the servant of David, himself also went down into a pit in days of snow and strangled the lion while naked.
Χρυσὸς μὲν Λυδίοισιν ἐπέκλυσεν.
Gold indeed overflowed for the Lydians.
Notes, col. 551

On the reading

Printed ὠλέσας, for ὀλέσας.

PG 38:552Read from the page
Κεῖται ἡ παροῦσα ἱστορία ἐν τῷ νθʹ λόγῳ, καὶ ὅσα μὲν ἄλλα περὶ τῶν ἐν ᾅδου κολάσεων ὁ παρὼν μέμνηται λόγος τῶν τυμβωρύχων κατευχόμενος ἐν τοῖς ἤδη προλεχθεῖσι λόγοις εὑρήσεις ἅπαντα.
The present story is set forth in Oration 59, and all other things which the present oration mentions concerning the punishments in Hades while imprecating curses upon tomb-robbers you will find in the orations already discussed above.
ΛΟΓΟΣ ΡΙΕʹ, ΛΟΓΟΣ ΡΙϚʹ.
Oration 115, Oration 116.
Περὶ ἐνανθρωπήσεως Χριστοῦ κατὰ Ἀπολιναρίου.
On the Incarnation of Christ, against Apollinarius.
Ὁ παρὼν λόγος δογματικός ἐστιν· μέμνηται δὲ τῆς Ἀδὰμ διαπλάσεως καὶ παραβάσεως, καὶ τῆς Χριστοῦ ἐνανθρωπήσεως, καὶ τῶν εἰς κοινὴν τοῦ γένους σωτηρίαν αὐτοῦ παθημάτων. Κεῖνται δὲ ἐν τοῖς προκειμένοις ταῦτα διαφόρως.
The present oration is dogmatic; it mentions the fashioning and transgression of Adam, the Incarnation of Christ, and His sufferings for the common salvation of the human race. These things are set forth variously in the preceding [chapters].
ΛΟΓΟΣ ΡΙΖʹ.
Oration 117.
Περὶ Προνοίας.
On Providence.
Χρὴ εἰδέναι, ὡς Ἐπίκουρος ὁ φιλόσοφος μὴ προνοεῖσθαι τὸν Θεὸν τῶν τῇδε πραγμάτων ἐδόξασεν· οὗτος δὲ τέλος παντὸς ἀγαθοῦ τὴν ἡδονὴν ἐτίθετο. Καὶ οἱ μὲν νῦν ἐξηγηταὶ λέγουσι τίθεσθαι τὴν ἡδονὴν, οὐ τὴν ἀκάθαρτον, ἀλλὰ τὴν φυσικωτάτην κατάστασιν, καὶ τοῦτον οἱ φιλόσοφοι ἀποσκορακίζουσιν καὶ ὡς μὴ λέγοντα Πρόνοιαν, καὶ ὡς τὴν ἡδονὴν τέλος ὁριζόμενον τοῦ καλοῦ, ἀλλ' οὐχὶ τὸ πρῶτον καὶ μόνον καλὸν, ὅπερ ἐστὶ Θεός. Χρὴ σημειώσασθαι, ὡς ὁ θεῖος Γρηγόριος τὸν Θεὸν πρῶτον καλὸν καὶ ἔσχατον ὀρεκτὸν ἀποκαλεῖ καὶ δυσόρεκτον· τὴν δὲ Πρόνοιαν Ἑλλήνων παῖδες ἐξαίρουσιν, τῇ φορᾷ τὸ πᾶν ἐπιτρέποντες καὶ τοῖς ἄστροις καὶ τοῖς ἀποτελεσματικοῖς προσανέχοντες, τύχας καὶ γενέσεις καὶ εἱμαρμένας παρεισάγουσιν. Γρηγόριος οὖν ὁ θεῖος τὴν τῆς Προνοίας ἄρσιν ἄνταρσιν ἰσχυριζόμενος εἶναι Θεὸν, τὸν Δαβὶδ παρεισάγει καὶ Μωϋσῆν καὶ Ἐλισσαῖον, ὧδε φάσκων δι' ἰάμβων·
One must know that Epicurus the philosopher held the opinion that God does not exercise providence over the affairs here below, and he posited pleasure as the end of every good. And although present-day expositors say that he posited pleasure not as the impure kind, but as the most natural state, yet the philosophers reject him both as denying Providence and as defining pleasure as the end of the good, rather than the first and sole good, which is God. One must note that the divine Gregory calls God the first good and ultimate object of desire, and hard to attain; whereas the sons of the Greeks take away Providence, entrusting the universe to the revolution [of the heavens] and adhering to the stars and astrological influences, introducing chances, nativities, and fates. The divine Gregory, therefore, maintaining that the removal of Providence is rebellion against God, brings forward David, Moses, and Elisha, speaking thus in iambics:
Notes, col. 552

On the reading

Printed Θεὸν, for Θεοῦ.