PG 38:511Read from the pageτης πορνικὰ μυστήρια τῆς αἰσχρῶς, ὡς αὐτοὶ λέγουσιν Ἕλληνες, καὶ γεννωμένης καὶ τιμωμένης. » Αὕτη μὲν οὖν ἡ Ἀφροδίτη ἐκ τῶν αἰδοίων τοῦ Οὐρανοῦ τὴν γέννησιν μυθεύεται ἔχειν. Ὁ γὰρ Κρόνος, φησὶν, ὁ υἱὸς τοῦ Οὐρανοῦ, λαβὼν τὸ δρέπανον ἀπέκοψε τοῦ ἰδίου πατρὸς τὰ αἰδοῖα καὶ ἔῤῥιψεν εἰς τὴν θάλασσαν, καὶ ταῦτα τὰ αἰδοῖα πεσόντα καὶ ἀφρὸν συνάξαντα, ἀπεκύησαν τὴν Ἀφροδίτην· διὸ καὶ Ἀφροδίτη καλεῖται ὡς ἐκ τοῦ ἀφροῦ καὶ τῆς καταδύσεως γενομένη. Ταύτῃ τοι καὶ τὴν γέννησιν αἰσχρὰν ἔχειν αὐτὴν καὶ τὴν τιμὴν ὁ μέγας ἀπεφήνατο Θεολόγος. Ὁμοίως γὰρ αἱ τιμαὶ αὐτῆς δι' αἰσχρουργίας καὶ αἱ ἑορταὶ δι' ἡδυπαθείας καὶ πορνείας ἐτελοῦντο· καὶ γὰρ καὶ τῆς πορνείας ταύτην ἔφορον εἶναι τὴν Ἀφροδίτην φασί. Κύπρις δὲ λέγεται πᾶν τὸ καθ' ἡδονὴν συνουσιαστικὸν, καὶ ἀφροδίσιον αὖθις.
-te's lewd mysteries, who, as the Greeks themselves say, was both shamefully born and shamefully honoured." This Aphrodite, then, is fabled to have her birth from the genitals of Uranus. For Cronus, it is said, the son of Uranus, taking a sickle, cut off his own father's genitals and cast them into the sea, and these genitals, falling and gathering foam, brought forth Aphrodite; wherefore she is also called Aphrodite, as having come into being from the foam and the immersion. For this reason the great Theologian declared her to have both a shameful birth and a shameful honour. For likewise her honours were celebrated through obscenity and her festivals through voluptuousness and fornication; for indeed they say that this Aphrodite is also the overseer of fornication. And Cypris is the name given to everything pertaining to sexual pleasure, and likewise to venereal matters.
278 Κερδαλέη, καὶ Λίνδος ἐφυβρίζουσ' ἱεροῖσι.
Crafty, and Lindus insulting the sacred rites.
Κερδὼ καλεῖται ἡ ἀλώπηξ, ἔνθεν καὶ κερδαλῆ ἡ πονηρία καὶ ἡ δολιότης· δόλιον γὰρ καὶ πονηρὸν τὸ ζῶον τοῦτο ἡ ἀλώπηξ. Πορνικὴν οὖν ἑορτὴν τιμᾷν τοὺς Ἕλληνάς φησι πανούργως τὴν ἐπ' ὀνόματι Κύπριν· καὶ γὰρ αὐτὸ κυρίως τὸ πάθος τῆς πορνείας ἐτίμων. Λίνδος δὲ πόλις ἐστὶ παλαιὰ τῆς Ῥόδου. Ἐν ταύτῃ ἱερεῖ τῷ θύοντι καὶ θοινωμένῳ τὸν βοῦν οἱ θύοντες κατηρῶντο καὶ διελοιδοροῦντο καὶ ὕβριζον ὕβρεις οὐχ ὁσίας.
The fox is called kerdo, whence also kerdale means wickedness and craftiness; for this animal, the fox, is crafty and wicked. He says, therefore, that the Greeks cunningly honour a lewd festival in the name of Cypris; for indeed they honoured the very passion of fornication itself. And Lindus is an ancient city of Rhodes. In this city, as the priest sacrificed and feasted on the ox, the sacrificers cursed and reviled and heaped unholy insults upon him.
281 Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ' ἐτώσια φυσιόωντα,
Empedocles, you indeed, forthwith puffed up with vain pride,
282 Καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν,
Even as a mortal did the craters of Aetna's fire show you to be,
283 Σάνδαλ' ἀποβράσσαντες ἐλαφρονόοιο θεοῖο
Casting up the sandals of the light-minded god,
284 Χάλκεα, καί σε βροτοῖσιν ἐπαισχέα πᾶσιν ἔθηκαν.
Bronze ones, and they made you shameful to all mortals.
Οὗτος Ἐμπεδοκλῆς Πυθαγόριος ἦν τὴν φιλοσοφίαν, Σικελιώτης τὸ γένος· βουλόμενος δὲ κενοδοξῆσαι, ὅτι δὴ ἀνιερώθη καὶ μετάρσιος γέγονεν εἰς οὐρανοὺς,
This Empedocles was a Pythagorean in philosophy, a Sicilian by race; and wishing to gain vainglory, that he had indeed been consecrated and borne aloft into the heavens,
PG 38:512Read from the pageἔβαλεν ἑαυτὸν ἐν τῷ ἀναδιδομένῳ πυρὶ τῆς Αἴτνης· τοῦτο δὲ τὸ πῦρ ἔλεγον Ἕλληνες, οἱ τοῦ Ἡφαίστου κρατῆρες. Καὶ αὐτὸς μὲν ἀπώλετο ὑπὸ τοῦ πυρός· ὁ δὲ Θεὸς βουληθεὶς δημοσιεῦσαι αὐτοῦ τὴν κενοδοξίαν, τὸ σάνδαλον αὐτοῦ ἀποπτυσθῆναι σῶον ἐκ τοῦ πυρὸς ἐποίησε, καὶ οὕτως ἐγνώσθη, ὅτι μετάρσιος μὲν οὐ γέγονε, κατεκάη δὲ ἀξίως τῆς οἰκείας κενοδοξίας.
he cast himself into the fire sent up by Aetna; and this fire the Greeks called the craters of Hephaestus. And he himself perished by the fire; but God, wishing to expose his vainglory, caused his sandal to be spat forth intact from the fire, and thus it was known that he had not been borne aloft, but had been burnt up as his own vainglory deserved.
Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, λήξατε μύθων.
Heracles, Empedotimus, Trophonius, cease from your fables.
Ἤδη μὲν ἡμῖν εἴρηται περὶ Νέσσου καὶ Ἡρακλέους ἐν τῷ ιεʹ λόγῳ, ὅτι Δηϊανείρᾳ Νέσσος ὁ ἱπποκένταυρος τοξευθεὶς τοῦ οἰκείου δέδωκεν αἵματος, ἐπειπὼν αὐτῇ τοῦτο κατέχειν, καὶ εἴ ποτε τὸν Ἡρακλῆ συμβῇ ἄλλης ἐρασθῆναι, τὸ ἱμάτιον αὐτοῦ χρῖσαι τοῦ αἵματος, καὶ πρὸς τὸν ἑαυτῆς πόθον ἐπαναγαγεῖν· ὅπερ Δηϊάνειρα ποιήσασα, πυρίκαυστον τὸν Ἡρακλῆ πεποίηκε. Καὶ γὰρ ὑφῆψεν ἐκ τοῦ Νέσσου αἵματος τὸ ἱμάτιον, καὶ οὕτως ἑαυτὸν εἰς ποταμὸν καιόμενον ἔβαλε· θερμανθέντος δὲ τοῦ ποταμίου ῥεύματος, οὕτως ἀπώλετο παρὰ τὰς καλουμένας Θερμοπύλας· ἔχει δὲ τὸ ἔπος ἐπὶ λέξεως ὧδε·
We have already spoken concerning Nessus and Heracles in the 15th discourse, that Nessus the hippocentaur, when shot with an arrow, gave Deianira some of his own blood, telling her to keep it, and if ever it should happen that Heracles fell in love with another woman, to anoint his garment with the blood and bring him back to desire for herself; which Deianira having done, she made Heracles burn with fire. For indeed the garment kindled from the blood of Nessus, and thus he cast himself burning into a river; and when the river's stream became heated, he thus perished at the place called Thermopylae; and the verse runs verbatim thus:
Ἀμφιτρυωνίδαο μέγα κλέος, ἀλλὰ ἐδάμη
Great glory of the son of Amphitryon, yet he was subdued
Εἵματι σαρκοφάγῳ κεῖνος ὁ παντολέτης.
By a flesh-eating garment, that all-destroyer.
Τροφώνιος δὲ καὶ Ἐμπεδότιμος ὑπῆρχον μὲν ἐκ τῆς Βοιωτίας πόλεως Λεβαδίας, μάντεις δὲ τὰς τέχνας· καὶ οὗτοι δὲ βουλόμενοι κενοδοξῆσαι καὶ δεῖξαι, ὅτι ἀνελήφθησαν, ἑαυτοὺς ἔν τισιν ὑποβρυχίοις ἔβαλον τόποις ἐπὶ τῷ τεθνάναι καὶ μὴ εὑρεθῆναι αὐτῶν τὰ λείψανα· ἐγνώσθησαν δὲ, ὅτι ἐν σπηλαίοις ἀπέθανον, διὰ τὸ μαντεῖον φανῆναι τὸν τόπον. Ἔστι δέ τις παροιμία ἡ λέγουσα· Εἰς Τροφωνίου μεμάντευσαι· εἴρηται δὲ ἐπὶ τῶν ἀγελάστων καὶ ὠχριώντων. Πᾶς γὰρ ὁ καταβαίνων εἰς τὸ μαντεῖον ἐκεῖνο, ἀγέλαστος ἀνῄει καὶ ὠχριῶν διηνεκῶς· ἔλεγχος δὲ ἦν οὗτος αὐ-
Now Trophonius and Empedotimus were from Lebadia, a city of Boeotia, and diviners by craft; and these men too, wishing to gain vainglory and to show that they had been taken up, cast themselves into certain submerged places so that they might die and their remains might not be found; yet it became known that they had died in caves, because the place proved to be an oracle. And there is a certain proverb which says: You have consulted the oracle of Trophonius; and it is said of those who do not laugh and are pale. For everyone who went down into that oracle came up without laughing and perpetually pale; and this was a proof of th-
PG 38:513Read from the pageτῶν τούτων, ὅτι ὠχριάσαντες καὶ μηδέποτε ἐν τῷ ὑποβρυχίῳ γελάσαντες τεθνήκασιν. Ἠξιώθησαν δὲ Τροφώνιος καὶ Γανυμήδης ὁ ἀδελφὸς αὐτοῦ μαντεύεσθαι διὰ τὸ κτίσαι αὐτοὺς τὸ ἐν Δελφοῖς ἱερὸν τοῦ Ἀπόλλωνος ἀπὸ οἰκείων χρημάτων· μέμνηται δὲ τούτων καὶ ἀλλαχοῦ Γρηγόριος ὁ θεῖος ὧδε φάσκων· Καὶ Τροφωνίου κατὰ γῆς παίγνια καὶ μαντεύματα· ἐποίουν δὲ τελετάς τινας οἱ κατιόντες ἐν τῷ Τροφωνίου σπηλαίῳ μαντεύεσθαι, καὶ ὡς χρησμῳδηθέντες ἀνῄεσαν ὠχροὶ καὶ ἀγέλαστοι.
-em themselves, that they had died pale and never laughing in the submerged place. And Trophonius and his brother Ganymedes were deemed worthy to give oracles because they built the temple of Apollo at Delphi from their own funds; and the divine Gregory also mentions these elsewhere, saying thus: And the subterranean sports and oracles of Trophonius; and those who went down into the cave of Trophonius to consult the oracle performed certain rites, and after receiving an oracle they came up pale and without laughing.
287 Καὶ σύ γ' Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε.
And you too, O faithless brow of boastful Aristaeus.
Καὶ οὗτος Ἀρισταῖος Βοιωτεὺς ἦν Λεβαδίας ὁμοίως τῆς πόλεως, καὶ οὗτος τὸν ὅμοιον τῷ Τροφωνίῳ τρόπον ἀπώλετο κενοδοξήσας.
This Aristaeus too was a Boeotian, likewise of the city of Lebadia, and he too perished in the same manner as Trophonius through vainglory.
Κατὰ γυναικῶν καλλωπιζομένων.
Against women who adorn themselves.
41 Ἱστὸν Πηνελόπης, τὸν νὺξ λύεν, ἦμαρ ὕφαινεν,
The web of Penelope, which night undid and day wove,
42 Ἔνδοθι τὴν Ἑκάβην, ἔκτοθι τὴν Ἑλένην.
Within, Hecuba; without, Helen.
Πηνελόπη γυνὴ γέγονεν Ὀδυσσέως· Ὀδυσσεὺς δὲ μετὰ τὸν Τρωϊκὸν πόλεμον λέγεται πολλὰ πλανηθῆναι ἐπὶ χρόνον πολύν. Συνήχθησαν οὖν μνήστορες ἐπὶ τὴν Πηνελόπην καὶ παρεκαθέζοντο ταύτῃ, ἤσθιον δὲ ἀπὸ τῶν Ὀδυσσέως κτημάτων. Ἔλεγον οὖν τῇ Πηνελόπῃ ἐπιλέξασθαι ὃν ἂν ἐθέλοι, καὶ τούτῳ συζυγῆναι· ἡ δὲ Πηνελόπη μαθοῦσα ζῇν τὸν Ὀδυσσέα καὶ προσδεχομένη αὐτὸν, χιτῶνα ποικίλον ὑφαίνουσα, τοὺς μνηστῆρας ὑπέκλεπτεν ἐπὶ χρόνον πολύν. Ἔφη γὰρ αὐτοῖς, ὅτι Τὸν ἱστὸν ἀπαλλάσσουσα, μετὰ ταῦτα μνηστευθήσομαι. Οἱ μὲν οὖν τοῦτον ὑπεκλέπτοντο τὸν τρόπον, τὴν ἡμέραν καθεζόμενοι καὶ ὁρῶντες ὑφαίνουσαν τὴν Πηνελόπην, αὕτη δὲ νυκτὸς ἀνισταμένη ἀνέλυεν ἅπερ ὕφαινεν ἐν ἡμέρᾳ. Ἐπὶ πολὺ δὲ τοῦτο ποιοῦσα, φωραθῆναι λέγεται, καὶ τότε αὐτῇ πάντες ἐπιθέμενοι συνεγένοντο· ὅθεν συλλαβοῦσα τίκτει τὸν Πᾶνα, διὸ καὶ Πᾶν ἐκλήθη, καθὼς
Penelope was the wife of Odysseus; and Odysseus after the Trojan War is said to have wandered much for a long time. Suitors therefore gathered to Penelope and sat beside her, and ate from the possessions of Odysseus. They told Penelope, therefore, to choose whomsoever she wished and be wedded to him; but Penelope, having learned that Odysseus was alive and expecting him, weaving a variegated tunic, deceived the suitors for a long time. For she said to them, "When I finish the web, after that I will be betrothed." They, then, were deceived in this way, sitting by day and watching Penelope weaving, while she, rising by night, undid whatever she wove by day. Having done this for a long time, she is said to have been detected, and then all of them fell upon her and lay with her; whence conceiving, she bore Pan, wherefore he was also called Pan, as
PG 38:514Read from the pageἐν τῷ ξγʹ λόγῳ εἴρηται. Ἑλένη δέ ἐστι περὶ ἧς ὁ Τρωϊκὸς συνεκροτήθη πόλεμος πρὸς τοὺς Ἕλληνας· πόρνη δὲ ἡ Ἑλένη. Καὶ γὰρ Μενελάου σύμβιος οὖσα, τῷ Πάριδι Ἀλεξάνδρῳ ἐπιμανεῖσα, σὺν αὐτῷ εἰς Ἴλιον γενομένη, τὰ μυρία δεινὰ τοῖς Ἕλλησι καὶ Τρωσὶ προεξένησεν· αὕτη δὲ πρὸς πόλεμον αὐτὸν Ἀλέξανδρον διεγείρει, καθὼς Ὅμηρος ὡς παρ' ἐκείνου φησίν·
has been said in the 63rd discourse. And Helen is she on whose account the Trojan War was waged against the Greeks; and Helen was a harlot. For indeed, being the wife of Menelaus, she became madly enamoured of Paris Alexander, and having gone with him to Ilium, she brought countless evils upon the Greeks and Trojans; and she rouses Alexander himself to war, as Homer says as from his own mouth:
Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν,
Hector, since you have rebuked me duly and not beyond due measure,
Τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,
Therefore I will tell you, and do you take heed and hear me:
Οὔτι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσει
Not so much from wrath nor indignation at the Trojans
Ἥμην ἐν θαλάμῳ, ἀλλ' ἔθελον ἄχεϊ προτραπέσθαι.
Was I sitting in my chamber, but I wished to give way to grief.
Νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν
And now my wife, persuading me with soft words,
Ὥρμησ' ἐς πόλεμον.
Has roused me to war.
Ἑκάβη δὲ μήτηρ μέν ἐστιν Ἕκτορος καὶ Ἀλεξάνδρου καὶ Πολυξένης, γυνὴ δὲ Πριάμου τοῦ Τρώων βασιλέως. Αὕτη δὲ σώφρων τὰ μάλιστα καὶ τῶν θηλειῶν θεῶν προσφιλὴς, ὡς αὐτοῦ λέγοντος ἀκούειν ἔστι Ὁμήρου δι' ἐπῶν·
Now Hecuba is the mother of Hector and Alexander and Polyxena, and the wife of Priam the king of the Trojans. And she was most chaste and dear to the female deities, as one may hear Homer himself saying in verse:
Αὕτη δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
And she went down into the fragrant chamber,
Ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν
Where were her richly embroidered robes, the works of women
Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
Of Sidon, whom godlike Alexander himself
Ἤγαγε Σιδωνίηθεν ἐπιπλὼς εὐρέα πόντον,
Brought from Sidon, sailing over the broad sea,
Τὴν ὁδὸν ἣν Ἑλένην ἀνήγαγεν εὐπατέρειαν·
On that voyage on which he brought back Helen of noble father;
Τῶν ἕν' ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
Lifting up one of these, Hecuba bore it as a gift to Athena,
Ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
That which was fairest in its embroideries and largest,
Ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων.
And it shone like a star, and lay lowest of all.
Βῆ δ' ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
And she went her way, and many aged women hastened after her.
Τὸ δὲ λέγειν τὸν Θεολόγον ταῖς καλλωπιζομέναις γυναιξὶν, ὅτι ἔσωθεν τὴν Ἑκάβην, καὶ ἔξωθεν τὴν Ἑλένην, τοῦτό ἐστιν, ὅτι τὰς πορνικῶς καλλωπιζομένας ἀδύνατον ἐπαγγέλλεσθαι σωφροσύνην.
And the Theologian's saying to women who adorn themselves, "within, Hecuba, and without, Helen," means this, that it is impossible for those who adorn themselves like harlots to profess chastity.
53 Κῆπος Ἀδώνιδος, ἡ δὲ τεὴ χάρις ὠλεσίκαρπος.
A garden of Adonis, and your grace is fruit-destroying.
Οὗτος Ἄδωνις ἐνομίσθη εἶναι θεός. Τοῦτον Ἰουλιανὸς ἔσεβεν, ὡς ἐν τοῖς στηλιτευτικοῖς λόγοις ὁ θεῖος Γρηγόριος ἔφη· ἄνθρωπος δὲ ὢν ἠράσθη ὑπὸ τῆς Ἀφροδίτης· ἐφονεύθη δὲ ὑπὸ τοῦ Ἄρεως, διὰ
This Adonis was considered to be a god. Him Julian worshipped, as the divine Gregory said in his Invective discourses; and being a man, he was loved by Aphrodite; and he was slain by Ares, because
PG 38:515Read from the pageτὸ ἀντερασθῆναι ὑπὸ τῆς Ἀφροδίτης τὸν Ἄρεα. Εἴτε τοίνυν οἰκεῖον ἔχοντα κάλλος τὸν Ἄδωνιν καὶ διὰ τοῦτο ἀπολέσθαι κατὰ τὸν ἀναβεβηκότα λόγον φασὶν Ἕλληνες, οὐκ ἴσμεν· εἴτε καὶ κῆπον ἔχειν διολλύντα τοὺς οἰκείους καρποὺς, οὐκ ἔχομεν λέγειν. Τὸ γὰρ ἐρασθέντα ζηλοτυπηθῆναι καὶ τοῦτον ἀπολέσθαι τὸν τρόπον, εἰς ὑπόνοιαν ἄγει τοιάνδε. Καλὸν δὲ τῶν στηλιτευτικῶν λόγων μνημονεύσαντες, τὴν δι' ἣν Ἄδωνις Ἰουλιανὸς, παραθέσθαι ὑπόθεσιν. Οὗτος γὰρ ὁ μυσαρὸς εἰς Γαλιλαίους τὸ τῶν Χριστιανῶν μετέθηκεν ὄνομα διαπαίζων τὴν θρησκείαν· Γρηγόριος δὲ ὁ θεοφόρος ἀντιδιαπαίζων ἀξίως τὸν ἀνόητον, διαφόροις ὀνόμασιν ἀποκαλεῖ· λέγει μὲν αὐτὸν εἰδωλιανὸν, ὡς τοῖς εἰδώλοις προσανέχοντα· Πισαῖον αὖθις, ὡς τὸν ἐν Πισιδίᾳ τιμῶντα· Ζεὺς γὰρ ἐν Πίσᾳ τῇ πόλει τῆς Ἤλιδος ἐξαιρέτως ἐτιμᾶτο· Ἀδωναῖον δὲ διὰ τὸν Ἄδωνιν ὃν ἐτίμα καὶ ἔσεβε· καὶ Σίταυρον ἐπὶ τούτοις τὸν Ἰουλιανὸν ὁ θεῖος Γρηγόριος ἐπωνόμασεν, ὡς ὁλοκλήρους ταύρους τῷ Διῒ θυσιάζοντα καὶ κατακαίοντα.
Ares was loved in return by Aphrodite. Whether, therefore, the Greeks say that Adonis had a beauty of his own and perished on account of this according to the foregoing account, we do not know; or whether he also had a garden that destroyed its own fruits, we cannot say. For the fact that, having been loved, he became an object of jealousy and perished in this manner leads to such a conjecture. And since we have mentioned the Invective discourses, it is well to set forth the reason why Julian is called Adonis. For this abominable man changed the name of the Christians to "Galilaeans" in mockery of our religion; and Gregory the God-bearer, mocking the fool in return as he deserved, calls him by various names: he calls him "Idolianus", as one devoted to idols; again, "Pisaean", as one who honours the god in Pisidia — for Zeus was especially honoured in Pisa, the city of Elis —; "Adonaean" on account of Adonis whom he honoured and worshipped; and in addition to these the divine Gregory named Julian "Sitaurus", as one who sacrificed and burnt whole bulls to Zeus.
55 Πῶς δὲ σύ γ' εἶδος ἔχουσα κολοίϊον, εἴγε κολοιὸν
And how do you, having a jackdaw's form, since the fable that had the jackdaw
56 Εὔπτερον ἀλλοτρίοις ἄνθεσι μῦθος ἔχων,
Fair-feathered with borrowed blooms
57 Αὖθις γυμνὸν ἔθηκε γελοίϊον.
Made him once more naked and ridiculous.
Ἔστι τις μῦθος τοιόσδε· Κρίσις ἦν, φησὶ, περὶ κάλλους ὀρνέων, Ζεὺς δὲ διαιτητὴς ὑπῆρχε τῆς κρίσεως· ἦν δὲ ὁρισθεῖσα ἡμέρα ἐν ᾗ ἔδει συναυλισθῆναι [παρὰ] τὸν Δία τὰ ὄρνεα· τῇ προτέρᾳ δὲ τῆς ὁρισθείσης ἡμέρας, παρὰ τῷ ποταμῷ φοιτήσαντα τὰ ὄρνεα, τοῖς νάμασιν ἀπενίζοντο τὰ πτερὰ, ἵνα τὸ φυσικὸν ἑκάστῳ διαλάμψῃ κάλλος· ὁ δὲ κολοιὸς (ἔστι δὲ τοῦτο τὸ ὄρνεον εὖ μάλα μικρὸν μὲν τὸ σῶμα, ἀκαλλὲς δὲ τὸ εἶδος) τῶν ἐκπεσόντων παρὰ τοῖς ὕδασι πτερῶν περιθεὶς ἑαυτῷ, ἧκε καὶ αὐτὸς παρὰ τὸν Δία, ὡς ληψόμενος τοῦ κάλλους τὸ νικητήριον· ἀνέμου δὲ πνεύσαντος καὶ ἀποσκεπάσαντος τὰ ἀλλόφυλα τῶν πτερῶν, γυμνὸς εὑρέθη τοῦ κάλλους· ἔχων δὲ τὴν ἐκ
There is a certain fable of this sort: There was a contest, it says, concerning the beauty of birds, and Zeus was the judge of the contest; and a day was appointed on which the birds were to assemble [before] Zeus; and on the day before the appointed day, the birds, going to the river, washed their feathers in the streams so that each one's natural beauty might shine forth; but the jackdaw (and this bird is exceedingly small in body and unattractive in form), having put upon himself some of the feathers that had fallen out by the waters, came himself too before Zeus, expecting to receive the prize of beauty; but when a wind blew and uncovered the foreign feathers, he was found stripped of beauty; and having that from
PG 38:516Read from the pageφύσεως αὐτῷ περικειμένην ἀμορφίαν, οὕτως τῆς αἰσχύνης ἀπέλαυσεν.
nature enveloping him, namely deformity, he thus reaped disgrace.
105 Εἰ τάχα καὶ συφεῶσιν ἐνὶ σκοτίοισι πέσοιεν
If perchance they should even fall into dark pigsties,
106 Εἰρχθέντες Κίρκης χρίσμασι θηροτόκοις.
Shut in by the beast-begetting ointments of Circe.
Αἰήτου θυγάτηρ Κίρκη λέγεται, τοῖς δὲ ἰδίου πατρὸς ἅρμασιν ἐπ' ἔρημον μετενεχθῆναι νῆσον. Αὕτη φαρμακὶς τυγχάνουσα, βρῶσίν τινα τοῖς παρεμπίπτουσι παρέχουσα, χοίρους, ὡς ὁ μῦθος, ἀπετέλει. Τῇδε καὶ Ὀδυσσεὺς ἐν τῇ πλάνῃ περιτυγχάνει, τοῖς δὲ χρίσμασιν οὐχ ἑάλω τῆς Κίρκης, φάρμακον ἔχων Ἑρμοῦ τοῦ πομποῦ. Τὰς τοίνυν καλλωπιζομένας γυναῖκας ὁ θεῖος Γρηγόριος τῇ Κίρκῃ ἀπεικάζει· ταῖς δὲ τούτων ἄρκυσι τοὺς ἐμπίπτοντας, χοίρους ὀνομάζει. Εἴργονται γὰρ ὡς τῆς Κίρκης τοῖς χρίσμασιν οἱ ταῖς γυναικείαις τερπόμενοι ζωγραφίαις ἐν συφεῶσιν.
Circe is said to be the daughter of Aeetes, and to have been conveyed in her own father's chariot to a desert island. Being a sorceress, she offered a certain food to those who chanced to come there and turned them into swine, as the myth says. Odysseus too encountered her in his wandering, but was not captured by Circe's ointments, having a drug from Hermes the escort. The divine Gregory, therefore, likens women who adorn themselves to Circe; and those who fall into their nets he calls swine. For those who delight in women's painted faces are shut up in pigsties as if by Circe's ointments.
115 Πανδώρην ἐνέπουσι πυρὸς μαλεροῖο κλαπέντος
They tell that when fierce fire was stolen, Pandora
116 Ποινὴν ἡμερίοις ἄντιτον ἐλθέμεναι,
Came to mortals as a requiting penalty,
117 Ἀντὶ πυρὸς, πῦρ ἄλλο καλοῦ κακὸν, ὥς κε φλέγῃσι.
In place of good fire, another evil fire, that it might burn.
Τὴν Πανδώραν οἱ τῶν Ἑλλήνων σοφοὶ, τὴν πρωτόπλαστον καλοῦσι γυναῖκα· Πανδώραν δέ φασι διὰ τὸ πᾶσι δεδωρῆσθαι· ὥσπερ οὖν καὶ τὸν Νῶε λέγουσι Δευκαλίωνα, καὶ τὸν ἐπὶ τούτου κατακλυσμὸν μυθολογοῦντες παρεισάγουσιν. Ἔθος γὰρ αὐτοῖς, ὡς φθάσαντες εἴπομεν, τῶν θεοπνεύστων βίβλων ἀποτέμνειν τὰς ἱστορίας, καὶ πρὸς τὸν οἰκεῖον καταπλάττειν μῦθον. Φασὶν οὖν, ὅτι πῦρ ἦν πρὸ τῆς γυναικὸς ἐξ οὗ τοὺς ἀνθρώπους οὐκ ἦν μετασχεῖν. Ἐκλάπη οὖν τὸ πῦρ ὑπὸ Προμηθέως· οἱ οὖν θεοὶ, φησὶν, ἐποίησαν τὴν Πανδώραν γυναῖκα, καὶ παρέσχον τοῖς ἀνθρώποις πῦρ ἄλλο ἀντὶ τοῦ κλαπέντος πυρὸς, ἵνα, φησὶν, τοὺς ἀνθρώπους ἐκκαίῃ, τιμωρίαν αὐτοῖς ἐπινοήσαντες ταύτην, οὐ μὴν ἀλλὰ καὶ κατακάρδιον ὑπέκκαυμα τὴν αὐτῆς φύσιν οὕτως ἐπινοήσαντες. Κεῖται πλατυτέρως ἀλλαχοῦ.
The wise men of the Greeks call the first-formed woman Pandora; and they call her Pandora because she was endowed by all; just as they also call Noah Deucalion, and introduce the flood of his time in mythical form. For it is their custom, as we have said earlier, to cut off histories from the divinely inspired books and fashion them into their own myth. They say, then, that before woman there was fire, of which mankind could not partake. The fire, then, was stolen by Prometheus; so the gods, it is said, made the woman Pandora, and gave to mankind another fire in place of the stolen fire, so that, it is said, it might inflame men, devising this punishment for them, and indeed also devising her nature thus as a kindling for the heart. This is set out more broadly elsewhere.