PG 38:469Read from the pageπλαξὶν ἀμελάνῳ γραφίδι, τῆς θείας διδασκαλίας παρίστησι τὸ λαμπρόν. Πλαξὶ γὰρ ὁ Θεὸς τοὺς δέκα λόγους τῷ Μωϋσῇ γράψας, μέλανος οὐκ ἐδέησε· γέγραπται γὰρ, ὅτι ἡ γραφὴ Θεοῦ, καὶ τὸ ἔργον Θεοῦ. Οὐκ ἀμφίβολον δὲ τὸν τοῖς τοῦ Γρηγορίου λόγοις τε καὶ δόγμασιν ἑπόμενον, τῆς λαμπρᾶς καὶ ἀπεριλήπτου θεότητος ἐν μεθέξει γενόμενον, οὐράνιόν τινα δοκεῖν, οὐ χαμαίζηλον.
tablets with an inkless stylus," he sets forth the brightness of divine teaching. For God, when He wrote the ten words for Moses on tablets, had no need of ink; for it is written that the writing is of God and the work is of God. And it is beyond doubt that he who follows the words and doctrines of Gregory, having come into participation of the bright and incomprehensible Godhead, appears as someone heavenly, not earthbound.
Εἰς Ἑλλήνιον τὸν ἐξισωτήν.
To Hellenius the tax-assessor.
145 Καὶ θυσίην μεγάλοιο πατρὸς ζηλῶσε παλαιήν.
145 And he emulated the ancient sacrifice of the great father.
Κεῖται ἡ κατὰ τὸν Ἀβραὰμ ἱστορία ἐν τῷ αʹ λόγῳ.
The history concerning Abraham stands in the first discourse.
183 Ἣν δὲ πάρος γαίηθεν ἐς οὐρανὸν εἶδε ταθεῖσαν
183 And that which of old he saw stretched from earth to heaven,
184 Ἰσακίδης Ἰακὼβ ἡμέτερος προπάτωρ
184 Jacob, son of Isaac, our forefather,
185 Κλίμακα, τήνδ' ἀνιὼν ὥς κεν Θεὸν αὐτὸν ἴδηται.
185 A ladder, ascending this so that he might see God Himself.
Μετὰ τὸ εὐλογηθῆναι τὸν Ἰακὼβ ὑπὸ τοῦ Ἰσαὰκ, καὶ τὰς εὐλογίας κομίσασθαι μετὰ δόλου, ὡς ἐν τῷ δευτέρῳ λόγῳ γεγράφαμεν, ἀντικοτοῦντος αὐτῷ τοῦ Ἠσαῦ καὶ προσδοκῶντος τὸν θάνατον τοῦ πατρὸς εἰς τὸ τὸν Ἰακὼβ ἀποκτεῖναι, ἡ τούτων μήτηρ Ῥεβέκκα βουλομένη τὸν νεώτερον περιποιήσασθαι παῖδα, προσοχθήσασα δὲ τῇ ψυχῇ τῶν μεθ' ὧν κατῴκουν Χαναναίων ταῖς θυγατράσι, πρὸς τοὺς αὐτῆς ἀδελφοὺς ἐν Μεσοποταμίᾳ πέμπει χρόνον αὐτοῖς συμπαραμεῖναι, καὶ τῶν θυγατέρων αὐτῶν ἀγαγεῖν πρὸς γάμον ἑαυτῷ. Γενόμενος δὲ κατὰ Λαμμαοῦς οὕτω καλούμενον τὸν τόπον, εἶδεν ἐν τῇ γῇ ἐστηριγμένην κλίμακα, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, οἱ δὲ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς, ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτήν. Ἀνέστη δὲ πρωῒ καὶ θαυμάσας ἔφη, ὅτι Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι
After Jacob was blessed by Isaac and had carried off the blessings with guile, as we wrote in the second discourse, when Esau bore a grudge against him and was awaiting the death of their father in order to kill Jacob, their mother Rebecca, wishing to save the younger son, and being vexed in soul at the daughters of the Canaanites among whom they dwelt, sends him to her brothers in Mesopotamia to stay with them for a time and to take one of their daughters in marriage for himself. And having arrived at the place thus called Lammaous, he saw a ladder set up on the earth, whose top reached to heaven, and the angels of God were ascending and descending upon it, and the Lord stood firm upon it. And he rose up early in the morning and, marvelling, said: The Lord is in this place, and I knew it not; and he said: How fearful is this place! This is none
PG 38:470Read from the pageτοῦτο ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Ἔλαβε δὲ τὸν λίθον ὃν ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ κατέχεεν ἔλαιον ἐπ' αὐτὸν, καὶ εἶπεν· Ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ' ἐμοῦ διαφυλάσσων με ἐν τῇ ὁδῷ ᾗ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεὸν καὶ ἡ στήλη αὕτη ἣν ἔστησα, ἔσται μοι σημεῖον, καὶ πάντων ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι· καὶ εὐξάμενος, εἰς τὴν Μεσοποταμίαν ᾤχετο.
other than the house of God, and this is the gate of heaven. And he took the stone which he had put at his head, and poured oil upon it, and said: If the Lord God be with me, guarding me in the way in which I journey, and give me bread to eat and a garment to put on, and bring me back with safety to my father's house, then the Lord shall be to me for God, and this pillar which I have set up shall be to me a sign, and of all things whatsoever Thou givest me, I will tithe a tenth of them to Thee; and having prayed, he departed into Mesopotamia.
225 Παρθενικὰς δὲ γυναῖκας ὅσαι κλείουσιν ἄνακτα
225 And virgin women, as many as celebrate the King,
226 Νυμφίον ἁγνοτάταις μιγνύμενον κραδίαις,
226 The Bridegroom united with purest hearts,
227 Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν,
227 Who watch for Christ with sleepless eyes,
228 Οὔτι μαραινομένας λαμπάδας ἁψάμεναι.
228 Having kindled lamps that never fade.
Μέμνηται τῶν φρονίμων παρθένων, αἳ τῷ Δεσπότῃ Χριστῷ συνεισῆλθον εἰς τὸν νυμφῶνα λαμπάσι πυρσουμέναις. Δέκα γὰρ παρθένοις τὴν βασιλείαν ὁμοιοῦσθαι τῶν οὐρανῶν φησιν ὁ Σωτήρ· ὧν αἱ μὲν πέντε φρόνιμοι, αἱ δὲ πέντε μωραί. Τὰς μὲν οὖν μωρὰς μὴ τροφὴν πυρὸς ἔλαιον ἐπιφερομένας, λαμπάσι σβεννυμέναις, ἐπεὶ μὴ τῷ νυμφίῳ συναντήσειν οἷόν τε ἦν, τὸν καιρὸν τῆς παρασκευάσεως εἰς τὸν τοῦ πρίασθαι καταναλωσάσας, ἔξω τῶν γάμων εἶχε τὸ πέρας· τὰς τοὐναντίον ἐμπαρασκεύους δὲ καὶ φρονίμους, ἐλαίῳ τὰς λαμπάδας, ὃ μεθ' ἑαυτῶν εἶχον ἐπιφερόμεναι, κατακοσμησάσας, ἐξ ἑτοίμου φαιδρὰς ὁ νυμφὼν εἰσεδέχετο· καί γε τῆς θύρας προβοώσας τὰς ἀθλίας, ὕστερον ἐπικαταλαβούσας, ὅτι μὴ ταύτας οἶδεν ὁ λαλῶν ἔνδοθεν ἐπαμειβόμενος, τῆς χαρᾶς τοῦ νυμφῶνος ἀκλεῶς ἀποπέμπεται.
He makes mention of the wise virgins who entered together with Christ the Master into the bridal chamber with blazing lamps. For the Saviour says that the kingdom of heaven is likened to ten virgins, of whom five were wise and five foolish. The foolish ones, then, not bringing oil as nourishment for the fire, with their lamps going out, since it was not possible to meet the bridegroom, having spent the time of preparation on that of buying, had their end outside the wedding; whereas on the contrary the bridal chamber readily received the prepared and wise ones, radiant, having trimmed their lamps with the oil which they had brought with them; and indeed the wretched ones crying out before the door, having arrived later, since he who speaks from within answers that he does not know them, are sent away ingloriously from the joy of the bridal chamber.
233 Ναὶ μὴν καὶ τῇσίν γε μέγας νόος ἄῤῥενι θυμῷ
233 Yea indeed, even these have a great mind with manly spirit,
234 Ῥιπτούσαις δολερὴν Εὔαν ἀπὸ κραδίης.
234 Casting deceitful Eve from the heart.
PG 38:471Read from the pageΕὐλαβῶν μεμνημένος γυναικῶν ὁ Θεολόγος, ἀνδρείαν ἔχειν ταύτας ψυχὴν διισχυρίζεται· τὴν δολίαν δέ φησιν Εὔαν, ῥιπτούσας ἀπὸ καρδίας. Ἡ γὰρ Εὔα γυνὴ τοῦ πρωτοπλάστου δὲ τῇ τοῦ ὄφεως πεισθεῖσα συμβουλίᾳ, τοῦ καρποῦ γευσαμένη προώριον, καὶ τἀνδρὶ παρασχοῦσα, τῆς πικρᾶς καταδίκης πεπείραται. Διὸ τὰς εἰς ἀνδρῶν ἐννοίας τῇ τῆς ἀρετῆς αὐστηρότητι ληξάσας, τὴν ἁπαλωτέραν Εὔαν, ᾗ τὸ γυναικεῖον ἀδρανὲς κατοπτεύεται, τῆς δουλούσης κακίας μηκέτι δεκτικὰς τυγχανούσας ἀποδύεσθαι, καὶ τῆς προμήτορος ἀνορθοῦν τὸ σφάλμα διαγορεύει.
Making mention of devout women, the Theologian affirms that they have a manly soul, casting deceitful Eve, as he says, from their heart. For Eve, the wife of the first-formed man, having been persuaded by the counsel of the serpent, having tasted the fruit prematurely and given it to her husband, experienced the bitter condemnation. Wherefore he declares that those who by the austerity of virtue have attained to the thoughts of men, being no longer receptive of enslaving wickedness, strip off the softer Eve, in whom feminine weakness is observed, and set right the transgression of our first mother.
245 Οὐ μέγα· καὶ Χριστὸν γὰρ ἀπ' οὐρανοῦ ἀστερόεντος
245 No great thing; for even Christ from starry heaven
246 Σαρκὶ σὺν ἀνδρομέῃ γαῖαν ἐπερχόμενον,
246 Coming upon the earth with human flesh,
247 Καὶ τέκον ἡμερίοις ἁγνῆς διὰ μητρὸς ἰόντα
247 And a child to mortals, coming through a pure mother,
248 Παρθένου, ὄφρα νόμον ἀνδρόμεον τελέσῃ
248 A Virgin, that He might fulfil the human law
249 Ἀχράντοισι γονῇσι, καὶ ἐκ τύμβοιο θορόντα
249 With undefiled birth, and leaping forth from the tomb
250 Ἤματι ἐν τριτάτῳ θερμοτέροισι πόθοις
250 On the third day, with warmer longings
251 Πρῶται θηήσαντο, φίλοις τ' ἤγγειλαν ἑταίροις,
251 They first beheld Him, and announced it to His dear companions,
252 Γευόμεναι Χριστοῦ γεῦσιν ἄκος προτέρης.
252 Tasting Christ as a remedy for the former tasting.
Πάνυ τῶν εὐλαβῶς διακειμένων τουτωνὶ γυναικῶν φροντίζων ὁ Θεολόγος, εἰς τοσοῦτον ἀρετῆς ἐληλακέναι φησὶν, ὡς μὴ θαυμάζειν ἐν γυναιξὶ τοσαύτην ἀρετὴν ὁρωμένην· ἐπεὶ γυναικῶν Χριστὸς ἐξεγεννήθη σαρκικῶς ἐπιδημήσας ἡμῖν, καὶ Χριστὸν αὐτὸν ἀναστάντα πρῶται τοῦ τάφου τεθέανται. Πόθῳ γὰρ διανυκτερευούσαις καὶ τὴν ψυχὴν περὶ τοῦ νεκροῦ τετηκυίαις, οὐκ ἔτι νεκρὸς, ἀλλὰ ζῶν ὁ θανὼν ἐμφανίζεται· τοσοῦτον γυναῖκες εἰς ἀρετὴν ἐπιτήδειαι, καὶ μύρου πνοῆς ζωτικῆς ἐκ τάφου νεκρῶν ἀντελάβοντο, ῥίπτουσαι τῆς ἀρχαίας δυσώδους ἁμαρτίας τὸ ῥυπῶδες. Χαίρετε δὲ πρώταις ἐκείναις, αἷς πονεῖν καὶ λυπεῖσθαι προσέταξε Χριστὸς μέγα φωνήσας, καὶ τοῖς φίλοις μηνύειν τὴν χαρὰν διετάξατο.
Having very great regard for these devoutly disposed women, the Theologian says that they have advanced to such a degree of virtue that one should not marvel at seeing so great virtue in women; since Christ was born of women when He sojourned among us in the flesh, and women were the first to behold Christ Himself risen from the tomb. For to those keeping vigil through the night in longing and melted in soul over the dead one, He who had died manifests Himself no longer dead, but living; so apt are women for virtue, and they received the breath of life-giving myrrh from a tomb of the dead, casting away the filth of ancient foul-smelling sin. And calling out loudly, "Rejoice," first to those women to whom He had appointed to toil and to grieve, Christ bade them announce the joy to His friends.
263 Χρύσεα μὲν Λυδίοισι δόμοις ἐχαρίζετο μῦθος
263 Golden indeed to Lydian houses did myth grant
264 Ψήγματα, καὶ ποταμοῦ ὀλβοδότοιο ῥόον·
264 Gold-dust, and the stream of a wealth-giving river;
265 Χρυσοφόροι δ' Ἰνδοῖσι μελαγχρώτεσσιν ἤφυσσον,
265 And for dark-skinned Indians gold-bearing [ants] drew up,
266 Μύρμηκες κοίλης πλοῦτον ἀπὸ ψαμάθου.
266 Ants, wealth from the hollow sand.
PG 38:472Read from the pageΠακτωλός ἐστι ποταμὸς ἐν τῇ Λυδίᾳ, ἐν ᾧ χρύσαμμος γίνεται· ἐν αὐτῷ δὲ βοτάνη τίς ἐστιν, ἧς ὑπὸ τὴν ῥίζαν ὁ χρυσός. Ταύτην μὲν οὖν τὴν βοτάνην ἀποσπῶντες, τὴν χρύσαμμον ἐν τῇ ῥίζῃ μετὰ χρυσέων ἀποκομμάτων ἔφερον· εἰ δέ τις ἄνευ τῶν βρύων ματαιοπονῶν ἦν, εἶχε τῶν ἐλπισθέντων οὐδέν. Ὡσαύτως ἐν τῇ Αἰθιοπίδι γῇ χρύσαμμός ἐστιν ἔν τισι κοιλώμασι ψάμμου, ὅθεν οὐδὲν ἄνδρες πορίσασθαι δύνανται· μύρμηκες δὲ ὄντες πολλοὶ ἐν τῷ τόπῳ, ταύτην ἀπὸ τῆς κοίλης ἀνάγουσι ψάμμου· τῶν δὲ μυρμήκων τὴν χρύσαμμον Αἰθίοπες ἀπολαμβάνοντες, τὸν δόκιμον ἕψουσι χρυσόν. Ταύτην ἡ θεία Γραφὴ τὴν γῆν Εὐϊλὰτ κατονομάζει· τὸ δὲ χρυσίον φησὶ τῆς γῆς ἐκείνης καλόν.
Pactolus is a river in Lydia in which gold-sand is produced; and in it there is a certain plant beneath whose root is the gold. Pulling up this plant, then, they carried off the gold-sand in the root along with golden fragments; but if anyone laboured in vain without the moss, he got nothing of what he hoped for. Likewise in the Ethiopian land there is gold-sand in certain hollows of sand, whence men are able to procure nothing; but ants, being many in the place, bring it up from the hollow sand; and the Ethiopians, taking the gold-sand from the ants, smelt the tested gold. This land divine Scripture names Evilat; and it says the gold of that land is good.
337 Καὶ Χριστὸς μερόπεσσι φόρου παρεόντος ἐμίχθη,
337 And Christ mingled with mortals when tribute was at hand,
338 Ἡνίκα γαῖαν ὅλην Καῖσαρ ἀπεγράφετο·
338 When Caesar was enrolling the whole earth;
339 Καὶ τέλος αὐτὸς ἔδωκε.
339 And He Himself paid the tax.
Τὸ μὲν ἀπογραφῆναι Χριστὸν, γέγονεν ἐπὶ Αὐγούστου, παρ' οὗ δόγμα πᾶσαν ἀπογράψασθαι τὴν οἰκουμένην ἐξῆλθε. Τότε γὰρ Ἰωσὴφ ἀνῆλθεν ἐν Βηθλεὲμ ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ, καὶ πλησθεισῶν τῶν ἡμερῶν τοῦ τεκεῖν αὐτὴν, ἔτεκε Χριστὸν Θεὸν Σωτῆρα τὸν Κύριον. Τότε δὲ φόρου παρόντος Καίσαρι δοῦναι τέλος ἐπὶ τῶν Ἡρωδιανῶν, γέγονεν ὅτε Χριστὸς δὲ τῷ Πέτρῳ κατὰ τὴν θάλασσαν γενομένῳ, προσέταξε τὸν ἀγρευόμενον ἰχθῦν ἀνατεμεῖν, καὶ δύο δηνάρια ἐν τοῖς ἐγκάτοις κείμενα τοῦ ἰχθύος εὑρηκότα, ὑπὲρ ἀμφοτέρων τοῖς πράκτορσι παρασχεῖν· ὃ καὶ γέγονεν.
The enrolling of Christ took place under Augustus, from whom a decree went out that all the inhabited world should be enrolled. For then Joseph went up to Bethlehem to be enrolled with Mary his betrothed wife, who was with child, and when the days for her to give birth were fulfilled, she brought forth Christ God, the Saviour, the Lord. And the paying of tax to Caesar when tribute was at hand in the time of the Herodians took place when Christ commanded Peter, who had gone to the sea, to cut open the fish that was caught, and having found two denarii lying in the entrails of the fish, to hand them over to the collectors for both of them; which also came to pass.
345 Οὐχ ἅλις ὅττι βροτοῖσι βαρὺν ζυγὸν ἤγαγε πρώτη
345 Is it not enough that she first brought a heavy yoke upon mortals,
346 Ἀρχεγόνου κακίη, καὶ φυτὸν ἀνδροφόνον,
346 The wickedness of the first-born, and the man-slaying plant,
347 Βασκανίη τε δράκοντος, ἀτασθαλίη τε γυναικὸς,
347 Both the malice of the serpent and the folly of the woman,
348 Γεῦσίς τ' οὐλομένη γνώσιος ἀντιπάλου.
348 And the destructive tasting of opposing knowledge.
Κεῖται ἡ κατὰ τὸν Ἀδὰμ ἱστορία ἐν τῷ βʹ λόγῳ.
The history concerning Adam stands in the second discourse.
PG 38:473Read from the pageΕἰς Ἰουλιανὸν τὸν ἐξισωτήν.
To Julian the tax-assessor.
1 Ὄμβρῳ διψάδα γαῖαν ἀπέκλυσεν, ὅς μιν ἔδησεν.
1 He washed the thirsty earth with rain, who had bound it.
Ἠλίαν τὸν Θεσβίτην. Οὗτος γὰρ προσευξάμενος, τὸν οὐρανὸν ἀπέκλεισε χρόνους τρεῖς καὶ μῆνας ἕξ, καὶ τὸν ὄμβρον δι' εὐχῆς ἤγαγε μετὰ τὸ καθιερῶσαι τὴν θυσίαν, καὶ τοὺς προφήτας παραδειγματίσαι τῆς αἰσχύνης, τὸ ἴσον οὐ δυνηθέντας ἐκ τῆς προκλήσεως. Κεῖται ἐν τῷ βʹ λόγῳ.
[He means] Elijah the Tishbite. For this man, having prayed, shut up heaven for three years and six months, and brought rain through prayer after consecrating the sacrifice and making a public example of the prophets of shame, who were unable to do the like upon the challenge. It is found in the second discourse.
2 Ἄλλος τ' ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον.
2 And another snatched a whole world from the waters.
Τὸν Νῶέ φησιν. Οὗτος γὰρ ἐκ πάντων τῶν θηρίων καὶ κτηνῶν καὶ ἑρπετῶν συναποκλείσας εἰς τὴν κιβωτὸν ἑαυτῷ, τοῦ κατακλυσμοῦ διέσωσεν. Κεῖται ἐν τῷ βʹ λόγῳ.
He means Noah. For this man, having shut up with himself in the ark [some] of all the wild beasts and cattle and creeping things, saved them from the flood. It is found in the second discourse.
3 Καὶ νοῦσόν τις ἄρηξεν.
3 And one warded off disease.
Ἐλισσαῖόν φησι τὸν προφήτην. Πρὸς αὐτὸν γὰρ Νεεμμὰν ὁ Σύρος λεπρὸς ὢν παρεγένετο, καὶ διὰ προστάγματος τοῦ προφήτου λουσάμενος ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἀφῆκε τὴν λέπραν αὐτοῦ καθαρισθείς.
He means Elisha the prophet. For Naaman the Syrian, being a leper, came to him, and by the command of the prophet having washed in the river Jordan, he shed his leprosy, being cleansed.
Ὅς δ' ἐκ πολέμων ἐσάωσεν.
And another saved [them] from wars.
Λέγει τὸν τοῦ Ναυῆ Ἰησοῦν. Οὗτος γὰρ τὸν ἥλιον στήσας καὶ τὴν σελήνην, τοὺς πολεμίους διώλεσε καὶ Μωσῆς ἐν τῷ ὄρει σταυροειδῶς τὰς χεῖρας τετυπ⟨ω⟩μένος, τὸν Ἀμαλὴκ ἔτρεψεν.
He means Joshua the son of Nun. For this man, having stayed the sun and the moon, destroyed the enemies, and Moses on the mountain, having shaped his hands in the form of a cross, put Amalek to flight.
Πάλιν τὸν Γεδεὼν αἰνίττεται. Οὗτος γὰρ τὸν Μαδιὰμ ὡσεὶ ἑκατὸν χιλιάσι εἴκοσι, ἅμα τριακοσίοις ἐπάταξε. Σὺν αὐτῷ γὰρ ἀθροισθέντος λαοῦ πρὸς παράταξιν Μαδιάμ, προσέταξεν αὐτῷ ὁ Θεὸς τὸν λαὸν καταγαγεῖν εἰς τὸ ὕδωρ, καὶ τῶν λαπτόντων τῇ χειρὶ κυνὸς τρόπῳ ἐπισχεῖν· τὸν δὲ λοιπὸν λαὸν ἀποστρέψαι. Τούτου δὲ γενομένου, τριακοσίων μόνων τῶν λαψάντων ὑπαρχόντων, κατῆλθεν ἐπὶ τὴν παρεμβολὴν νυκτὸς ἐν λαμπάσι καὶ κερατίναις· καὶ ταῖς μὲν κερατίναις ἐσάλπισαν αἱ τρεῖς ἀν' ἑκατὸν ἀρχαὶ, καὶ
Again he hints at Gideon. For this man smote Midian, about a hundred and twenty thousand, together with three hundred. For when the people had been gathered with him for battle against Midian, God commanded him to bring the people down to the water, and to hold back those who lapped with their hand in the manner of a dog, and to send the rest of the people back. When this was done, and only three hundred were those who lapped, he went down against the camp by night with torches and trumpets; and the three companies of a hundred each sounded the trumpets, and
PG 38:474Read from the pageτὰς ὑδρίας ἐν αἷς ὑπῆρχον αἱ λαμπάδες, ταύτας ἐξετίναξαν, καὶ τὴν παρεμβολὴν Μαδιὰμ μετέστησαν ἐκταράξαντες· καὶ μάχαιραν ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ Κύριος ἔδωκε, καὶ ἀπώλετο πᾶσα ἡ παρεμβολή· καὶ τοὺς βασιλεῖς αὐτῶν τὸν Ζεβεὲ καὶ Σαλμανᾶ, καὶ τοὺς ἄρχοντας αὐτῶν τὸν Ὠρὴβ καὶ τὸν Ζὴβ συλλαβόμενος, ἐν στόματι ξίφους ἀνεῖλεν.
shattered the pitchers in which the torches were, and threw the camp of Midian into confusion and routed them; and the Lord set every man's sword against his neighbour, and the whole camp perished; and having captured their kings Zebah and Zalmunna, and their princes Oreb and Zeeb, he slew them with the edge of the sword.
Καὶ Βαρὰκ καὶ Δεβώῤῥα γυνὴ τὸν λαὸν κακούμενον ὑπὸ Μαδιὰμ ἐξείλοντο, καὶ Σισάρᾳ πόλεμον συνάψαντες, καὶ τοῦτον τροπωσάμενοι. Τὸν δὲ Σισάρα γυναικὶ προσφυγόντα, καὶ δίψῃ φλεγόμενον, Ἰαβὴλ δὲ ὄνομα τῇ γυναικὶ, ὑπὸ τὴν σκηνὴν δεξαμένη, γάλα ποτίσασα, καθευδῆσαι τοῦτον καὶ διαναπαύσασθαι πείθει· καὶ τῆς ἐκ τοῦ ὕπνου λαβομένη εὐκαιρίας, ἰσχυρῶς ἐπισκελίσασα, τὸν πάσσαλον τῆς σκηνῆς ἤγαγε κατὰ τοῦ γνάθου Σισάρα, καὶ προσήλωσε τῇ γῇ οἰκτρῶς ὑποτρύζοντα καὶ τοῖς ταύτης μηροῖς ὑποσκαρίζοντα.
And Barak and the woman Deborah delivered the people who were being ill-treated by Midian, engaging Sisera in war and putting him to flight. And Sisera, who had fled for refuge to a woman and was burning with thirst — Jabel was the woman's name — she received under the tent, gave him milk to drink, and persuaded him to sleep and rest; and seizing the opportunity from his sleep, straddling him firmly, she drove the tent-peg through Sisera's jaw and pinned him to the ground, groaning piteously and twitching beneath her thighs.
Καὶ Σαμψὼν Ναζωραῖος Θεοῦ, λέοντα διέσπασεν ὡσεὶ ἔριφον, καὶ χιλίους ἀνεῖλεν ἄνδρας ὄνου σιαγόνι, παρ' ἧς καὶ διψῶντι ψυχρὸν ὕδωρ αὐτῷ καὶ μάλα γλυκὺ ἀνεδόθη· καὶ πύλας πόλεως ἰσχύϊ χειρῶν ἀπέσπασε, καὶ φέρων εἰς ὄρος ἀνέτρεχεν ὑψηλὸν νωτοφόρος· καὶ χιλίας ταῖς κέρκοις ἀλώπεκας προσδήσας, λαμπάδας ἀμφὶ τὰς κέρκους ὑφάψας, τῶν ἀλλοφύλων ἐνέπρησεν ἀμητούς· καὶ πασσάλοις ἑπτὰ τοὺς βοστρύχους καινοῖς κάλωσι συνυφασμένους, ὡς οὐδενὸς ὄντος ἐξείλετο, καὶ δεσμοὺς χειρῶν καὶ ποδῶν διέῤῥηξε κραταιῶς, εὐχῆς χάριν ἀκερσεκόμης. Ναζωραῖος γὰρ ἦν. Ἀλλ' ὅτε γυναικὸς ἡττηθεὶς ἐξεφήνατο ἀπόῤῥητον, ἁλωτὸς ἦν, τῆς κόμης ἀποκαρθείσης αὐτῷ· καί γε τῶν πολεμίων ὑπορυχθεὶς ὄμματα, δέσμιος ἐν οἴκῳ καθήμενος φυλακῆς, πυροῖς ῥοιζηδὸν ταχυδρόμον μῦλον ἐφεῖλκεν ἀείστροφον· μικρὰ
And Samson, a Nazirite of God, tore apart a lion like a kid, and slew a thousand men with the jawbone of an ass, from which also cool and very sweet water was brought forth for him when he thirsted; and he wrenched off the gates of a city by the strength of his hands, and carrying them on his back ran up a high mountain; and having bound a thousand foxes by their tails and kindled torches about their tails, he burned the harvests of the Philistines; and he pulled out his locks woven with new cords upon seven pins as though it were nothing, and mightily burst the bonds of his hands and feet, unshorn for the sake of a vow, for he was a Nazirite. But when, overcome by a woman, he revealed the secret, he was captured, his hair having been shorn off; and indeed, having had his eyes gouged out by his enemies, sitting bound in the prison-house, he dragged the swift-running, ever-turning mill with a rushing sound for wheat; little