Τὴν ἐνδιάθετον Γραφὴν ἀπαριθμεῖται, οἷον, Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον, Ἰησοῦς, Κριταὶ, Ῥοὺθ, Βασιλεῖαι, Παραλειπόμενα τῶν βασιλειῶν, Ἔσδρας, Ἰὼβ, Ψαλτήριον Δαβὶδ, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς, ᾌσματα ᾀσμάτων, Ὡσηὲ, Ἀμὼς, Μιχαίας, Ἰωὴλ, Ἀβδιοῦ, Ἰωνᾶς, Ναοὺμ, Ἀμβακοὺμ, Σοφωνίας, Ἀγγαῖος, Ζαχαρίας, Μαλαχίας, Ἡσαΐας, Ἰερεμίας, Ἰεζεκιὴλ, Δανιήλ· ἀρχαῖαι μὲν αὗται βίβλοι. Νέαι δὲ, Ματθαῖος, Μάρκος, Λουκᾶς, Ἰωάννης, Πράξεις ἀποστόλων, Παύλου δεκατέσσαρες Ἐπιστολαὶ, Καθολικαὶ ἑπτὰ, ὧν Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία.
He enumerates the canonical Scripture, namely: Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy, Joshua, Judges, Ruth, Kingdoms, Chronicles of the Kingdoms, Esdras, Job, the Psalter of David, Proverbs of Solomon, Ecclesiastes, Song of Songs, Hosea, Amos, Micah, Joel, Obadiah, Jonah, Nahum, Habakkuk, Zephaniah, Haggai, Zechariah, Malachi, Isaiah, Jeremiah, Ezekiel, Daniel; these are the old books. And the new are: Matthew, Mark, Luke, John, Acts of the Apostles, fourteen Epistles of Paul, seven Catholic [Epistles], of which one is of James, two of Peter, three of John, one of Jude.
Τὰς ἐπενεχθείσας ὑπὸ Θεοῦ μάστιγας τοῖς Αἰγυπτίοις, ὁ θεῖος ἀπαριθμεῖται Γρηγόριος· εἰσὶ δὲ αὗται· αἷμα, βάτραχοι, σκνίπες, κυνόμυια, κτηνῶν ὄλεθρος, φλυκτίδες, χάλαζα, πῦρ, ἀκρὶς, σκότος ψηλαφητὸν, ὄλεθρος πρωτοτόκων.
The divine Gregory enumerates the plagues brought by God upon the Egyptians; and they are these: blood, frogs, gnats, the dog-fly, destruction of cattle, boils, hail, fire, locusts, palpable darkness, destruction of the firstborn.
Τῶν δέκα λόγων, ὧν ἐν πλαξὶ λιθίναις ὁ Θεὸς ἐτύπωσε τῷ Μωϋσῇ, μνήμην ποιεῖται Γρηγόριος ὁ θεόληπτος· εἰσὶ δὲ οὗτοι· Οὐ γνώσῃ Θεὸν ἄλλον, οὐ στήσεις εἴδωλον ἄπνοον ὁμοίωμα κενὸν, οὐδέποτε ματαίως μνησθήσῃ τοῦ ὀνόματος τοῦ Θεοῦ, Σάββατα φυλάξεις, τίμα τὸν πατέρα σου καὶ μη-
Gregory the God-inspired makes mention of the ten commandments which God engraved on tablets of stone for Moses; and they are these: You shall know no other God; you shall not set up a lifeless idol, an empty likeness; you shall never make mention of the name of God in vain; you shall keep the Sabbaths; honour your father and your mo-