Migne Reading Room

PG 38 · cols. 427–432 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:427Read from the page
εἰς αὐτὸν πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. Πῶς οὖν, φησὶν ὁ θεῖος Γρηγόριος, εἰκὼν ὑπάρχων Θεοῦ, αἰσχύνης υἱὸς ἐγενόμην; Πάντως διὰ τῆς ἁμαρτίας ἣν ἔτεκεν ἡ παρακοή.
into him the breath of life; and the man Adam became a living soul. How then, says the divine Gregory, being the image of God, did I become a son of shame? Assuredly through the sin which disobedience brought forth.
87 Πλάσμα Θεοῦ, παράδεισος, Ἐδὲμ, κλέος, ἐλπὶς, ἐφετμή.
87 Fashioning of God, paradise, Eden, renown, hope, command.
Ὅπερ φησὶ τοιοῦτόν ἐστιν, ὅτι Εἴπερ μοι μάτην θεόθεν ἐστὶν ἡ ψυχὴ, ἦ οὐκ ἔστι μάτην μοι τὸ πλάσμα εἶναι Θεοῦ, καὶ ὁ παράδεισος, ἥ τε Ἐδὲμ καὶ ἡ δόξα καὶ ἡ ἐλπὶς καὶ ἡ ἐντολή;
What he says is of this sort: If indeed my soul from God is in vain for me, is it not also in vain for me to be the fashioning of God, and paradise, and Eden, and glory, and hope, and the commandment?
88 Ὄμβρος ὁ κοσμολέτης.
88 The world-destroying rain.
Ὁ ἐπὶ τοῦ Νῶε. Κεῖται ἐν τῷ αʹ λόγῳ.
That in the time of Noah. It is set down in the first discourse.
Ὄμβρος ὁ πυρσοπόλος.
The fire-wielding rain.
Ὁ ἐπὶ Σοδόμων. Κεῖται ἐν τῷ αʹ λόγῳ.
That upon Sodom. It is set down in the first discourse.
89 Αὐτὰρ ἔπειτα νόμος γραπτὸν ἄκος.
89 And thereafter the law, a written remedy.
Κεῖται ἐν τῷ βʹ λόγῳ.
It is set down in the second discourse.
Αὐτὰρ ἔπειτα 90 Χριστὸς ἑὴν μορφὴν ἡμετέρῃ κεράσας.
And thereafter 90 Christ, mingling His own form with ours.
Κεῖται ὁμοίως ἐν τῷ βʹ λόγῳ.
It is set down likewise in the second discourse.
91 Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς ἄλκαρ ὀπάζοι.
91 That God, suffering in my sufferings, might grant a defence.
Χριστὸς ἐνανθρωπήσας ἀνθρώποις, παθὼν ἐσταυρώθη καὶ ἐτάφη καὶ ἀνέστη, ὡς ἂν τοῖς ἀνθρωπίνοις πάθεσι παθὼν Χριστὸς παράσχοι βοήθειαν, καὶ θεὸν τὸν ἄνθρωπον κατασκευάσῃ τῷ εἴδει τῷ ἀνθρωπίνῳ ὃ προσεῖληφεν.
Christ, having become man among men, suffered, was crucified and buried and rose again, so that Christ, suffering in human sufferings, might afford help, and might make man a god through the human form which He assumed.
102 ...Σὺ δέ μοι δείματα πάντα λέγε, 103 Τάρταρον ἠερόεντα, Πυριφλεγέθοντας, ἱμάσθλας.
102 ...But do you tell me all the terrors, 103 murky Tartarus, Pyriphlegethons, scourges.
Μέμνηται καὶ Πλάτων τῶν ἐν ᾅδου κολάσεων, ἐν τῷ Φαίδωνι λέγων περὶ τῶν λήξεων καὶ τῶν ἀποκληρώσεων τῶν ψυχῶν, ὅτι οἱ ἀδίκως βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι καὶ ἐν τῷ Ταρτάρῳ· ποταμὸς δὲ ὁ μὲν Κωκυτὸς ψυχρότατος, ὁ δὲ Πυριφλεγέθων θερμότατος· ὁ δὲ Τάρταρος μέσος τις τόπος, ἐν ᾧ ἀνίμησίς ἐστι καὶ κατάποσις ὑδάτων
Plato also mentions the punishments in Hades, saying in the Phaedo concerning the allotments and portions of souls, that those who have lived unjustly are punished in Cocytus and in Pyriphlegethon and in Tartarus; and Cocytus is a coldest river, and Pyriphlegethon a hottest; and Tartarus is a certain middle place, in which there is a drawing up and swallowing down of waters
Notes, col. 427

On the reading

Printed προσεῖληφεν, for προσείληφεν.

PG 38:428Read from the page
καὶ καπνὸς, ἀφεγγὴς δὲ ὁ τόπος· ὁ δὲ Ἀχέρων καὶ αὐτῆς μέσος, φησὶ, καθαρσίῳ ἐοικὼς, οὐ κολάζων, ἀλλὰ ῥύπτων, φησὶ, τὰ ἁμαρτήματα.
and smoke, and the place is rayless; and Acheron also is itself in the middle, he says, like a place of purification, not punishing, but cleansing away, he says, the sins.
ΛΟΓΟΣ ΙΕʹ.
Discourse XV.
Περὶ εὐτελείας τοῦ ἐκτὸς ἀνθρώπου.
On the worthlessness of the outward man.
79 Ἄμφω καὶ πινυτοῖσιν ἐφήρμοσε ταῦτα πάροιθε, 80 Τῷ μὲν κλαυθμὸς ἔην τἀνθάδε, τῷ δὲ γέλως.
79 Both of these also suited wise men of old: 80 to the one the things here were weeping, to the other laughter.
Ἡράκλειτος καὶ Δημόκριτος οὐκ ἐν τῷ αὐτῷ γεγονότες χρόνῳ, φυσικοὶ δὲ ὄντες, ὁμοίως τὴν τοῦδε κόσμου ἀλλεπαλληλίαν διέπαιξαν, ὁ μὲν γελῶν, ὁ δὲ κλαίων· ὁ μὲν γὰρ Δημόκριτος ἐγέλα συνεχῶς τὰ πράγματα, ὁ δὲ Ἡράκλειτος ἔκλαιεν· ἦν δὲ ὁ Δημόκριτος Ἀβδηρίτης, ὁ δὲ Ἡράκλειτος Ἐφέσιος.
Heraclitus and Democritus, not having lived at the same time, yet being natural philosophers, alike mocked the ceaseless succession of this world, the one laughing and the other weeping; for Democritus continually laughed at human affairs, while Heraclitus wept; and Democritus was an Abderite, and Heraclitus an Ephesian.
81 Ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες 82 Δῄουν ἀλλήλους εἵνεκα πορνιδίου.
81 As Trojans and Achaeans, leaping upon one another, 82 slew one another for the sake of a little harlot.
Ἀλέξανδρος ὁ καὶ Πάρις, παῖς ὢν Πριάμου βασιλέως Τρωάδος, ἀφικόμενος εἰς Ἑλλάδα, καὶ παρὰ Μενελάῳ τῷ Ἀτρέως παιδὶ ξενισθεὶς, μοιχεύει τὴν τούτου γυναῖκα Ἑλένην, καὶ ταύτην ἁρπάσας, εἰς Ἴλιον τὴν ἰδίαν ἀπάγει πόλιν. Ἕλληνες οὖν, τῆς Τρωάδος καταστρατοπεδεύσαντες, ἐπ' ἔτεσιν ἱκανοῖς Τρῶας κατέκοπτον, καὶ ὑπ' αὐτῶν κατεκόπτοντο ἕνεκεν τῆς Ἑλένης· ὕστερον δὲ πορθήσαντες καὶ αὐτὸ τὸ Ἴλιον εἷλον, ἐκεῖσε μέντοι οἱ πλείους τῶν ἡρώων ἀναιρεθέντες, παμπληθεὶ δὲ τὴν Ἴλιον ἐξολέσαντες πόλιν.
Alexander, who is also called Paris, being the son of Priam king of the Troad, having come to Greece and having been entertained as a guest by Menelaus son of Atreus, commits adultery with his wife Helen, and seizing her, carries her off to Ilium his own city. The Greeks, therefore, having encamped against the Troad, for many years cut down the Trojans and were cut down by them on account of Helen; and afterwards, having sacked it, they took Ilium itself, though most of the heroes were slain there, while they utterly destroyed the city of Ilium in a body.
Ὑπόθεσις τῆς ποιήσεως. Σχόλιον.
Argument of the poem. Scholion.
Ἡ δὲ τοῦ Τρωϊκοῦ πολέμου αἰτία αὕτη· Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς Νηρέως θυγατρὸς, αὐτὸς μὲν ἐκωλύθη συνελθεῖν αὐτῇ, Προμηθέως μαντευσαμένου, ὡς ὁ ἐξ αὐτῆς γεννηθεὶς, ἐκβάλλει τὸν πατέρα τῆς βασιλείας· δίδωσι δὲ τῷ Αἰακοῦ Πηλεῖ, οὗ πατὴρ ἦν αὐτὸς ὁ Ζεύς. Τῶν δὲ γάμων γενομένων ἐν τῷ Πηλείῳ ὄρει παρὰ Χείρωνι τῷ κενταύρῳ, πάντες εἰς τὴν
And the cause of the Trojan War is this: Zeus, having fallen in love with Thetis the daughter of Nereus, was himself prevented from uniting with her, because Prometheus prophesied that the one born of her casts his father out of the kingdom; so he gives her to Peleus son of Aeacus, whose father was Zeus himself. When the wedding took place on Mount Pelion at the house of Chiron the centaur, all were invited to the
Notes, col. 428

On the reading

Printed αὐτῆς, for αὐτὸς.

PG 38:429Read from the page
εὐωχίαν ἐκλήθησαν οἱ θεοὶ καὶ αἱ θεαὶ, πλὴν Ἔριδος. Ἡ δὲ ὀργισθεῖσα στάσιν ἐπεχείρησεν ἐμβαλεῖν τῷ συμποσίῳ, καὶ χρυσῷ μήλῳ ἐπιγράψασα, Τῌ ΚΑΛῌ, ἔῤῥιψεν εἰς τὸ μέσον, περὶ οὗ τρεῖς ἀνέστησαν φιλονεικοῦσαι, Ἥρα καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ, ἑκάστη φάσκουσα ἑαυτὴν εἶναι καλήν. Ὁ δὲ Ζεὺς δυσωπίας βουλόμενος ἀπαλλάξαι τὰς θεὰς, πέμπει δι' Ἑρμοῦ κριθησομένας πρὸς τὸν ἐν Ἴδῃ ποιμένα Πάριν· πρὸς ὃν ἀφικόμεναι ἐπηγγείλαντο τὰ τῆς κρίσεως δῶρα, ἡ μὲν Ἥρα βασιλείαν αὐτῷ παρέξειν, Ἀθηνᾶ δὲ τὴν ἐν πολέμοις ἀριστείαν, Ἀφροδίτη δὲ τὴν Διὸς καὶ Λήδας θυγατέρα Ἑλένην, κάλλει διαφέρουσαν πασῶν τῶν γυναικῶν· ὁ δὲ ἐπιθυμίᾳ κρατηθεὶς, προέκρινε τὴν Ἀφροδίτην· ἡ δὲ εἰς Λακεδαίμονα πλεύσαντα κελεύει τὴν Ἑλένην ἁρπάσαι, Μενελάου τοῦ ἀνδρὸς αὐτῆς εἰς Κρήτην ἀποδεδημηκότος.
banquet, the gods and the goddesses, except Strife. And she, being angered, undertook to cast dissension into the feast, and having inscribed upon a golden apple, TO THE FAIR ONE, threw it into the midst, over which three rose up contending, Hera and Aphrodite and Athena, each claiming that she herself was fair. And Zeus, wishing to free the goddesses from embarrassment, sends them by Hermes to be judged by Paris the shepherd on Ida; having come to whom they promised the gifts of the judgement: Hera that she would grant him kingship, Athena pre-eminence in wars, and Aphrodite Helen the daughter of Zeus and Leda, excelling all women in beauty; and he, overcome by desire, chose Aphrodite; and she bids him sail to Lacedaemon and carry off Helen, while her husband Menelaus was away in Crete.
83 Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι, 84 Ἀμφὶ συὸς κεφαλῇ θριξί τε χοιριδίαις.
83 And the Curetes fought and the steadfast Aetolians, 84 about a boar's head and swinish bristles.
Μελέαγρος ὁ τῶν Αἰτωλῶν βασιλεὺς, Ἀρτέμιδος καταφρονήσας, τὰς κατ' ἔθος αὐτῇ θυσίας οὐ προσέφερε, μικρὰν εἶναι ταύτην καὶ μηδενὸς ὑπονοήσας ἀξίαν λόγου. Ἄρτεμιν δέ φασιν οἱ μῦθοι τῶν θηρίων καὶ ζώων κρατεῖν· ὀρεστιὰς γὰρ αὕτη, διὸ καὶ ἐλαφηβόλος καλεῖται· βάλλει γὰρ εὐστόχως τὰς ἐλάφους. Τῷ γοῦν Μελεάγρῳ σύαγρον ὑπερμεγέθη πέμπει, καὶ τὴν τούτου κατέβλαπτε χώραν· Μελέαγρος δὲ τοὺς Κουρῆτας εἰς συμμαχίαν καλέσας, ἀναιρεῖ τὸν ἄγριον σύα· λαβὼν δὲ τὴν τοῦ συὸς κεφαλὴν καὶ τὰς τρίχας, τῇ Ἀταλάντῃ ξένιον παρέσχεν· αὕτη δὲ παρθένος γυνὴ καὶ τοξότις. Τοῦτο γνόντες οἱ Κουρῆτες, πόλεμον συνάπτουσι μετὰ τῶν Αἰτωλῶν, καὶ οὕτως ἀλλήλους κατέκοπτον ἀντὶ συὸς κεφαλῆς καὶ χοιριδίων τριχῶν. Ὅμηρος μὲν οὖν φησι κεφαλὴν καὶ δοράν· ὁ μέγας Γρηγόριος δὲ ἀντὶ τῆς δορᾶς, τρίχας φησὶν, εἴτε τοῖς μέτροις ἑπόμενος· ἐλεγεῖον γὰρ,
Meleager the king of the Aetolians, having despised Artemis, did not offer to her the customary sacrifices, supposing her to be small and worthy of no account. Now the myths say that Artemis rules over wild beasts and animals; for she is a mountain-dweller, wherefore she is also called deer-shooter; for she shoots deer with sure aim. To Meleager, then, she sends an enormous wild boar, and it laid waste his country; and Meleager, having summoned the Curetes into alliance, slays the wild boar; and taking the boar's head and the bristles, he presented them as a guest-gift to Atalanta; and she was a maiden woman and an archeress. When the Curetes learned this, they join war with the Aetolians, and thus they cut one another down for a boar's head and swinish bristles. Homer, indeed, says head and hide; but the great Gregory says bristles instead of the hide, either following the metre — for it is an elegiac verse,
PG 38:430Read from the page
Ἀμφὶ συὸς κεφαλῇ θριξί τε χοιριδίαις, προείρηται· εἴτε φυσικῶς παριστῶν· οὐ γὰρ σῦς ἀποδοροῦται.
About a boar's head and swinish bristles, as was said before — or setting it forth according to nature; for a boar is not flayed.
85 Αἰακίδαι μέγ' ἄεισμα θάνον γε μὲν, ὃς μὲν ἐν ἐχθροῖς, 86 Μαινομένῃ παλάμῃ, αὐτὰρ ὃ μαχλοσύνῃ.
85 The Aeacidae, a great theme of song, yet they died, the one among enemies 86 by a maddened hand, and the other through lust.
Αἰακὸς οὗτος υἱὸς ἐγένετο τοῦ Διὸς, δίκαιος τὰ μάλιστα· διό ποτε ἀβροχίας γενομένης ἐν τῇ Ἑλλάδι, ἦλθον πρὸς αὐτὸν οἱ κατ' ἐξοχὴν τῶν πόλεων ἄνδρες παρακαλοῦντες εὔξασθαι τῷ ἰδίῳ πατρὶ ἵνα γένηται ὑετός· ὁ δὲ στὰς καὶ εὐξάμενος, ἔλυσε διὰ τῆς εὐχῆς τοὺς αὐχμοὺς καὶ κατεῤῥύη ὕδωρ πολύ· μάλιστα δὲ καὶ ἐκ τούτου ἐδείχθη ἡ εὐσέβεια τοῦ Αἰακοῦ. Οὗτος οὖν γεννᾷ δύο υἱοὺς, τὸν Πηλέα καὶ τὸν Τελαμῶνα· ὧν ὁ μὲν Πηλεὺς τίκτει τὸν Ἀχιλλέα, ὁ δὲ Τελαμὼν τὸν Αἴαντα, οἵτινες ἐκαλοῦντο Αἰακίδαι, τὴν ἀπὸ τοῦ πάππου τιμὴν ἔνθεν προσφερόμενοι. Ἀχιλλεὺς οὖν μετὰ Ἕκτορος ἀναίρεσιν, Πολυξένην τὴν Πριάμου θυγατέρα βουληθεὶς γῆμαι, εἰσῆλθεν ἐν τῇ πόλει, καὶ κατὰ λόχον τινὰ τοξευθεὶς ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος ὑπὸ Πάριδος θνήσκει. Ἀχιλλεὺς οὖν μετὰ χρόνον Πύῤῥῳ τῷ ἰδίῳ υἱῷ κατὰ τὴν Τροίαν ὄντι, φαίνεται λέγων δεῖν αὐτῷ τυθῆναι τὴν Πολυξένην, δι' ἣν καὶ ἀπώλετο. Πύῤῥος οὖν μετὰ τὴν νίκην Πολυξένην λαβὼν παρὰ τὸν τάφον ἔθυσε τοῦ ἰδίου πατρὸς Ἀχιλλέως. Αἴας δὲ ὁ τοῦ Τελαμῶνος ἀριστεύσας καὶ πρῶτος ἐν τοῖς προμάχοις, ὡς μὲν Γρηγόριος ὁ θεῖός φησιν, ἐν πολέμῳ μαινομένῃ χειρὶ ἀνῃρέθη· ὡς δέ τινες, ἑαυτὸν ἀνεῖλε. Λέγουσι γὰρ, τοῦ Ἀχιλλέως ἀναιρεθέντος, ὡς Αἴας καὶ Ὀδυσσεὺς εἰσῆλθον τὸ πτῶμα τοῦ Ἀχιλλέως λαβεῖν, καὶ Ὀδυσσεὺς, εὐμήχανος ἅτε ὢν καὶ πανοῦργος, Αἴαντα μὲν τὸ σῶμα λαβεῖν Ἀχιλλέως ἠπάτησεν· αὐτὸς δὲ τοὺς πολεμίους ἀπείργει τοῖς ὅπλοις πεφραγμένος. Γενομένοις δὲ κατὰ τὴν ἐκκλησίαν καὶ κρινομένοις περὶ τῶν ὅπλων, Ὀδυσσεῖ τὴν ῥοπὴν Ἕλληνες ἐχαρίσαντο. Αἴας δὲ μανεὶς καὶ παραπλὴξ γενόμενος, δι' ὅλης νυκτὸς τὰ
This Aeacus was a son of Zeus, exceedingly just; wherefore once, when a drought occurred in Greece, the foremost men of the cities came to him beseeching him to pray to his own father that rain might come; and he, standing and praying, broke the droughts through his prayer and much water poured down; and from this especially the piety of Aeacus was shown. He, therefore, begets two sons, Peleus and Telamon; of whom Peleus begets Achilles, and Telamon Ajax, who were called Aeacidae, bearing thence the honour from their grandfather. Achilles, then, after the slaying of Hector, wishing to marry Polyxena the daughter of Priam, entered into the city, and being shot with an arrow in an ambush in the temple of Apollo by Paris, dies. Achilles, therefore, after a time appears to his own son Pyrrhus who was at Troy, saying that Polyxena must be sacrificed to him, on whose account he also perished. Pyrrhus, therefore, after the victory, taking Polyxena, sacrificed her beside the tomb of his own father Achilles. And Ajax the son of Telamon, having excelled in valour and being first among the champions, as the divine Gregory says, was slain in war by a maddened hand; but as some say, he slew himself. For they say that, when Achilles was slain, Ajax and Odysseus went in to recover the corpse of Achilles, and Odysseus, being resourceful and crafty, tricked Ajax into taking up the body of Achilles, while he himself wards off the enemy, fenced about with the arms. And when they came before the assembly and were judged concerning the arms, the Greeks granted the deciding vote to Odysseus. And Ajax, having gone mad and become distraught, through the whole night slaughtered the
PG 38:431Read from the page
τῶν Ἑλλήνων κατέσφαττε ποίμνια καὶ τὰ κτήνη, οἰόμενος αὐτοὺς ἀποκτείνειν· ἡμέρας δὲ γενομένης, γνοὺς ἑαυτὸν ἐξεστακέναι, καὶ τὸν παρὰ πάντων αἰδούμενος γέλωτα, ξίφει λέγεται ἑαυτὸν ἀνελεῖν. Διὸ καὶ θαυμάζουσιν Ἕλληνες, ὡς Αἴας μὲν ἐν τῷ τοῦ Ἕκτορος ἀνῃρέθη ξίφει, Ἕκτωρ δὲ ἐν τῷ τοῦ Αἴαντος ἀνειλκύσθη ζωστῆρι, ὑπ' Ἀχιλλέως ἀναιρεθείς. Καὶ γὰρ τὸν Ἕκτορά ποτε προσκαλεσάμενον τοὺς Δαναοὺς εἰς ἀγῶνα, Αἴας ἐξῆλθεν· ὡς δ' ἐπ' ἀλλήλοις ἦσαν σχεδὸν ἀλλήλους τιτρώσκοντες, τοῖς ἑαυτῶν ἀμφότεροι πεισθέντες ἑταίροις, τῆς πρὸς ἀλλήλους ἐπαύσαντο μάχης· δῶρα δὲ λαμπρὰ παρέσχον ἀλλήλοις. Ἔχει δὲ τὸ ἔπος ὧδε·
flocks and cattle of the Greeks, supposing he was killing them; and when day came, recognizing that he had lost his wits, and ashamed of the laughter of all, he is said to have slain himself with a sword. Wherefore the Greeks also marvel how Ajax was slain by the sword of Hector, while Hector was dragged by the belt of Ajax, having been slain by Achilles. For once, when Hector challenged the Danaans to combat, Ajax went forth; and when they were upon each other, almost wounding one another, both, persuaded by their own companions, ceased from fighting against each other, and gave splendid gifts to one another. And the epic verse runs thus:
Ὣς ἄρα φωνήσας, δῶκε ξίφος ἀργυρόηλον, Σὺν κολεῷ τε φέρων καὶ εὐτμήτῳ τελαμῶνι· Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν·
So having spoken, he gave a silver-studded sword, bringing it with scabbard and well-cut baldric; and Ajax gave a belt bright with crimson;
ἐφ' ὃν ζωστῆρα νεκρὸς ὑπ' Ἀχιλλέως ἐξ ἅρματος εἵλκετο· Αἴας δὲ τῷ τοῦ Ἕκτορος ξίφει, κακῶς τοῦ ζῇν ἀπηλλάγη.
by which belt he was dragged dead behind a chariot by Achilles; and Ajax by the sword of Hector departed miserably from life.
87 Ἀμφιτρυωνίδαο μέγα κλέος, ἀλλ' ἐδαμάσθη, 88 Εἵματι σαρκοφάγῳ κεῖνος ὁ παντολέτης.
87 Great was the renown of the son of Amphitryon, yet he was subdued, 88 that all-destroyer, by a flesh-eating garment.
Πολὺς μὲν ὁ λόγος θρυλλεῖ τὸν Ἡρακλέα, ὅτι υἱὸς ὢν τοῦ Διὸς καὶ Ἀλκμήνης, ἥρως τε ὢν τοὺς δώδεκα ἄθλους ἐξήνυσεν.
Widespread report celebrates Heracles, that being the son of Zeus and Alcmene, and being a hero, he accomplished the twelve labours.
Ἡ δὲ παροῦσα ἱστορία ἐστὶν αὕτη· Οὗτος ὁ Ἡρακλῆς εἶχε γυναῖκα ὀνόματι Δηϊάνειραν, ἣν ἔλαβεν ἐξ Οἰνέως ἀντ' ἔρας τῆς γενομένης Ἀχελῴῳ τῷ ποταμῷ, ἐξ ἧς ἔτεκε καὶ τὸν Ὕλλον. Ταύτην τοίνυν τὴν Δηϊάνειραν ἅμα τῷ λαβεῖν καὶ ἀποφέρειν ἐν τῇ οἰκείᾳ πατρίδι, ἰδὼν ὁ Νέσσος εἷς τῶν κενταύρων ἠράσθη, καὶ κατά τινα ποταμὸν ἠβουλήθη αὐτῇ συγγενέσθαι. Ὁ οὖν Ἡρακλῆς μαθὼν, κατατοξεύει τὴν Νέσσον· ἀποθνήσκων δὲ ὁ Νέσσος, τοῦ αἵματος αὐτοῦ δίδωσι τῇ Δηϊανείρᾳ, ὑπειπών τε καὶ ἀπατήσας, ὅτι Ἔσται
And the present story is this: This Heracles had a wife named Deianira, whom he received from Oeneus in return for the strife that took place with the river Achelous, by whom he also begat Hyllus. Now when he had just taken this Deianira and was carrying her off to his own country, Nessus, one of the centaurs, seeing her, fell in love with her, and at a certain river wished to lie with her. Heracles, therefore, learning of this, shoots Nessus with an arrow; and Nessus, as he was dying, gives some of his blood to Deianira, suggesting and deceiving her, saying: This blood will be
Notes, col. 431

On the reading

Printed ἔρας, for ἔριδος.

Printed τὴν, for τὸν.

PG 38:432Read from the page
σοι τοῦτο αἷμα πρὸς φίλτρον τοῦ Ἡρακλέους, ἵνα, φησὶν, ἐὰν μάθῃς ὅτι ἄλλης ἐρᾷ, χρίσῃς ἐκ τοῦ αἵματος τούτου τὸ ἔνδυμα τοῦ Ἡρακλέους, καὶ μεθιστᾷς αὐτὸν εἰς τὸν ἑαυτῆς πόθον. Τοῦτο οὖν τὸ αἷμα εἶχεν ἡ Δηϊάνειρα. Τοῦ οὖν Ἡρακλέους τῆς Ἰόλης τῆς Εὐρύτου θυγατρὸς ἐρασθέντος, καὶ λαβόντος καὶ διὰ [τῆς] τοῦ Λίχα πέμψαντος ὡς αἰχμάλωτον πρὸς τὴν Δηϊάνειραν, εἰς ἔννοιαν καὶ εἰς ζηλοτυπίαν ἐκινήθη ἡ Δηϊάνειρα· καὶ βουληθεῖσα τὸν ἔρωτα μεταστῆσαι εἰς ἑαυτὴν, τὸν χιτῶνα τοῦ Ἡρακλέους χρίει τῷ αἵματι τοῦ Νέσσου καὶ δίδωσιν ἐνδύσασθαι τῷ Ἡρακλεῖ· τὸ δὲ ἦν ἀνδροφόνον τὸ αἷμα. Ἐνδυσαμένου δὲ τοῦ Ἡρακλέους, ὑφῆψεν ὁ χιτὼν καὶ κατέφλεξε τὸν Ἡρακλέα· οὗτος δὲ καιόμενος καὶ ῥίψας ἑαυτὸν ἐν τῷ πλησίον ποταμῷ, θερμὸν τὸ ὕδωρ ἐποίησεν· ἐξ οὗ λοιπὸν αἱ Θερμοπύλαι μεταξὺ Θετταλίας καὶ Φωκίδος.
to you a love-charm for Heracles, so that, he says, if you learn that he loves another, you may anoint the garment of Heracles with this blood and turn him back to desire for yourself. Deianira, therefore, kept this blood. When Heracles, then, fell in love with Iole the daughter of Eurytus, and took her and sent her through Lichas as a captive to Deianira, Deianira was moved to suspicion and jealousy; and wishing to turn his love back to herself, she anoints the tunic of Heracles with the blood of Nessus and gives it to Heracles to put on; but that blood was deadly. When Heracles put it on, the tunic caught fire and consumed Heracles; and he, burning and casting himself into the nearby river, made the water hot; whence thereafter are Thermopylae between Thessaly and Phocis.
89 Κῦροί τε, Κροῖσοί τε κακὸν μόρον οὐχ ὑπάλυξαν.
89 Both Cyruses and Croesuses did not escape an evil doom.
Κροῖσος Λυδίας ἦν βασιλεὺς πλούσιος σφόδρα, ὡς ἐντεῦθεν δειχθήσεται· Σόλων νομοθέτης ἦν Ἀθηναίων. Οὗτος αἰτούμενος νομοθετῆσαι τοῖς νέοις, ἀπῄτησε τοὺς πολίτας ὅρκον, ὅτι περ δεκαετίαν φυλάσσουσι καὶ στέργουσι τοὺς παρ' αὐτοῦ τιθεμένους νόμους, καὶ λοιπὸν εἰ μὴ συναρέσουσιν αὐτοῖς, τὸ τηνικάδε λύουσι. Τοῦτο δὲ ἐποίησεν, ἵνα τέως προεθίσῃ αὐτοὺς ἐμμεῖναι ἐπὶ ὀλίγον χρόνον τοῖς δόγμασιν· ᾔδει γὰρ, ὡς εἰ γεύσονται τῆς νομοθεσίας, λοιπὸν δυσμεταθέτως σχήσουσιν αὐτῶν. Λαβὼν τοίνυν ὁ Σόλων τὸν ὅρκον παρὰ τῶν Ἀθηναίων καὶ νομοθετήσας αὐτοῖς, ἐξῆλθεν ἀπ' Ἀθηνῶν, ὀφείλων τὴν δεκαετίαν ἔξω ποιῆσαι. Περιπολῶν οὖν τὰς πόλεις, ἦλθε καὶ εἰς Λυδίαν παρὰ Κροῖσον τὸν βασιλέα· ὃν ἐλθόντα ὁ Κροῖσος εἰς θαῦμα θέλων κινῆσαι, ἔπεμψεν
Croesus was king of Lydia, exceedingly rich, as will be shown from what follows; Solon was the lawgiver of the Athenians. He, being asked to legislate for the younger men, demanded an oath from the citizens that for a period of ten years they would keep and be content with the laws laid down by him, and thereafter, if they should not please them, they might then annul them. And this he did in order that for the time being he might accustom them to abide for a short time by the ordinances; for he knew that if they should taste of the legislation, thereafter they would be slow to change them. Solon, therefore, having received the oath from the Athenians and having legislated for them, went out from Athens, being bound to spend the ten years abroad. Travelling about the cities, then, he came also to Lydia to King Croesus; and when he came, Croesus, wishing to move him to wonder, sent him