Δαπτόμενόν τ' ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ, Καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος, Ταρτάρεοί τε μυχοὶ, καὶ δαίμονες ἀγριόθυμοι, Ἄλλαι τετρυμένων τίσιες εἰν ἀΐδῃ· Ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο Τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.
and the ageless liver of a sinner devoured by birds, and a fiery river, and deathless gloom, and recesses of Tartarus, and savage-hearted demons, and other penalties of the tormented in Hades: whosoever should harm glorious Martinianus by prying up his tomb, may he bear all these terrors.
Οὔρεά σοι, καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι Τέρπῃ πυροφόροις, τετραπόδων τ' ἀγέλαις· Καὶ χρυσοῖο τάλαντα, καὶ ἄργυρος, εὐγενέες τε Λᾶες, καὶ Σηρῶν νήματα λεπταλέα· Πάντα βίος ζώοισι· λίθοι δ' ὀλίγοι τε φίλοι τε Τοῖς φθιμένοις. Σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,
Mountains are yours, and sea, O reckless one, and you delight in wheat-bearing plains and herds of four-footed beasts, and talents of gold, and silver, and noble stones, and fine threads of the Seres: all things life gives to the living, but to the dead a few dear stones. Yet even here you lay your hand upon me,