Δούλιον Ἀσσυρίηθε φυγὼν ζύγον, ὃς πρὶν ἔτειρε, Καὶ νηοῦ μεγάλοιο θεμείλια χερσὶ βάληται. Τὴν μὲν ἐγὼ πανάποτμος ἐπεὶ λίπον, οὔποτ' ἔληξα Ἱμείρων. Χαλεπὸν δὲ πάθος κατὰ γῆρας ἔχευε, Καὶ κύπτω ποτὶ γαῖαν, ἐνὶ φρεσὶ πένθος ἀέξων, Ἁζόμενος θνητούς τε καὶ ἀθάνατον Βασιλῆα, Εἵμασί τε κραδίῃ τε κατηφιόων, καὶ ἄναυδος, Ἕλκων οἶκτον Ἄνακτος ὀϊζύϊ, ὃς χθαμαλοῖσιν Εὐμενέων πάντεσσιν ὑπερφιάλους ἀθερίζει· Οἷον δ' ἐξ ἱερῆς Σολύμων κατιόντα πόληος Ἱεριχοῦς πτολίεθρον ἐπὶ κλυτὸν, ὡς ἐνέπουσι, Φῶρες ἀδηλήσαντο κακοὶ λοχόωντες ὁδίτην, Οἳ μὲν τὸν πληγῇσιν ἀεικελίῃσι τεμόντε,, Εἵματά τ' ἐκδύσαντες ἅ μιν σκέπε, νηλέϊ θυμῷ
fleeing out of Assyria the servile yoke which formerly oppressed him, and may lay with his hands the foundations of the great temple. Since I, all-hapless, left that land, never have I ceased longing for it. And grievous suffering has poured old age down upon me, and I bow towards the earth, increasing sorrow within my breast, standing in awe of both mortals and the immortal King, downcast in both raiment and heart, and speechless, drawing the pity of the Sovereign by my misery, Who, showing favour to all the lowly, scorns the arrogant; even as, going down from the sacred city of Solyma unto the renowned citadel of Jericho, so they tell, wicked thieves lying in ambush harmed a traveller, who, cutting him with unseemly blows, and stripping off the garments that covered him, with pitiless heart