Τούτους ἂν εὕροις τοῖς μὲν ἄλλοις δόγμασιν Ἀσυνθέτους τε καὶ διεστῶτάς τισι Τοῖς περὶ νοητῶν καὶ ὁρωμένων λόγοις, Θεοῦ προνοίας, ἰδεῶν χ' εἱμαρμένης, Ὕλης ἀπείρου, συνθέσεώς τε σωμάτων, Ψυχῆς, νοός τε καὶ πλάνης αἰσθήσεων· Ἐξ ὧν Στοαί τε καὶ προσώπων ὀφρύες, Ἀκαδημίαι τε καὶ πλοκαὶ Πυῤῥωνίων, Σκέψεις, ἐφέξεις, τεχνικῶν ληρήματα· Ἀσυνθέτους μὲν ταῦτα, πάντας δ' ἐξ ἴσου Ἐπαινέτας δὲ τοῦ καλοῦ καὶ σύμφρονας, Οὐδὲν τιθέντας τῆς ἀρετῆς ἀνώτερον, Κἂν μυρίοις ἱδρῶσι καὶ πολλοῖς πόνοις Χρόνῳ τε μακρῷ τυγχάνῃ κρατουμένη.
These men you would find in their other doctrines disagreed and at variance in certain discourses concerning things intelligible and things seen—God's providence, ideas and fate, infinite matter, and the composition of bodies, soul, mind, and the error of the senses; whence come Stoas and supercilious brows of countenances, Academies and tangles of Pyrrhonians, scepticisms, suspensions of judgement, idle talk of technicians—disagreed in these matters, yet all alike praisers of the good and of one mind, setting nothing higher than virtue, even though it prove to be mastered by countless sweats and many labours and long time.
Μεμνήσομαι δὲ, δείγματος χάριν, τινῶν,
And I shall make mention, for the sake of an example, of certain men,