Τοίχων, ὀρόφων καὶ ψηφῖδος πεδοστιβοῦς· Ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς Ειρχθεὶς, ὅθεν προῆλθεν, ἄξιος τάφων, Ὁ δ' ἐν προσθήκῃ, καὶ προσαστράπτων πότοι⟨ς⟩· Ἵπποι, τάπητες, ἅρμαθ', ἁρματηλάται, Κύνες, κυνηγοὶ, θηρίων ἰχνεύμονες· Καὶ ταῦτα δὴ τὰ τερπνὰ, δεσποίνης κακῆς, Γαστρὸς, πόρου τε πανδόχου λαιμοῦ χάρις· Στρῶται, θυρωροὶ, κλήτορες, κοιμήτορες, Ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, Γεῦσται, σκιασταὶ, νευμάτων ἐπίσκοποι, Λοῦσται, κερασταὶ δακτύλων ὑψώμασι, Κοῦραν γυναῖκες, ὀμμάτων ἡδύσματα· Τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός.
of walls, of roofs, and of pebble-paved floor trodden underfoot; silver, some shut up hidden in the bosoms of the earth whence it came forth, worthy of tombs, and some on display, and flashing besides at drinking-bouts; horses, carpets, chariots, charioteers, hounds, huntsmen, trackers of wild beasts; and these very delights, the gratification of an evil mistress, the belly, and of an all-receiving gullet's passage: couch-spreaders, doorkeepers, summoners, chamberlains, flower-bearers, perfume-sprinklers, wipers of platters, tasters, shade-bearers, watchers of nods, bath-attendants, cup-bearers at the liftings of fingers, youths cropped like women in their hair, seasonings for the eyes; all these belong to a wealthy tomb, to painted dust.