Ἐν πτηνοῖσι πέλεια, ἐν ἄλσεσιν ἔρνος ἐλαίης, Καὶ κρίνον ἐν πεδίοισι, καὶ ἐν πελάγευσι γαλήνη. Παρθένε, κόσμον ἅπαντα, καὶ ὁππόσα τερπνὰ βίοιο Ὠσαμένη, Χριστοῦ πέλας ἵστασο λαμπετόωντος, Καὶ χερὶ χειρὸς ἑλοῦσα, τεῆς ἄγε παστάδος εἴσω, Τερπνῆς, ἡδυπνόοιο, θυώδεος· ὥς κε μύροισι Μίξαις οὐρανίοισι μύρον τεὸν, ἔνθα χυθεῖσιν. Ἀφράστοισι πόθοισι πόθους, καὶ κάλλεϊ κάλλος, Κρυπτὸν κρυπταδίῳ, καὶ αἰγλήεντι φαεινὸν, Χριστὸν ἔχοις μορφῆς ἐρικυδέος ἐσθλὸν ἐραστὴν, Χριστὸν ἐεδνωτήν. Χριστὸς δ' ἀνέῳξε καλύπτρην,
among winged birds a dove, in groves an olive shoot, and a lily in the plains, and calm upon the seas. O Virgin, having thrust away every adornment and whatsoever pleasures of life there be, stand near unto radiant Christ, and taking His hand with your hand, lead Him within your bridal chamber, delightful, sweet-breathing, fragrant; so that with heavenly ointments poured out there you may mingle your ointment. Matching longings with ineffable longings, and beauty with beauty, hidden with hidden, and shining with resplendent, may you have Christ as noble lover of your glorious form, Christ as giver of bridal gifts. And Christ opened the veil,