Τῶν σὺ μνωομένη, τήρει βίον ἁγνὸν Ἄνακτι, Πάμπαν ἐν ἐλπωρῇσιν ἀμείνοσι, μή σε δολώσῃ Χρειὼ, ἥ τε τάχιστα καὶ ἔμφρονα φῶτα δαμάζει. Τοὔνεκα καὶ δολόμητις, ἐπεὶ Χριστοῦ βασιλῆος Εἰς πεῖραν καθέηκε, Θεὸν βροτὸν ἄμμιγα λεύσσων Πεινάοντ', ἐκέλευσε λίθους εἰς εἶδαρ ἀμεῖψαι, Ὥς κεν χρηΐζοντα ἐν ἄρκυσιν ᾗσιν ἕλῃσιν. Ἀλλὰ Θεοῦ μὲν ἅμαρτε, σὲ δὲ βροτὸν οὔλια σαίνει Ὡς βροτόν. Ἀλλὰ Θεοῦ γε πέλοις, καὶ τῆλε διώκοις Ἐχθρὸν, ὅλη μίμνουσα Θεοῦ, καὶ σαρκὸς ὕπερθεν. Μηδ' ὡς ἐν πλεκτοῖο χοροῦ περιηγέϊ κύκλῳ, Τὸν μὲν δεξιτερῇ κατέχοις, ἄλλον δέ τε λαιῇ, Ἴσον ἐφαπτομένη καὶ σχιζομένη θεότητος, Ἥμισυ μὲν Χριστοῖο, τόδ' ἥμισυ σαρκὸς ἐοῦσα·
Remembering these things, keep your life pure for the Sovereign Lord, altogether in better hopes, lest want beguile you, which most swiftly subdues even a prudent man. Wherefore also the wily-minded one, when he set himself to the tempting of Christ the King, beholding God and mortal together hungering, bade Him change stones into food, so that he might take Him, being in need, in his nets. Yet of God indeed he missed the mark, whereas upon you, a mortal, he fawns banefully as upon a mortal. Yet belong to God, and drive far away the enemy, abiding wholly God's, and above the flesh. Neither, as in the rounded circle of a woven dance, hold one with your right hand, and another with your left, equally touching and being severed from the Godhead, being half Christ's, and this half the flesh's;