Οὐδ' εἴ μοι χρυσοῖο, καὶ ἠλέκτροιο τάλαντα, Καὶ πεδία χλοάοντα καὶ εὐρέα πώεα δοίης, Καὶ δόμον αἰγλήεντα, καὶ Ἀλκινόοιο τράπεζαν, Οὐδ' εἴ μοι βίον ἄλλον ἀγήραον ἀντὶ παρόντος, Οὐδέ κεν ὣς λιπόχριστον ἐγὼ βίον αἰσχρὸν ἑλοίμην. Ἄρτος ἐμοὶ στείνοιτο, ποτὸν τὸ ὕδωρ ποθέοιτο· Φύλλα συκῆς μ', ὡς πρόσθεν Ἀδὰμ Εὐάν τε, καλύπτοι Καὶ σήραγγας ἔχοιμι πετρῶν δόμον, ἤ τινα φηγοῦ Κευθμῶνα, σχέδιόν τε βίον, καὶ θηρσὶν ὁμοῖον· Ἤ τινα πὰρ πυλεῶνα βεβλημένος, ἄχθος ἀρούρης, Ἀνδρὸς ὑπερφιάλοιο, πένης, καὶ Λάζαρος ἄλλος, Ἕλκοιμι ζωήν τε λυγρὴν καὶ σῶμα πονηρόν. Νῦν τάδε, χάσμα δ' ἔπειτα, καὶ ἄντιτα πάντα τὰ τερπνά.
Not even if you should give me talents of gold and of electrum, and verdant plains and wide flocks, and a gleaming house, and the table of Alcinous, nor even if you should give me another, ageless life in place of the present one, not even so would I choose a shameful life that forsakes Christ. Let bread be scant for me, let water be craved as drink; let fig-leaves cover me, as formerly Adam and Eve, and may I have clefts of rocks for a house, or some hollow of an oak, and an improvised life, like unto wild beasts; or cast beside some gateway of an overweening man, a burden of the earth, a pauper, and another Lazarus, may I drag out a dismal life and an afflicted body. Now these things, and hereafter the chasm, and all pleasant things requited.