Κάλλος τ', εὐκλείην, πλουτον, γένος, ὄλβον, ἅπαντα Ῥίψαντες, κακότητος ἀπηνέος ἔκγονα τερπνὰ, Ἔνθεν ἀνεγρόμενοι, ζωῆς ἐπιβῶμεν ἐλαφρῆς, Ἁγνότατοι καθαροῖσιν ὁμόφρονες οὐρανίοισιν, Ὥς κεν δὴ μεγάλοιο Θεοῦ τελέθοντες ὀπηδοὶ, Γηθόσυνοι μέλπωμεν ἑόρτιον ὕμνον ἄνακτι· Εἰς δὲ γάμον λήξαντες, ἀπ' ἀγλαΐης παραδείσου, Καὶ γαῖαν πολύμοχθον, ἅ θ' ἕσπεται ὀλλυμένοισιν, Ἔμπαλιν ἐξ ἀδέτοιο βίου πρὸς κῦδος ἴωμεν, Καὶ φυτὸν ἄλσεος ἐσθλὸν, ὅθεν πέσον ἀφραδίῃσι.
having cast away beauty, renown, wealth, birth, prosperity, all the pleasant offspring of harsh wickedness, rising up thence let us set foot upon a nimble life, most pure and of one mind with the pure heavenly ones, so that, being attendants of great God, we may joyfully sing a festal hymn to the King; and having ended in marriage after the splendour of paradise, and in the much-toiling earth, and all that attends perishing mortals, let us go back again from an unbound life towards glory, and the noble tree of the grove, whence I fell in folly.
Τοῖα καὶ ἀζυγίη θεοείκελος. Οἱ δὲ δικασταὶ Συζυγίην ποθέοντες, ὅμως στέψουσι κάρηνον
Such things spoke godlike celibacy also. And the judges, though desiring wedlock, will nevertheless crown the head