Ἡμετέρου, καθαρῷ δὲ νόῳ λεῦσειας ἅπαντα, Δήεις παρθενίην μὲν ὅλην ἀνάθημα Θεοῖο, Χρυσοῦ τ' ἠλεκτροῦ τε φαάντερον, ἠδ' ἐλέφαντος, Εὔσκοπον, εὐδιόωσαν, ἐΰπτερον, ὑψικάρηνον, Κούφην, παμφανόωσαν, ἄνω χθονὸς, ἀστήρικτον Γαίης ἐν γυάλοισιν, ἐν ἄστεϊ δ' εὐρυθεμέθλῳ Οὐρανίῳ, καὶ σαρκὸς ἀπόπροθι ναιετάουσαν, Χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσαν ἀγήρω Ζωὴν, τῇ δ' ἑτέρῃ πλοῦτον καὶ κῦδος ἄπαυστον· Οὐχ ὡς δὴ φερέοικον ὑπ' ἄχθεϊ ὀστρακόεντι Ἕλκουσαν μογερῶς ὑγρὸν δέμας ἴχνεσι νωθροῖς, Οὐ Χριστῷ καὶ σαρκὶ μεριζομένην βασιλῆϊ, Οὐδὲ, ὡς ἀμφιβίοισι νόμος, καὶ χέρσον ἔχουσαν
—our [sun]—and with a pure mind gaze upon all things, you shall find virginity wholly a votive offering of God, brighter than gold and amber and ivory, keen-sighted, serene, fair-winged, lofty-crested, light, all-shining, above the ground, unfixed in the hollows of earth, and dwelling in the broad-founded heavenly city and far away from the flesh, with one of her two hands holding fast unaging life, and with the other wealth and unceasing glory; not like a house-carrier [snail] beneath a shelly burden toilsomely dragging a dank body with sluggish tracks, not divided between Christ and flesh as king, nor, as is the law for amphibians, holding both dry land