Εἶξεν ἐπειγομένοισιν, ὁδὸς δ' ἐπὶ γαῖαν ἐτύχθη Ῥηϊδίη, τὴν αὐτὸς ὑπέσχεο καὶ κατένευσας. Αὐτὸς δ' οὐρανίην οἶμον μερόπεσσιν ἔδειξας Ὕστατον, ἀρχαίῃ δὲ νέην ἐπέμιξας ἀταρπὸν, Εὖτε Θεὸς θνητός τε κραθεὶς, ἐπὶ γαῖαν ὁδεύσας Ἡμετέρην, αὖθις δὲ πρὸς οὐρανὸν ἔνθεν ἀερθεὶς, Ἴξεαι ἐλδομένοισι φαάντερος, ἢ τὸ πάροιθεν. Αὐτὸς καὶ πελάγους ἐπεβήσαο, σοῖς δὲ πόδεσσιν Οἶδμα πέσεν, χαλεποῖσι βιαζόμενον ἀνέμοισιν. Ἀλλὰ μάκαρ, καὶ ἐμοί γε συνέμπορος ἐλθὲ καλεῦντι Σήμερον, εὐοδίην δὲ πόροις, καὶ ἄγγελον ἐσθλὸν, Πομπὸν, ἀλεξητῆρα, βοηθόον, ὄφρα με πάντων Ἠματίων νυχίων τε κακῶν ἄπο τηλόθ' ἐέργων, Καὶ τέλος ἐσθλὸν ὁδοῖο χαριζόμενος μογέοντι, Οἴκοθεν ἀρτεμέοντα, καὶ οἴκαδέ μ' αὖθις ἀγινοῖ
yielded to them hastening, and an easy way was made unto the land, which Thou Thyself promised and nodded in assent. And at the last Thou Thyself showed unto mortals the heavenly path, and mingled the new path with the ancient, when, blended as both God and mortal, having journeyed upon our earth, and thence been lifted up again towards heaven, Thou shalt come unto those who long for Thee brighter than aforetime. Thou Thyself also stepped upon the sea, and beneath Thy feet the surge fell, though forced by harsh winds. Yet, O blessed One, come also to me as fellow-traveller when I call Thee today, and may Thou grant a prosperous journey, and a good angel, an escort, an averter of ill, a swift helper, that warding me far away from all ills of day and of night, and granting a good end of the road to me who toil, safe and sound from home, he may lead me homeward again