Migne Reading Room

PG 37 · cols. 512–517 · Read from the page

Poems

Poems

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 37:512Read from the page
Φῶς ἐκ φωτὸς ἀνάρχου, Καὶ Πνεύματος ταμίας, Τριττοῦ φωτὸς εἰς μίαν Δόξαν ἀθροιζομένου· Ὃς ἔλυσας τὸ σκότος, Ὃς ὑπέστησας τὸ φῶς, Ἵν' ἐν φωτὶ τὰ πάντα κτίσῃς, Καὶ τὴν ἄστατον ὕλην Στήσῃς μορφῶν εἰς κόσμον, Καὶ τὴν νῦν εὐκοσμίαν· Ὃς νοῦν ἐφώτισας ἀνθρώπου Λόγῳ τε καὶ σοφίᾳ, Λαμπρότητος τῆς ἄνω Καὶ κάτω θεὶς εἰκόνα, Ἵνα φωτὶ βλέπῃ τὸ φῶς, Καὶ γένηται φῶς ὅλος. Σὺ φωστῆρσιν οὐρανὸν Κατηύγασας ποικίλοις. Σὺ νύκτα καὶ ἡμέραν Ἀλλήλαις εἴκειν ἠπίως
Light from unoriginate Light, and Steward of the Spirit, of the threefold Light gathered into one glory; Who didst loose the darkness, Who didst establish the light, that in light Thou mightest create all things, and fix unstable matter into a world of forms, and into the present fair order; Who didst enlighten the mind of man with reason and wisdom, setting even below an image of the brightness above, that by light he might see the Light, and become wholly light. Thou didst illumine heaven with manifold luminaries. Thou, night and day to yield gently to one another
PG 37:513Read from the page
Ἔταξας, νόμον τιμῶν Ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους Τῆς πολυμόχθου σαρκός· Τῇ δ' ἤγειρας εἰς ἔργον, Καὶ πράξεις τάς σοι φίλας, Ἵνα τὸ σκότος φυγόντες Φθάσωμεν εἰς ἡμέραν, Ἡμέραν τὴν μὴ νυκτὶ Τῇ στυγνῇ λυομένην. Σὺ μὲν βάλοις ἐλαφρὸν Ὕπνον ἐμοῖς βλεφάροις, Ὡς μὴ γλῶσσαν ὑμνῳδὸν Ἐπὶ πολὺ νεκροῦσθαι. Μήτ' ἀντίφωνον ἀγγέλων Πλάσμα σὸν ἡσυχάζειν. Σὺν σοὶ δὲ κοίτη εὐσεβεῖς Ἐννοίας ἐταζέτω, Μηδέ τι τῶν ῥυπαρῶν Ἡμέρας νὺξ ἐλέγχῃ, Μηδὲ παίγνια νυκτὸς Ἐνύπνια θροείτω· Νοῦς δὲ καὶ σώματος δίχα Σοὶ, Θεὲ, προσλαλείτω, Τῷ Πατρὶ, καὶ τῷ Υἱῷ,
Thou appointed, honouring a law of brotherhood and friendship. And by the one Thou stayed the toils of the much-labouring flesh; by the other Thou roused unto work, and deeds dear to Thee, so that fleeing the darkness we may attain unto day, the day not dissolved by hateful night. May Thou indeed cast light sleep upon my eyelids, lest the hymn-singing tongue be deadened for long, nor Thy fashioned creature, antiphonal to the angels, keep silent. And with Thee let my couch examine pious thoughts, nor let night convict aught of the foul things of day, nor let dreams, toys of night, trouble me; and let my mind, even apart from the body, converse with Thee, O God, the Father, and the Son,
PG 37:514Read from the page
Καὶ τῷ ἁγίῳ Πνεύματι, ᾯ τιμὴ, δόξα, κράτος, Εἰς τοὺς αἰῶνας. Ἀμήν.
and the Holy Spirit, to Whom be honour, glory, might, unto the ages. Amen.
ΛΓʹ. Εὐχαριστήριον.
XXXIII. Thanksgiving.
Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὐρανὸς ἐπλήσθη δόξης σέο, πᾶσά τε γαῖα Σῆς σοφίης. Θεὸς Υἱὸς ὁ σὸς Λόγος ἔκτισε παντα. Σὸν ἅγιον Πνεῦμα ζωὴν πάντεσσι χορηγεῖ. Ἱλήκοις κόσμῳ θεία Τριάς· ἷλαθι δ' ἡμῖν, Υἱὲ Θεοῦ κατὰ πνεῦμα, καὶ ἀνθρώπου κατὰ σάρκα, Ὅστις ἐπὶ σταυροῖο μόρον τέτληκας ἐπισπεῖν, Οἷα βροτός· τριτάτῃ δὲ πύλας λίπες ἀϊδονῆος, Οἷα Θεός· θανάτου γὰρ ἔλυσας δεσμὸν ἀναστὰς, Καὶ βροτέῃ γενεῇ φύσιν ὤπασας, οἷα καὶ ἡμᾶς Ζώειν ἤματα πάντα, σὲ δ' ἄμβροτον αἰὲν ἀείδειν.
Thanks be to Thee, O King of all, and Maker of all. Heaven was filled with Thy glory, and all the earth with Thy wisdom. God the Son, Thy Word, created all things. Thy Holy Spirit supplies life to all. May Thou be gracious to the world, O divine Trinity; and be gracious to us, O Son of God according to the spirit, and of man according to the flesh, Who endured to meet doom upon the cross, as a mortal; and on the third day left the gates of Hades, as God; for having risen Thou loosed the bond of death, and bestowed upon the mortal race a nature, such that we too live all our days, and ever sing Thee the immortal One.
Notes, col. 514

On the reading

Printed παντα, for πάντα.

PG 37:515Read from the page
ΛΔʹ. Εὐχαριστήριον ἄλλο.
XXXIV. Another thanksgiving.
Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Σοὶ χάρις· ὃς τὰ νοητὰ λόγῳ, τά θ' ὁρατὰ κελεύσει Στῆσας τ' οὐ πρὶν ἐόντα, καὶ ἐξ ἀφανοῦς κατέδειξας. Σὸν θρόνον ἀμφιέπουσιν ἀκήρατοι ὑμνητῆρες, Ἔνθεν μυριάδες, καὶ χιλιάδες πάλιν ἔνθεν, Ἀγγελικῆς στρατιῆς πυρόεις χορὸς, ἄφθιτοι ἀρχὴν Λαοὶ πρωτοτόκων, καὶ λαμπομένων χορὸς ἄστρων· Πνεύματα θεσπεσίων ἀνδρῶν, ψυχαί τε δικαίων, Πάντες ὁμηγερέες, καὶ σὸν θρόνον ἀμφιέποντες, Γηθοσύνῃ τε, φόβῳ τε διηνεκὲς ἀείδουσι Ὕμνον ἀνυμνείοντες ἀκήρατον, ἦ καὶ ἄπαυστον· Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὗτος ἀκήρατος ὕμνος ἐπ' οὐρανίοιο χοροῖο. Ναὶ λίτομαι κἀγὼ, Πάτερ ἄφθιτε, καὶ γόνυ κάμπτω
Thanks be to Thee, O King of all, and Maker of all. Thanks be to Thee, Who both established by Thy word the intelligible things, and by Thy command the visible things, when formerly they were not, and showed them forth out of the unseen. Unaging hymners tend Thy throne, myriads on this side, and thousands again on that, the fiery choir of the angelic host, peoples of the firstborn imperishable from the beginning, and the choir of shining stars; spirits of divinely inspired men, and souls of the righteous, all gathered together, and tending Thy throne, in both gladness and fear continually sing, chanting an unaging, yea and unceasing hymn: Thanks be to Thee, O King of all, and Maker of all. This is the unaging hymn in the heavenly choir. Yea, I too entreat Thee, O imperishable Father, and bend the knee
Notes, col. 515

On the reading

Printed Στῆσας τ', for Στῆσάς τ'.

PG 37:516Read from the page
Ἡμετέρης κραδίης, Πάτερ ἄμβροτε, καὶ νόος ἔνδον Πρηνής σου προπάροιθε· κάρη δέ μοι ἐς χθόνα νεύει Λισσομένῳ· κεῖμαι δ' ἱκέτης, καὶ δάκρυα χεύω. Οὐδὲ γὰρ ἄξιός εἰμι πρὸς οὐρανὸν ἀντία λεύσσειν Ἀλλὰ σύ μ' οἰκτείροις, ἐλέους Πάτερ, ἷλαος ἔσσο Σῷ κινυρῷ θεράποντι· σάου δέ με χεῖρα τανύσσας Ἐξ ὀνύχων θανάτοιο, νοήματα πάντα καθήρας. Μή μ' ἀπογυμνώσῃς σοῦ Πνεύματος, ἀλλ' ἔτι μᾶλλον Χεῦε μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἐμοῖσιν· Ὄφρα σε καὶ κραδίῃ, καὶ χείλεσι καλὸν ἀείσω. Ὥσπερ ἐμῷ γενετῆρι, σῷ θεράποντι παρέστης, Δὸς καὶ ἐμοὶ καθαρὸν βίοτον, καθαράν τε τελευτήν, Ἐλπωρήν τε τυχεῖν ἀγαθὴν, ἔλεόν τε, χάριν τε· Πάντα δ' ἀμαλδύνει, ὅσα ἤλιτον ἐκ νεότητος,
of my heart, O immortal Father, and my mind within is prostrate before Thee; and my head bows to the earth for me as I entreat Thee; and I lie a suppliant, and shed tears. For neither am I worthy to look straight towards heaven, yet may Thou pity me, O Father of mercy, be gracious to Thy wailing servant; and save me, stretching forth Thy hand, from the talons of death, having cleansed all my thoughts. Strip me not of Thy Spirit, but rather still pour strength and courage into my breast; that both with heart and with lips I may nobly sing Thee. Just as Thou stood beside my father, Thy servant, grant unto me also a pure life, and a pure end, and to obtain good hope, and mercy, and grace; and blot out all things whatsoever I sinned from youth,
PG 37:517Read from the page
Ὡς ἀγαθὸς βασιλεύς· ὅτι σοὶ χάρις ἤματα πάντα, Σοὶ χάρις ἤματα πάντα, καὶ εἰς αἰῶνας ἅπαντας.
as a good King; for thanks be to Thee all our days, thanks be to Thee all our days, and unto all ages.
ΛΕʹ. Ἐπίκλησις πρὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως.
XXXV. Invocation before the reading of the Scriptures.
Κλῦθι, Πάτερ Χριστοῦ πανεπίσκοπε, τῶνδε λιτάων Ἡμετέρων· μολπὴν δὲ χαρίζεο σῷ θεράποντι Θεσπεσίην. Ζαθέην γὰρ ἐς ἀτραπὸν ἴχνος ἐλαύνων Οὗτος, ὃς αὐτογένεθλον ἐνὶ ζωοῖς Θεὸν ἔγνω, Καὶ Χριστὸν θνητοῖσιν ἀλεξίκακον βασιλῆα· Ὅς ποτ' ἐποικτείρας μερόπων γένος αἰνὰ παθόντων Πατρὸς ὑπ' ἐννεσίῃσιν ἑκὼν ἠλλάξατο μορφήν. Γίγνετο δὲ θνητὸς Θεὸς ἄφθιτος, εἰς ὅκε πάντας Ταρταρέων μογέοντας ὑφ' αἵματι λύσατο δεσμῶν.
Hear, O all-overseeing Father of Christ, these our prayers; and grant divine song unto Thy servant. For driving his step into the sacred path is this man, who knew among the living the self-begotten God, and Christ, the evil-averting King for mortals; Who once, taking pity on the race of articulate men who suffered dread things, willingly exchanged His form at the Father's counsels. And immortal God became mortal, until by His blood He ransomed from Tartarean bonds all who laboured.
Δεῦρ' ἴθι νῦν, ἱερῆς καὶ ἀκηρασίης ἀπὸ βίβλου
Come hither now, from the holy and undefiled book