Δι' ὃν ἥλιος προλάμπει, Δι' ὃν ὁ δρόμος σελήνης, Δι' ὃν ἄστρων μέγα κάλλος, Δι' ὃν ἄνθρωπος ὁ σεμνὸς Ἔλαχε νοεῖν τὸ θεῖον, Λογικὸν ζῶον ὑπάρχων. Σὺ γὰρ ἔκτισας τὰ πάντα Παρέχων τάξιν ἑκάστῳ, Συνέχων τε τῇ προνοίᾳ. Λόγον εἶπας, πέλεν ἔργον. Ὁ Λόγος σου Θεὸς Υἱός· Ὁμοούσιος γάρ ἐστιν, Ὁμότιμος τῷ τεκόντι, Ὃς ἐφήρμοσεν τὰ πάντα, Ἵνα πάντων βασιλεύσῃ. Περιλάμβανον δὲ πάντα Ἅγιον Πνεῦμα τὸ θεῖον Προνοούμενον φυλάσσει. Τριάδα ζῶσαν ἐρῶ σε, Ἕνα καὶ μόνον μονάρχην, Φύσιν ἄτρεπτον, ἄναρχον, Φύσιν οὐσίας ἀφράστου, Σοφίας νοῦν ἀνέφικτον, Κράτος οὐρανῶν ἄπταιστον, Ἄτερ ἀρχῆς, ἀπέραντον,
through Whom the sun shines forth, through Whom is the course of the moon, through Whom is the great beauty of the stars, through Whom reverend man obtained by lot to perceive the divine, being a rational living creature. For Thou didst create all things, bestowing order upon each, and holding them together by Thy providence. Thou didst speak a Word, and the work came to be. Thy Word is God the Son; for He is consubstantial, equal in honour with Him Who begot Him, Who fitted all things together, that He might reign over all things. And embracing all things, the divine Holy Spirit guards them in providence. Living Trinity shall I call Thee, One and sole Monarch, immutable, unoriginate Nature, Nature of ineffable essence, unattainable Mind of wisdom, unfailing Might of the heavens, without beginning, boundless,