Τὴν μὲν ὅγ', αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, Αἳ Χριστὸν κατάγουσιν ἀφ' αἵματος ἀρχεγόνοιο; Πῶς δ' ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ' ἐν παύροισιν ἔληξεν; Ἐς Δαυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ Συμφέρεθ' ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ' ἐπιπείθεο μύθῳ· Δαυῖδαι, Σολομών τε, Νάθαν τ' ἔσαν, ὧν ὁ μὲν εἷλκεν Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα· Αὐτὰρ ὅγ' εὐαγέων τε φαεινοτάτων θ' ἱερήων. Χριστὸς δ' ἀμφότερ' ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. Τούνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ Τοὺς Σολομωντιάδας, Λουκᾶς δ' ἐς Νάθαν ὄρουσεν.
the one set down that lineage in his books, and the other this one, which bring Christ down from the first-born blood? And how did the one end in more generations, and the other in few? Unto King David the stream of the race is undivided in both; thereafter it flows in two, and at the last comes together as though journeying unto a boundless sea, Christ. Thus might you perceive it, and obey my word: sons of David were both Solomon and Nathan, of whom the one drew, even as the stream of a great river, royal blood; whereas the other drew that of holy and most glorious priests. And Christ was both, great King and High Priest. Therefore Matthew wrote down by the divine Spirit the descendants of Solomon, while Luke sped to Nathan.