Καὶ τὴν φθαρεῖσαν εἰκόνα κτίσῃ πάλιν, Ἐγγίνεθ' ἡμῖν. Ἐν γὰρ ἁγνῇ παρθένῳ Κυΐσκεταί τε καὶ προέρχεται Θεός. Ὅλος Θεός τε καὶ βροτὸς, σώζων μ' ὅλον, Υἱὸς νοούμενός τε καὶ ὁρώμενος. Ἀνθρωπολάτρης εἰμί σοι, σέβων ὅλον Τὸν συντεθέντα μυστικῶς ἐμοὶ Λόγον Αὐτὸν Θεόν τε καὶ βροτὸν σωτήριον. Σὺ σαρκολάτρης, εἰσάγων ἄνουν ἐμὲ, Ἄν σου τὸ κομψὸν πειθανῶς ἀντιστρέφω. Ἢ τοῦτο δέξαι, φίλτατ', ἢ κἀμοὶ πάρες, Εἴπερ δίκαιος τοῦ λόγου μένεις βραβεὺς, Εἴ σοι τὸ χεῖρόν ἐστιν ἐκ Θεοῦ Θεὸς (Χεῖρον γὰρ ἡ σὰρξ τοῦ κατ' εἰκόνα πολὺ), Κάμοὶ τὸ κρεῖσσον· νοῦς γὰρ ἔγγιον Θεοῦ.
and create anew the corrupted image, He comes to be among us. For in a pure virgin God is both conceived and comes forth, whole God and mortal, saving me whole, the Son both apprehended by mind and seen. A man-worshipper am I in your eyes, revering as a whole the Word mystically compounded for me, Himself both God and saving mortal; you are a flesh-worshipper, introducing me as mindless, if I plausibly turn back your cleverness. Either accept this, dearest friend, or grant to me as well, if indeed you remain a just arbiter of the argument, that if for you the worse part is God from God (for the flesh is far worse than that which is according to the image), for me also is the better part; for mind is nearer to God.