Ἤθελε μὲν νοερὰν στῆναι φύσιν, οὐρανίην τε Καὶ χθονίην, πρώτοιο διαυγέα φωτὸς ἔσοπτρα, Τὴν μὲν ἄνω στίλβουσαν, ὑποδρήστειραν ἄνακτος, Πλησιφαῆ, μεγάλην, τὴν δ' ἐνθάδε κῦδος ἔχουσαν, Πηγάζων θεότητα, ὅπως πλεόνεσσιν ἀνάσσῃ Οὐρανίοις, πλεόνων τε πέλῃ φάος ὀλβιόδωρον. Ἥδε γάρ ἐστιν ἄνακτος ἐμοῦ φύσις ὄλβον ὀπάζειν. Ὄφρα δὲ μὴ πελάουσα Θεῷ κτίσις ἀντιθέοιο Κύδεος ἱμείρουσα, φάος καὶ κῦδος ὀλέσσῃ (Μέτρα φέρειν γὰρ ἄριστον, ἀμετρίη δὲ κάκιστον). Τοὔνεκεν ἐσσομένοισι φίλα φρονέων Λόγος αἰπὺς Τῆλε βάλε Τριάδος μὲν ὅσον φάος ἀμφιθόωκον, Ἀγγελικῶν τε χορῶν βροτέην φύσιν, ἀγγελικὴν μὲν
He willed to establish an intellectual nature, both heavenly and earthly, pellucid mirrors of the primal light: the one shining on high, minister of the Sovereign, full-orbed in light, great, and the other holding glory here below, welling forth deity, so that He might reign over more heavenly beings, and there might be for more a bliss-bestowing light. For this is the nature of my Sovereign, to bestow bliss. Yet lest creation, drawing near unto God and yearning for godlike glory, should lose light and glory (for to keep measure is best, and lack of measure is worst), therefore the lofty Word, cherishing kindly thoughts towards those to come, cast far from the Trinity all the light around the throne, and mortal nature [far] from the angelic choirs: the angelic [nature] indeed