Πατὴρ σὺν Υἱῷ καὶ πανάγνῳ Πνεύματι, Τριὰς προσώποις εὐκρινὴς, Μονὰς φύσει. Μήτ' οὖν ἀριθμῷ συγχέῃς ὑποστάσεις, Μήτ' αὖ Θεὸν σὺ προσκυνῶν τέμῃς φύσιν. Μία Τριὰς γὰρ, εἷς Θεὸς παντοκράτωρ. Τοῦτ' ἐστὶ λεπτὸν εὐσεβὲς μυστήριον. Στενὴ γὰρ ὄντως τῆς ἀληθείας ὁδὸς, Ἀτραπὸς, ἀμφίκρημνος, ἐκτεθλιμμένη, Ἧς ἐξολισθήσαντες ἐξ ἐναντίων, Κατεῤῥάγησαν εἰς βαθύκρημνον πλάνην, Σαβέλλιος μὲν πρὸς Ἰουδαίους βλέπων, Εἰδωλολάτρας δ' Ἄρειος μιμούμενος· Ὁ μὲν προσώπων συγχέων ὑπόστασιν, Ὁ δ' αὖ μερίζων δυσσεβῶς τὴν οὐσίαν. Σὺ δ' ἀκλινῶς φύλασσε τὴν μέσην ὁδὸν,
Father with Son and all-holy Spirit, Trinity distinct in Persons, Monad in nature. Neither, then, confound the hypostases in number, nor again, worshipping God, sever His nature. For there is one Trinity, one God Almighty. This is the subtle, pious mystery. For narrow indeed is the way of truth— a path sheer on either side, straitened— slipping off from which on opposite sides, they crashed down into deep-cliffed error: Sabellius on the one hand looking towards the Jews, and Arius on the other imitating idolaters; the one confounding the hypostasis of the Persons, the other again impiously dividing the essence. But do you unswervingly keep the middle way,