Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Αἷς οὐδὲν βιότοιο διαυγέος εὖχος ἔπεστι. Σοὶ δὲ σαοφροσύνη τε μέλοι, καὶ κάλλος ἀγητὸν Ὄμμασι κευθομένοισιν. Ὁ δὲ τρόπος, ἄνθος ἄριστον, Ἔμπεδον, ἀστυφέλικτον, ἀοίδιμον εὖχος ἐχούσῃ. Ἅζεο μὲν πρώτιστα Θεὸν, μετέπειτα δ' ἀκοίτην, Ὀφθαλμὸν βιότοιο, τεῆς σημάντορα βουλῆς, Τὸν μοῦνον φιλέειν, μούνῳ δέ τε θυμὸν ἰαίνειν· Καὶ πλέον, ἤν σε πόθοισί τε λειοτέροις ἀγαπάζῃ, Φίλτρον ἔχων ἀκέαστον, ὁμοφροσύνης ὑπὸ δεσμοῖς. Θάρσος ἔχειν μὴ τόσσον, ὅσον πόθος ἀνδρὸς ὀπάζει, Ἀλλ' ὅσον ἐστὶν ἐοικὸς, ἐπεὶ κόρος ἐστὶν ἁπάντων. Πάντων μὲν κόρος ἐστί· πόθος δ' ἀκόρητος ἀρείων.
purple, golden, brightly gleaming, glossily wrought, in whom there is no boast of a radiant life. Let sobriety be your care, and beauty admirable to hidden eyes; while character is the best flower for her who possesses a steadfast, unshaken, renowned boast. Revere God first of all, and thereafter your husband, the eye of your life, the director of your counsel; love him alone, and warm your heart with him alone; and all the more, if he cherishes you with gentler desires, holding an unbroken charm beneath the bonds of concord. Have boldness, not so much as a husband's desire bestows, but so much as is fitting, since there is satiety of all things. Of all things indeed there is satiety; yet insatiable desire is better.
Μή ποτε θῆλυς ἐοῦσα, ἐς ἀνέρος ὄγκον ἐπείγου.
Never, being a woman, press on towards a man's pride.