Μῦθοι καὶ παθέεσσιν ἄκος μέγα· τοῖσι δαμάζω Θυμὸν ὑπερζείοντα, νόου νέφος· οἷσιν ἀνίας Εὐνάζω, καὶ μέτρον ἐϋφροσύνῃσι τίθημι, Οὔτε λίην μογεροῖσιν ἀτώμενος, οὔτ' ἀγαθοῖσιν Αἰρόμενος, ἕτερον δ' ἑτέρῳ σταθμώμενος ἄλκαρ, Ἐλπίδ' ἐν ἀργαλέοισιν, ἐν εὐδιόωσι δὲ τάρβος. Μῦθος καὶ βασιλῆας ἄγει, καὶ δῆμον ἐφέλκει· Ἔν τ' ἀγορῇσι τέθηλε, καὶ ἐν θαλίησιν ἀνάσσει· Καὶ μόθον αἰχμάζει, πρηΰν δέ τε φῶτα τίθησι, Μαλθάσσων ἁπαλοῖσι καὶ αἱμυλίοισι λόγοισι, Καὶ κρατερόν περ ἐόντα, πυρὸς μένος οἷα σίδηρον. Ὀρφείη κιθάρη μῦθος πέλεν, ὥσπερ ἐῗσκω, Πάντας ἄγων μελέεσσιν, ὁμῶς ἀγαθούς τε κακούς τε· Ὡς δ' Ἀμφιονίη λύρη καὶ λᾶας ἔπειθε, Ψυχὰς ἀντιτύπους πετρώδεας. Οἶδα δὲ Πομποῦ
Words are also a great remedy for passions; with them I tame overboiling wrath, the cloud of the mind; with them I lull griefs to sleep, and set a measure to gladness, neither overly distressed in hardships, nor lifted up in prosperities, weighing one defence by another, hope in grievous times, and fear in calm ones. Speech both leads kings, and draws the people; both in assemblies it flourishes, and in feasts it rules; and it subdues battle-din, and makes a man gentle, softening him with tender and winning words, stubborn though he be, even as the might of fire softens iron. Speech was the cithara of Orpheus, as I deem, leading all with its melodies, good and bad alike; and so too the lyre of Amphion persuaded even stones, stubborn, rock-like souls. And I know the Escort's