ᾙχι πυρὸς ποταμοὶ, καὶ δαίμονες ἀγριόθυμοι, Ψυχῶν τ' οὐλομένων ποινὴ, καὶ τῖσις ἄπαυστος. Ἡ δὲ τρηχαλέη, καὶ ὄρθιος, αὐαλέη τε, Στεινή τε, σκολιή τε καὶ ἀμφίκρημνος ἁπάντη, Ἄμβατος οὐ πολλοῖσι, καὶ ἐς τέλος ἐσθλὸν ἄγουσα, Οὐρανὸν ἀστερόεντα, κλέος μέγα, κάλλε' ἄσαρκα, Αὐτὴν ἀτρεκίην καθαρὴν, καὶ ἄσκιον ἐσθλὸν, Ἄχρι καὶ ἀκροτάτοιο φάους ὅρον οὔτιν' ἔχοντος. Ἡ δὲ τρίτη, μεσάτη μὲν ὁδὸς, μεσάτη δέ γ' ἀμοιβῆς, Οὔτι λίην μογερὴ, καὶ κύδεος οὐ μάλα πολλοῦ. Οἷον κιρναμένου φωτὸς πρὸς νύκτα μέλαιναν· Ἀμφιλύκην δ' ἄρα τήν γε σοφοὶ μίξιν καλέουσι. Λείη μὲν περόωσιν, ὅσοις νόος ἐστὶ κάκιστος, Ψεύσταις, ἀνδροφόνοις, μοιχοῖς, ἐπίορκον ὀμοῦσιν,
where there are rivers of fire, and fierce-hearted demons, and vengeance upon ruined souls, and unceasing retribution. The second is rugged, and steep, and parched, both narrow, and winding, and sheer on every side, passable not to many, and leading to a noble end, starry heaven, great glory, fleshless beauties, pure truth itself, and shadowless good, even unto the highest light having no bound. And the third is a middle road indeed, and middle too in recompense, neither overly toilsome, nor of very great renown; just as when light is mingled towards black night, and the wise call that mixture twilight. Upon the smooth road pass those whose mind is most evil, liars, manslayers, adulterers, swearers of false oaths,