Τῶν ὅσα τὴν μεγάλην ἀρετὴν θνητοῖσιν ὀφέλλει. Πολλῶν τοι κτεάνων προφερέστερος εὔχομαι εἶναι, Πρωτότοκος, καὶ πρῶτος ἐς οὔνομα πατρὸς ἀείρας, Εἴ τινα καὶ τόδ' ἔχει γενέταις χάριν, ὥσπερ ὀΐω. Εἰ δὲ σέ γ' ἢ κτεάνων αἴρει πόθος, ἢ σέ γε παιδὸς Θηλύτερος, μαλακὸς, μητρώϊος ἐγγύθε πίπτων, Φλὸξ καλάμης ἀνιοῦσα, μαραινομένη τε τάχιστα, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ σύ με καὶ τὸ κελεύεις· Οὔ ποτέ σοι φιλόπαιδος ἐγὼ, πάτερ, οὔνομ' ἀνάψω. Ἀλλὰ, πάτερ, σῷ παιδὶ πέλοις θεὸς ἀντὶ βροτοῖο. Μὴ φράξῃς πηγὴν, ποταμὸν μέγαν ὠδίνουσαν, Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου, Ἢ φυτὸν οὐ δροσερῇσι πιαινόμενον προχοῇσιν.
of all that furthers great virtue for mortals. I avow that I am more excellent than many possessions, thy firstborn, and the first to raise thee to the name of father, if indeed this too holds any grace for parents, as I deem. But if either desire for possessions carries thee away, or a feminized, soft, maternal yearning for thy child, falling near at hand, a flame of stubble springing up and withering most quickly, I shall speak out, unwillingly indeed, yet thou thyself compellest me even to this: never shall I fasten upon thee, father, the name of one who loves his child. Rather, father, mayest thou be to thy child a god instead of a mortal. Block not the spring that travails with a great river, nor let the light of the lamp die through failing oil, or the plant that is not fattened by dewy streams.