Νήματα, καὶ λιθάκεσσι μεμιγμένας ἔνδοθεν αὐγὰς, Οὐ γαῖαν πολύμετρον ὁμοίϊα κυμαίνουσαν Αιγύπτου πεδίοισιν ἀγάσταχυν, οὐ θεραπόντων Πληθὺν, τετραπόδων τε. Γάμος δ' ἄλλοισι μεμήλοι Ὑψηλὸς, δέσποιναν ἄγων, τιμώμενον ἄχθος· Καὶ θρόνος, ὃς παύρους πατέων, πλεόνεσσι πατεῖται, Πολλάκι χειροτέροισι, τὸ καὶ πλέον ἦτορ ὀρίνει. Ἄλλος γάρ τ' ἄλλοισι τύφος, χθαμαλοὶ δέ τε πάντες, Ἔμπεδον οὐδὲν ἔχοντες ἐς αὔριον, ἀλλοτρίοισι Τερπνοῖς φυσιόωντες ἀφιπταμένοισι τάχιστα. Ἐῤῥέτω, ὅσσα φέρει πικρὴ βιότοιο θύελλα Τῇ καὶ τῇ δονέουσα κόνιν πάντεσσιν ἄπιστον.
threads, and gleams mingled within precious stones, nor wide-measured land waving alike with the plains of Egypt, rich in corn, nor a multitude of servants and four-footed beasts. Let lofty marriage be a care to others, bringing home a mistress, an honoured burden; and the throne, which, trampling on few, is trampled on by more, and often by worse men, which stirs the heart even more. For one vanity belongs to one, another to another, yet all are lowly, having nothing steadfast for the morrow, puffed up with alien pleasures that fly away most swiftly. Let all vanish that the bitter tempest of life brings, tossing this way and that the dust faithless to all.
Ταῦτα γὰρ ἠπεδαναῖς μὲν ἔτι φρεσὶν ἔδρακον ἔμπης,
For these things, though with a mind still feeble, I nevertheless beheld,