Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πέπασμαι, Καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως ! Εἰ δ' ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ, Καὶ πατρὸς παλάμη, τίς φθόνος ; ἀλλὰ, Μάκαρ, Σοῖς με, Χριστὲ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις Υἱέϊ Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.
O my Greece, and dear youth, and all that I possessed, and body, how gladly you yielded to Christ! And if a mother's prayer and a father's hand made me a priest dear to God, what envy is there? But, O Blessed One, Christ, receive me into Thy choirs, and mayest Thou grant glory to the son of Gregory, Thy servant Gregory.
Πατρὸς ἐγὼ ζαθέοιο, καὶ οὔνομα καὶ θρόνον ἔσχον Καὶ τάφον. Ἀλλὰ, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστός. Φάσμασιν ἐννυχίοις δῶκεν ἔρον σοφίης.
Of a most godly father I held both the name and the throne and the tomb. But, O friend, remember Gregory, Gregory, whom Christ bestowed upon his mother as a gift of God. By visions of the night He gave him the love of wisdom.