Οὐδέ τί μοι θαλίαι τε καὶ ἃ νεότητι μέμηλεν, Οὐκ ἔσθος μαλακὸν, οὐδὲ χλιδῶσα κόμη, Οὐκ αἰσχρῶν ἐπέων ἄχαρις χάρις, οὐδὲ γέλωτες Ἀκρατέες, σαρκὸς βράσματα δυσμενέος Ἔσκε φίλα. Σκοπέλους δὲ, καὶ οὔρεα, καὶ χρεμέθοντας Ἵππους, ἠδὲ κυνῶν θηροφόνων ὁμαδὸν Ἄλλοισιν παρέηκα, τὰ δ' ὄλβια πάντα τινάξας, Αὐχέν' ὑπὸ στερεῇ θῆκα σαοφροσύνῃ, Ἥ μ' ἐκόμει τ' ἐφίλει τε καὶ ἐς μέγα κῦδος ἄεξεν, Ἐν δ' ἐτίθει Χριστοῦ χείρεσι προφρονέως. Ἀλλὰ, Πάτερ, Πατρός τε Λόγος, καὶ Πνεῦμα φαεινὸν, Ζωῆς ἡμετέρης ἕρμα κακοσταθέος, Μή με λίπῃς χείρεσσιν ὑπ' ἀργαλέῃσι δαμῆναι Δυσμενέος, τῆς σῆς ἐλπίδος ἀντιπάλου. Μηδ' ὡς νῆα μέλαιναν, ἐΰπλοον, ὀρθὰ θέουσαν, Ἤδη καὶ λιμένων πλησίον ἱπταμένην,
Nor at all to me were festivities and the things that are a care to youth, nor soft raiment, nor luxuriant hair, nor the graceless grace of shameful words, nor unrestrained laughter, the seethings of the hostile flesh, dear. But crags, and mountains, and neighing horses, and the din of beast-slaying hounds I left to others, and having shaken off all prosperous things, I placed my neck beneath firm temperance, which tended me and loved me and increased me unto great glory, and willingly placed me in the hands of Christ. But, O Father, and Word of the Father, and shining Spirit, stay of our unstable life, leave me not to be subdued beneath the grievous hands of the enemy, the adversary of Thy hope; nor, as a black ship, fair-sailing, running straight, and already flying near the harbours,