Μέλπω δ' ὑψιμέδοντα Θεὸν μέγαν, ἠδὲ φαεινῆς Εἰς ἓν ἀγειρομένης λάμψιν ἐμῆς Τριάδος, Ἀγγελικῶν τε χορῶν μεγάλους ἐριηχέας ὕμνους Πλησίον ἑσταότων, ἐξ ὀπὸς ἀντιθέτου Κόσμου θ' ἁρμονίην, καὶ κρείσσονα τῆς παρεούσης, Ἣν δοκέω, πάντων εἰς ἓν ἐπειγομένων Καὶ Χριστοῦ παθέων κλέος ἄφθιτον, οἷς μ' ἐθέωσεν, Ἀνδρομέην μορφὴν οὐρανίῃ κεράσας. Μέλπω μίξιν ἐμήν. Οὐ γὰρ φατὸν ἔργον ἐτύχθην Ἔργον, ὅπως πλέχθην θνητὸς ἐπουρανίοις. Μέλπω δ' ἀνθρώποισι Θεοῦ νόμον, ὅσσα τε κόσμου Ἔργματα, καὶ βουλὰς, καὶ τέλος ἀμφοτέρων· Ὄφρα τὰ μὲν κεύθῃς σῇσι φρεσὶ, τῶν δ' ἀπὸ τῆλε Φεύγῃς, καὶ τρομέῃς ἦμαρ ἐπερχόμενον. Τόσσων γλῶσσαν ἔχω, κιθάρην· φράζεσθ', ιερῆες,
but I sing the high-ruling great God, and the radiance of my shining Trinity gathered into one, and the great loud-sounding hymns of the angelic choirs standing near, from responsive voice, and the harmony of the world, even better than the present one, which I await when all things hasten into one, and the imperishable glory of the sufferings of Christ, whereby He deified me, having mingled human form with the heavenly. I sing my own mingling. For I was wrought a work beyond speech, a work, how I, a mortal, was intertwined with heavenly things. And I sing to men the law of God, and all the works of the world, and the counsels, and the end of both; so that some things you may hide in your mind, and from others you may flee far away, and tremble at the coming day. Of so many things I hold my tongue as a lyre; take heed, O priests,